Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός κανών εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν Empty Παρακλητικός κανών εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν

Τετ Δεκ 12, 2012 4:36 am
Παρακλητικός κανών εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν

Παρακλητικός κανών εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν Agiosf10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τό Τροπάριον.

Ἦχος δ' '. Ό ὑψωθείς ἔν τῷ Σταυρῶ.

Τῷ τοῦ Σωτῆρος εὐκλεεῖ ἀθλοφόρῳ, καί τῶν Ῥοδίων ἀκραιφνεῖ πολιούχῳ, ἀπό ψυχῆς προσπέσωμεν κραυγάζονιες,"Αγιε Φανούριε, ἀπό πάσης ἀνάγκης, λύτρωσαι τούς δούλους σου, τούς τιμῶντας σε πόθῳ, σῦ γάρ θεόθεν δέδοσαι ἡμῖν, θεῖος προστάτης, καί φύλαξ σωτήριος.

Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σῦ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν

Καί ὅ Κανών.

Ὠδή ἀ'. "Ἦχος πλ. δ ' . 'Ὑγράν διοδύεσας.

Φωνῆς στεναγμοῦ μου ὦς συμπαθής, Φανσύριε Μάρτυς, ἐνωτίσθητι εὐμενῶς,  καί λῦσον παθών τήν καταιγίδα, τήν ἐπελθοῦσαν δεινῶς τῆ καρδία μου.

Ῥανίσι τῶν θείων σου πρεσβειῶν, ψυχῆς μου τά ἕλκη, έναπόπλυνον Άθλητᾶ, καί σβέσον τοῦ σώματος τήν νόσον, ταῖς ἐπομβρίαις τῆς σῆς ἀντιλήψεως.

Ὁλόσωμον δέδεγμαι τήν πληγήν, ἐχθροῦ ταῖς βολίσι, καί νενέκρωμαι τήν ψυχήν, σύ οὖν θεραπεύεις με Μάρτυς, πρός ζωηφόρους ὀδούς κατευθύνων με.

'Ὑπάρχων ἀνάπλεῳς φωτισμοῦ, Φανούριε Μάρτυς, ὦς διάκονος τοῦ φωτός, νόος μ.συ ἀπέλασον τό σκότος, καί ἀρετῶν τῷ φωτί με καταύγασαν.

Θεοτοκίον.
Ῥημάτων ἐξεπλήρωσας νομικῶν, ὠράθης Παρθένε, ὦς γεννήσασα τόν Θεόν, τόν πάλαι λαλήσαντα ἔν νόμῳ. δι’ αἰνιγμάτων καί τύπων Πανάμωμε.


Ὠδή γ'. Οὐρανίας ἁψῖδος.
Ἐμπεσών τῷ πελάγει, τῶν πειρασμῶν ἔνδοξε, τῷ τῆς ἀπωλείας πυθμένι, ἤδη καθέλκομαι, σύ μέ κυβέρνησον, πρός σωτηρίας λιμένα, οἵα κυβερνήτης μου, σοφέ πανάριστος.

Ἱλασμός γενηθήτω, καί τῶν κακῶν λύτρωσις, ἤ μαρτυρικῇ σου πρεσβεῖα, Μάρτυς Φανούριε, τοῖς προσιοῦσι σοι, καί ὁλικῶς ἀφορῶσι, πρός τήν ὀξυτάτην σου, μάκαρ προμήθειαν.

Μαρτυρίου τήν τρίβον, πανευκλεώς ὥδευσας, ὅθεν πρός ὀδόν μαρτυρίου, τοϋ σέ δοξάσαντος, κάμε ὁδήγησον, τόν ἔν αἱρέσεσι Μάρτυς, πάσης παραβάσεως, περιπλανόμενον.

Θεοτοκίον.
Ἐπουράνιε πύλη, δι’ ἦς ἡμῖν ἔλαμψεν, ὅ Δημιουργός τῶν ἁπάντων, καθάπερ άνθροοπος, πύλας μοι ἄνοιξον, τῆς ἀληθοῦς μετανοίας, καί πυλῶν με λύτρωσαι, τοῦ ἌΙδου Δέσποινα.


Διάσωσον ἀπό κινδύνων τούς δούλους σου Ἀθλοφόρε, ὅτι πάντες τῆ σῇ πρεσβεῖα προστρέχομεν, ϊνα ῥυσθῶμεν Φανούριε πάσης βλάβης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β'. Πρεσβεία θερμή.

Πλεόντων σωτήρ, ἀδικουμένων σύμμαχος, πενθούντων χαρᾷ, καί αἰχμαλώτων λύτρωσις, δεικνύμενος Φανούριε, ὦς ταχύς ὀρθοδόξων ἐπίκουρος, μή διαλίπῃς ἀτρώτους τηρεῖν, ἐκ τῶν βελῶν τοῦ ἀλάστορος τούς δούλους σου.


Όδή δ'. Εἰσακήκοα Κύριε.
Τήν λιθώδη καρδίαν μου, καί πεπωρωμένην ψυχήν κατάνυξον, ὅ τῶν λίθων τά προσκρούματα, Μάρτυς ὑπομείνας ὤσπερ ἄσαρκος.

Ἀναβλύζεις ἑκάστοτε, τά τῶν ἰαμάτων θεία χαρίσματα, τοῖς προστρέχσυσι τῆ σκέπη σου, καί τῶν νοσημάτων ἐξαιρεῖς καύσωνα.

Ἰατήριον ἄμισθον, τοῖς ἔν ἀσθενείαις γενοῦ Φανούριε, καί τοῖς πάσχουσιν ἀντίληψις, καί τοῖς αἰχμαλώτοις ἀπολύτρωσις.

Σωτηρίας ἱμάτιον, ἔν τῆ ἀπεκδύσει σαρκός ἠμφίεσαι, ὅθεν ἐνδῦσον Φανούριε, τήν γεγυμνωμένην ψυχήν μου χάριτι.

Θεοτοκίον.
Στάμνος ἔμψυχος πέφηνας, τῆς ζωῆς τό μάννα κόσμῳ πηγάσασα, τόν ζωώσαντα τόν ἄνθρωπον, καί τήν ἁμαρτίαν θανατώσαντα.


Ὠδή ἕ'. Φώτισον ἡμᾶς.
Ἄνωθεν ήμᾶς, ἐποπτεύεις ἐκλυτρούμενος, ἐκ παντοίων ἀναγκῶν καί συμφορῶν, τούς ἐν πίστει εὐφημοῦντας σε Φανούριε.

Ἰλεῶν ἡμῖν, τῆ ἐνθέρμῳ μεσιτείᾳ σου, τοῦ έλέους Ἀθλητά τόν θελητήν, ἀπεργάζου τοῖς ἀφρόνως ἁμαρτάνουσι.

Σώματος πληγάς, ἐνεγκών στερρῶς Φανούριε, ἰατρεύεις τῶν σωμάτων καί ψυχῶν, ἀρρωστίας καί ὀδύνας Θείφ Πνεύματι.

Θεοτοκίον.
Φέγγος ἀστραπῆς, τοΰ υἱοῦ σου Κόρη ἔλαμψε, τούς ἔν σκότει καθημένους καί σκιά, καί ζωῆς τάς φωταυγείας ἐδωρήσατο.


Ὠδή ς'. Τήν δέησιν έκχεώ.
Ἀνάγκας σου τῆς ψυχῆς τόν ἔρωτα, ὡς λαμπάδα πρός Χριστόν Ἀθλοφόρε καταναλίσκεις τῆς πλάνης τήν Ὕλην, καί καταθάλπεις πιστῶν τά φρονήματα, δις κατάφλεξον κάμοῦ, τά σαθρᾷ καί γεώδη νοήματα.

Νεκρώκτεως τῷ καρπῶ ἐζώγρημαι, καί τοΰ θείου ἀπερρίφθην νυμφῶνος, τά τῆς φθορᾶς περικείμενος φύλλα, καί τοΰ θανάτου προφέρων τήν ἄκανθαν, σύ οὖν με ζώωσον σοφέ, καί τῆς πρώην με δόξης άξίωσον.

Ὁλόκληρον σεαυτόν προσήγαγες, τῷ Δεσπότῃ προσφοράν καί θυσίαν, δθεν κάμε ένδυνάμωσον Μάρτυς· αύτω λατρεΰσαι ὁσίως Φανούριε, καί θΰσαι τούτῳ καθαρῶς, καθαρός πολιτείας ἀκρότητα.

Θεοτοκίον.
'Ὑψαύχενα δυσμενῆ ὑποτάξαν, ταῖς ποσίν ἡμῶν Πανάμωμε Κόρη, ἤ τήν πεσοῦσαν ὑψώσασα φύσιν, τῆ ὑψηλή καί ἀρρήτῳ κυήσει σου, καί ταπεινώσασα ἐχθροῦ, ἐπηρμένου μετέωρον φρόνημα.


Διάσωσον ἀπό κινδύνων τούς δούλους σου Ἀθλοφόρε, ὅτι πάντες τῆ σή πρεσβεῖαις προστρέχομεν, ϊνα ῥυσθῶμεν Φανούριε πάσης βλάβης.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἲτησις καί τό Κοντάκιον.
Ἦχος β '. Προστασία τῶν Χριστιανῶν.

'Ύπερήφανσν ὄμμα κατέβαλες, τῆ γενναία ἀθλήσει σου ἔνδοξε, ἕξ οὐ άπάλλαξον καί ἡμᾶς, τῆς ἐνεργείας Άθλητά, ἶνα ήσύχην ζωήν, ἔν όμονοία ἀγαστῇ, οἵ βοῶντες διάγωμεν, πληρῶσαν τάς αἰτήσεις, καί ἐμπλῆσον εὐφροσύνης, τούς προσιόντας σοι πιστῶς, ὦ Φανούριε πανθαύμαστε.


Καί εὐθύς τό Προκείμενον.
Δίκαιος ὦς φοῖνιξ ἀνθήσει, καί ὠσέ. κέδρος ἤ ἔν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἔν τῷ οἴκῳ Κυρίου, ἔν ταῖς αὐλαῖς τοῦ Θεοῦ Ἀμῶν ἐξανθήσουσιν.

Εὐαγγέλιον Ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. ί' 32—36) .

Εἶπεν ὅ Κύριος χοῖς ἑαυτοῦ μαθηταῖς· πᾶς ὅστις ὁμολογήσει ἔν έμοι ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγώ ἔν αύτώ ἔμπροσθεν τοΰ Πατρός μου τοΰ ἔν οὐρανοῖς· ὅστις ὁ’ ἀν άρνήσημαί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αύτον κἀγώ ἔμπροσθεν τοΰ Πατρός μου τοΰ ἔν οὐρανοῖς. Μή νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην, ἄλλα μάχαιραν. Ἦλθον γάρ διχάσαι ἄνθρωπον κατά τοΰ πατρός αύτοΰ, καί θυγατέρα κατά τῆς μητρός αὑτῆς, καί νύμφην κατά τῆς πενθεράς αύτής· καί ἐχθροί τοΰ ἀνθρώπου οἵ οἰκιακοί αύτοΰ· καί ἐγένετο, ὅτε ἐτέλεσεν ὅ Ίησοΰς διατάσσων τοῖς δώδεκα Μαθηταῖς αύτοΰ, μετέβη ἐκεῖθεν, τοΰ διδάσκειν καί κηρύσσειν ἔν ταῖς πόλεσιν αὐτῶν.

Δόξα Πατρί...
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος. Ἐλεῆμον, έλέησόν με, ὅ Θεός...
Καί τό Προσόμιον.
Ἦχος πλ. β'. "Ὀλήν ἀποθέμενοι.

Ῥόδον ὦς μυρίπνοον, χαί θησαυρός ζωηφόρος ἔν Ῥόδῳ κρυπτόμενος, Μάρτυς πεφανέρωσαι τοῖς ἱκέταις σου, καί ζωῆς ἐμπνεύσας, τάς ὀσμάς ἔν κόσμῳ, καί ὀσμήν θανάτου ἤλασας, καί ἀπεδίωξας, τάς δυσώδεις νόσους Φανούριε, ὤν περ τῆς λύμης λύτρωσαι, τούς σοί προσιόντας ἐκ πίστεως, πάσης ἐπηρείας, καί βλάβης καί μανίας ἀπηνοῦς, διαφυλάττων μακάριε, τούς προσκαλουμένους σε.

Σῶσον ὅ Θεός τόν λαόν σου

Ὠδή ζ'. Παῖδες Ἑβραίων.

Ῥείθροις τῶν θείων σου θαυμάτων, ἀποξήρανον βυθόν τῶν παθημάτων, καί πρός Ὕδωρ τροφῆς, ἕξ αὐχμηρᾶς ἐρήμου, ὁδηγῆσαν Φανούριε, τούς πιστῶς σε ἀνυμνοῦντας.

’Ἴδοιμι ὤρα τῆς ἀνάγκης, σε συλλήπτορα καί θεῖον ἀρωγόν μου, τά λυποῦντα ταχύ, σκεδάζοντα παμμάκαρ, καί θείαν μοι δωρούμενον, λύτρωσιν καί εὐφροσύνην.

Ἔλαμψας Μάρτυς ἔν τῆ Ῥόδῳ, ὦς νεόφωτον καί φωτοφόρον ἄστρον, ἰαμάτων αὐγάς, καί φέγγος χαρισμάτων, ἀστράπτον τοῖς καθεύδουσιν, ἔν τῷ σκότει τῆς ἀπάτης.

Θεοτοκίον.
Πῖον καί σύσκιον ώράθης, καί ἀλάξευτον καί φωτοφόρον ὄρος, οἷς ἔν τύποις ποτέ, ἐλάλησεν ὅ λόγος, ὤν βλέποντες τήν ἔκτασιν, εὐφημοῦμεν σε Παρθένε.


ᾨδή ἡ'. Τόν ἔν Ὄρει ἁγίῳ.
Ῥυπτικῇ σου πρεσβεῖα ἐκκαθαίρεις, τῶν ψυχῶν τάς οὐλάς, καί καρδιῶν τά βάρη, καί ἀλγηδόνας παύεις τάς τοΰ σώματος, καί βραβεύεις πᾶσι, κατ’ ἄμφω εὐρωστίαν Φανούριε, θεόφρον.

Ἔν καμίνῳ βληθείς οὗ κατεφλέχθης, τῆς ζωῆς γάρ ὦς πῦρ, ἐκέκτησο τό Ὕδωρ, ἄλλα κάμοῦ κατάφλεξον Φανούριε, τάς δεινάς προλήψεις καί τάς ἐνθυμήσεις, ὤσπερ ἀγροῦ καλάμην.

Στρατευθείς τφ καλέσαντι σε λόγῳ ἠγωνίσω λαμπρῶς, κατά τῆς ἀνομίας, ὅθεν κάμε τῆς κλήσεως ἤ κέκλημαι, ἄξιον ἐργάτην, άνάδειξον παμμάκαρ, εὐχαῖς σου εὐπροσδέκτοις.

Θεοτοκίον.
Βασιλείας οἰκήτορας με δεῖξον, τῆς ἀλήκτου Ἀγνῇ, ὦς τέξασα ἀσπόρως, τόν βασιλέα πάντων καί Δεσπόζοντα, οὗ ἤ βασιλεία, βασιλεία πύλη, ἁπάντων τῶν αἰώνων.


Ώδη θ '. Ἐξέστη ἐπί τούτῳ.
Έλαίω τῶν ἀγώνων σου Άθλητᾶ, ιλαρύνεις ἡμῶν τήν διάνοιαν, καί ψυχικά, ἕλκη τε καί μώλωπας χαλεπούς, ἀνακαθαίρεις πάντοτε, καί τά τῶν σωμάτων ὀδυνηρᾷ, νοσήματα ἴασαι, ὦς χάριν κεκτημένος, παρά θεοϋ Μάρτυς Φανούριε.

Ἰσχύϊ ἀριστεύσας παντουργικῇ, τοῦ ἐχθροῦ εἰς ἀνίσχυρον φρύαγμα, τό καθ’ ἡμῶν, σβέσον Ἀθλοφόρε ὁλοσχερῶς, καί σθένος καί κραταίωμα, καί ἰσχύος πύργος διαπαντός, γενοῦ τοῖς σοῖς ἱκέταις, Φανούριε παμμάκαρ, τῶν ἀθλοφόρων ἐγκαλλώπισμα.

Ἀκοίμητος προστάτης καί ἀρωγός, ἀντιλήπτωρ γενοῦ καί ὑπέρμαχος, καί βοηθός, τοῖς προσκαλουμένοις εἰλικρινῶς, τό ἱερόν σου ὄνομα, Μάρτυς Άθλοφόρε θαυματουργέ, ἐξ ἔριδος καί φθόνου, ἀπάτης τε καί δόλου, ἡμᾶς ῥυόμενος Φανούριε.

Ίλύος κάμε ὕψωσον ἐμπαθοῦς, καί πίκρας συνηθείας Φανούριε, ἤ ἐκ παιδός, εΐκων ἐγεώργησα τούς καρπούς, τῆς ἁμαρτίας "Ἅγιε, ψυχῇ τε καί σῶματι ρυπωθεῖς, μή με παρίδῃς Μάρτυς, σῆ γάρ τῶν ἔν ἀνάγκαις, ὅ ἑτοιμότατος ἐπίκουρος.

Θεοτοκίον.
Σκηνῇ ἤ πολυώνυμος τοῦ Θεοῦ, ἤ περίδοξος πόλις τοῦ Κτίσαντος, ἔν ἤ Χριστός, εἴργασται θαυμάσια φοβερᾷ, τόν γάρ Ἀδάμ ἀνέλαβε, τοῦτον ἀναπλάσας ἐκ τῆς ἀρᾷς, σῦ εἶ Παρθενομῆτορ, διό μή στερηθείην, τῆς προστασίας σου ὅ ἄθλιος.


Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ· τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.

καί τό παρόντα Μεγαλυνάρια.
Χαίροις τῶν Μαρτύρων ἤ καλλονῇ, καί τῶν ἰαμάτων ὅ χειμάρρους ὅ δαψιλῆς, χαίροις τῶν Ῥοδίων, ὅ μέγας πολιοῦχος, Φανούριε ἀξίως άντιδεδόξασαι.

Τίς τῶν πταισμάτων σου τήν πληθύν, ἐξείπῃ ἀξίως καί τῶν πόνων τό καρτεράν σύ γάρ τῶν βασάνων, τά εἴδη καθυπέστης, ὦς ἄσαρκος νεκρώσας τόν παναλάστορα.

Ὦς οἶστρον ἔν Ῥόδῳ ἀρτιφανές, Φανούριε ὀφθῇς, εἷ καί ἤθλησας πρό πολλοῦ, καί καταφωτίζεις πιστῶν τάς διανοίας, βολαῖς τῶν σῶν ἀπείρων θαυμάτων ἔνδοξε.

Πυρός ἀκμαιότερος ἀληθῶς, καί σιδήρου Μάρτυς, ἐντονώτερος όραθείς, τήν οἰκονομίαν έτράνωσας τοῦ λόγου, τοῖς ἔργοις βεβαιώσας δ' ἀνεκήρυξας.

Πάντας τούς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῷ ναῷ σου, καί αἰτοῦντας ἀπό ψυχῆς, λύσιν ὀφλημάτων, καί ῥῶσιν καί ὑγείαν, μή παύσῃ ἐποπτεύων, παραμυθούμενος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

καί τό έξής Τροπάριον.
Ἦχος δ'. Βασίλειον διάδημα.

Οὐράνιον ἐφύμνιον ἔν γῆ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νΰν ἑορτάζει φαιδρώς, Ἀγγέλων πολίτευμα, ἄνωθεν ύμνοοδίαις, εὐφημοῦσι τούς ἄθλους, κάτωθεν Ἐκκλησία, τήν οὐράνιον δόξαν, ἤν εὗρες πόνοις καί ἄθλοις τοῖς σοῖς, Φανούριε, ἔνδοξε.

Ἐκτενής καί Ἀπόλυσις, μεθ' ἥν ψάλλομεν τά ἑξῆς

Ἦχος β'. Ὅτε ἐκ τοΰ ξύλου.

’Ὤφθης ὤσπερ λύχνος φαεινός, Μάρτυς έναθλήσας νομίμως, ὑπέρ Χριστοῦ τοΰ Θεοΰ, ὅθεν σοΰ δεόμεθα, μακράν ἀπέλασον, ἕξ ἡμῶν ταῖς πρεσβείαις σου, παθῶν τήν ὀμίχλην, καί τῶν περιστάσεων, πικράν σκοτόμαιναν, φέγγος δέ ἀνάτειλον πᾶσι, θείας θυμηδίας καί δόξης, ἀξιομακάριστε Φανούριε.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως

Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης