Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργόν Νικόλαον Empty Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργόν Νικόλαον

Πεμ Δεκ 06, 2012 12:45 pm
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργόν Νικόλαον

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργόν Νικόλαον Nikola10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Είτα τό Τροπάριον.

Ήχος δ'. Ό ύψωθείς έν τω Σταυρώ.

Τοΰ Ιεράρχου τή πανσέπτω Εικόνι, Πιστοί προσπέσωμεν αύτω έκβοωντες, οί άμαρτίαις πολλαίς έγκυλινδούμενοι, σπεΰσον ω Νικόλαε, Ίεράρχα Κυρίου, σαίς πρός τον Φιλάνθρωπον, ίεραΐς Ικεσίαις, παντός κινδύνου, λύπης και φθοράς, και δεινών νόσων, απάλλαξαν άπαντας.

Δόξα. Καί νϋν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ό Κανών.

’Ωδή α'. ’Ηχος πλ. δ'. Αρματηλάτην Φαραώ.

Ταίς προσευχαΐς σου Ιερέ Νικόλαε, έκδυσωπών τον θεόν, τό σκοτεινον νέφος, τό της άθυμίας μου, Παμμάκαρ διασκέδασαν, θυμηδίας ύπαρχων καί ευθυμίας άνάπλεως, τφ Παμβασιλεϊ παριστάμενος.

Ταίς τών παθών με τρικυμίαις πάντοθεν, περικυκλούμενον, και λογισμών σάλω, την ψυχήν δονοΰμενον, έπι λιμένα εύδιον, τών Χριστού θελημάτων, ταίς προσευχαϊς σου κυβέρνησαν, όπως σε δοξάζω, Νικόλαε.

Τών Αποστόλων καί Όσίων σΰσκηνος, άποδεικνυμενος, και Θεϊκής αίγλης, πάντοτε πληρούμενος, τους την σεπτήν σου σήμερον, προσκυνοΰντας Εικόνα, φωτός μετόχους άνάδειξον, εΰχαίς σου Παμμάκαρ Νικόλαε.

Θεοτοκίον.
Σέ την εν σπλάγχνοις δεξαμένην ’Άχραντε, το πΰρ τό άστεκτον, έκδυσωπώ πίστει, τής Γεέννης ρΰσαί με, καί τής άποκειμένης μοι, διά πλήθος πταισμάτων, κολάσεως έλευθέρωσον, σοΰ ταίς εΰπροσδέκτοις δεήσεσι.


Όδη Υ'. Σύ εΐ τό στερέωμα.
"Ινα σέ δοξάζωμεν, καί σέ πρεπόντως γεραίρωμεν, δίδου ήμίν, Νικόλαε Μάκαρ, την ειρήνην πρε σβείαις σου.

Κόπασαν, Νικόλαε, ταίς σαΐς θερμαίς παρακλήσεσι, τάς καθ’ ημών, έπανισταμένας, άσθενείας δεόμεθα.

Ρΰσαί με Νικόλαε, περικυκλούμενον πάθεσι, καί πειρασμοίς, καί κινδύνοις πλεΐστοις, ταίς λιταΐς σου και σώσον με.

Θεοτοκίον.
Έχω σε Πανάσπιλε, βίου προστάτιν καί τείχος άρρηκτον διό δεινών, τοϋ ματαίου βίου, ού πτοοΰμαι την έφοδον.


Ωδή δ'. Είσακήκοα Κύριε.
Νόσοις πλείστοις Νικόλαε, και πολλοΐς τοΐς πταίσμασι περιπέπτωκα, πρόφθασόν με ρΰσαι Πάνσεπτε, ταίς πρός τον δεσπότην Ικεσίαις σου.

Ό αθώους τυγχάνοντας, νέους τρεις θανάτου άπαλλαξάμενος, σπεΰσον ρΰσαί με Νικόλαε, τής αΐωνιζούσης κατακρίσεως.

Κατακρίσεως άξιος, ζών έν αμελείς, είμϊ ό άθλιος, ταίς λιταΐς σου ώ Νικόλαε, μετανοίας όρμω με όδήγησον.

Θεοτοκίον.
Ρυπωθέντα με κάθαρον, και νενεκρωμένον με συ άνάστησον, Θεοτόκε αειπάρθενε, τον νεκρούς ζωώσαντα κυήσασα.


Ωδή ε'. "Ινα τι με άπώσω.
Άκλινεΐ διανοίς, πρός τον Έπουράνιον άνήλθες Κύριον, παρ’ ού καί την χάριν, τών μεγίστων θαυμάτων άπείληφας, Νικόλαε Μάκαρ διό ήμάς τούς σους οίκετας, τών δεινών καί τών νόσων άπάλλαξον.

Έν τη θεία σου Μνήμη, 'Ιερέων Νικόλαε σύλλογος τέρπεται, και Πιστών χορείαι, τών θαυμάτων τών σών άπολαυουσαι, έν χαρά τρυφώσι, καί ώς είκός σε άνυμνοΰσι, και προστάτην καλοΰσί οε μέγιστον.

Λαμπρυνθείς θεία αίγλη, ώφθη ή καρδία σου όντως Παράδεισος, τής ζωής το ξΰλον, κεντημένη έν μέσω τον Κύριον ον δυσώπει Πάτερ τοϋ Παραδείσου άπολαΰσαι, τής τρυφής και τής δόξης τούς δούλους σου.

Θεοτοκίον.
Άνατίθημι, Κόρη, πάσας έπι σοί τάς έλπίδας τής σωτηρίας μου· διό δυσωπώ σε, μη παρίδης δεινώς με ποντούμενον, συμφορών πελάγει, άλλα την σην δίδου μοι χεΐρα, ώς τω Πέτρω ό Υίός σου, και σώσόν με.


Ωδή στ'. Τήν δέησιν έκχεώ.
Χειμάζει μέν τών κινδύνων ό σάλος, ούκ ισχύει δε βυθίσαί με Μάκαρ· σε γάρ άεί Κυβερνήτην πλουτήσας, πρός γαληνόν τον λιμένα ήδύνομαι, καί φθάνω μέχρις ουρανού, διά σοΰ Ίεράρχα Νικόλαε.

Ίλάσθητι τοΐς σοίς δούλοις, Παμμάκαρ, και υγείας την άντίληψιν δίδου· ώς άγαθός και φιλάδελφος φύσει, και τών δεινών καί τών θλίψεων λύτρωσαι, ταίς θείαις σου πρός τον Θεόν, μεσιτείαις, θεόφρον Νικόλαε.

Λυτρούμενος έκ θανάτου ώς ωφθης, τους άθώους πρίν, ώ Πάτερ στρατηλάτα, ουτω καί νΰν περιστάσεως πάσης, ημάς και νόσων Νικόλαε λυτρωσαι, πρεσβείαις σου ταίς ίεραις, ΐνα πόθω τιμόμεν την Μνήμην σου.

Θεοτοκίον.
Φίλάγαθε, νυσταγμώ βαρούμενον, ραθυμίας με θερμή σου ίκεσία, εγειρον νΰν και μη δώης ύπνώσαι, τής αμαρτίας σόν δοΰλον εις θάνατον, προστάτιν γάρ και οδηγόν, τής έμης σε ζωής επιγράφομαι.


Έπίβλεψον μετ’ εΰμενείας, Νικόλαε Μάκαρ, και πάσαν θλίψιν λιταίς σου άπέλασον, έκ τών ψυχών ήμών τών οίκετών σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Ό Ίερεύς μνημονεύει τών ύπέρ ών ή Παράκλησις.
ΕΙτα τό Κοντάκιον. "Ηχος δ'.

Ταίς τών θαυμάτων άκτΐσι, Νικόλαε, καταφαιδρύνεις ύφήλιον άπασαν, καί λύεις τον ζόφον τών θλίψεων, καί τών κινδύνων ελαύνεις την έφοδον, προστάτης υπάρχων θερμότατος.


Καί εύθύς τό Προκείμενον. "Ηχος δ'.
Οί Ιερείς σου, Κύριε, ένδύσονται δικαιοσύνην καί οί "Οσιοί σου άγαλλιάσονται.
Στίχος. Καυχήσονται "Οσιοι έν δόξη, καί άγαλλιάσονται έπΐ τών κοιτών αύτων.

Εύαγγέλιον. Έκ τού κατά Ίωάννην (Κεφ. ι" 1—9).

Εΐπεν ό Κύριος πρός τους έληλυθότας πρός αύτον Ιουδαίους. Αμήν αμήν λέγω ύμίν, ό μή εισερχόμενος διά τής θύρας εις την αυλήν τών προβάτων, άλλα άναβαίνων άλλαχόθεν,' εκείνος κλέπτης έστί καί ληστής· ό δέ εισερχόμενος διά τής Ουράς, ποιμήν έστι τών προβάτων. Τοΰτω ό θυρωρός άνοίγει, καί τά πρόβατα τής φωνής αύτοΰ ακούει, καί τά ίδια πρόβατα καλεί κατ’ όνομα καί έξάγει αύτά. Καί όταν τά ίδια πρόβατα έκβάλη, έμπροσθεν αυτών πορεύεται, καί τά πρόβατα αύτω άκολουθεί, ότι οΐδασι την φωνήν αύτοΰ· άλλοτρίω δέ ού μή άκολουθήσωσιν, αλλά φεύξονται άπ’ αύτοΰ, ότι ούκ οΐδασι τών άλλοτρίων τήν φωνήν. Ταύτην την παροιμίαν είπεν αύτοίς ό Ίησοΰς· εκείνοι δέ ούκ έγνωσαν τίνα ήν α έλάλει αύτοίς. Είπεν οΰν πάλιν αύτοίς ό Ίησοΰς· αμήν άμήν λέγω ύμίν ότι έγώ είμι ή θύρα τών προβάτων. Πάντες όσοι ήλθον προ έμοϋ, κλέπται είσί καί λησταί· άλλ’ ούκ ήκουσαν άύτών τά πρόβατα. ’Εγώ είμι ή θύρα· δι’ έμοΰ εάν τις είσέλθη, σωθήσεται, καί είσελεύσεται, καί έξελεύσεται, καί νομήν ευρήσι.

Δόξα ΠατρΙ...
Ταίς τοϋ Ιεράρχου πρεσβείαις έλεήμον έξάλειψον τα πλήθη των έμών εγκλημάτων.

Καί νΰν...
Ταίς τής Θεοτόκου πρεσβείαις πρεσβείαις έλεήμον έξάλειψον τα πλήθη των έμών εγκλημάτων.


Στίχος. Έλεημον, έλέησόν με ό Θεός...
Καί τό παρόν προσόμοιον.
Ήχος πλ. β'. Ολην άποθέμενοι.

Απαντα τον βίον μου έν άμελείςι διάγων, καί προ τέλους έφθασα, άκαρπος ό δείλαιος, Υπεράγαθε, πονηρών πράξεων, έπιφέρον μόνον, νΰν φορτία τά δυσβάστακτα· άπερ Φιλάνθρωπε, σκόρπισαν ροπή τοΰ ελέους σου, και δίδου μοι κατάνυξιν, και έπιστροφήν την σωτήριον, ταίς του Νικολάου, πρεσβείαις εύπροσδέκτοις ό Θεός, ον εις πρεσβείαν προσάγω σοι. καί την σε κυήσασαν.

Σώσον ο Θεός τον λαόν σου...

Ώδή ζ'. Παΐδες Εβραίων.

Ρΰστης πλεόντων άνεδείχθης, ώ Νικόλαε, χαί τών χηρών προστάτης, ορφανών τε λιμήν, καί πλουτιστής πενήτων διό καί ημάς λύτρωσαι, έκ κινδύνων σαΐς πρεσβείαις.

Ξένα Νικόλαε έργάζη, έν θαλάσση μακράν καί πάση ύφηλίω, ταχυδρόμους αεί, καί πάσχοντας προφθάνων, καί τούτους έκλυτρούμενος, έκ τών νόσων καί κινδύνων.

Νόσων παντοίων καί κινδύνων, Ιατρός φανείς, Νικόλαε τρισμάκαρ· τής ψυχής μου διό, θεράπευσαν την νόσον, καί εύρωστίαν δώρησαι, ταίς ένθέοις σου πρεσβείαις.

Θεοτοκίον.
Έπαρον χειράς σου, Παρθένε, πρός τον ευσπλαγχνον Θεόν καί Βασιλέα, καί δεινών συμφορών, καί νόσων καί κινδύνων, τή κραταιά πρεσβεία σου, έξελοΰ τούς σούς οίκετας.


Ωδή η'. Τον Βασιλέα.
Τούς πειρασμών νΰν, περισχεθέντας τω βάθει,σούς οίκέτας Νικόλαε σώσον, δούς ήμΐν την λύσιν, αύτών σαίς ίκεσίαις.

Ώς έν τρυφή, αύλιζόμενος Μάκαρ, Ούρανών τε δόξης άπολαύων, τούς σέ άνυμνοϋντας, διάσωζε εύχαίς σου.

Το άπροσίτω, έλλαμφθείς φωτι Πάτερ, τάς ψυχάς τών έν θλίψει αύγάζεις, διαλύων πάντα, τών πειρασμών τον ζόφον.

Θεοτοκίον.
Ισχύεις Κόρη, τον έν ίσχύϊ τεκοΰσα, εύσυμπάθητον Σωτήρα τοΰ Κόσμου· διό τη θερμή σου, προστρέχω βοηθεία.


Ωδή θ'. Κυρίως Θεοτόκον.
Γνωρίζει πάσα Κτίσις, Νικόλαε Μάκαρ, σών αρετών και θαυμάτων τό πέλαγος· διό και χαίρει, προστάτην σε όνομάζουσα.

Νικόλαε Παμμάκαρ, σώζε έκ κινδύνων, τους σούς οίκέτας πιστώς σε δοξάζοντας, ώς μιμητής τοΰ Σωτήρος, αξιοθαύμαστος.

Τρυφών ταίς Ούρανίαις, θείαις λαμπηδόσι, Θεομακάριστε Πάτερ Νικόλαε, τή προστασία σου σώσον, ήμάς καί σκέπασαν.

Θεοτοκίον.
Μαρία Θεοτόκε, την κεκακωμένην, τή άμαρτία ψυχήν μου άγάθυνον, καί αγαθών αιωνίων, μέτοχον ποίησαν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Νικόλαε Μάκαρ πάρεσο νΰν, προστάτης και φύλαξ, και έκ βλάβης παντοδαπής, ήμάς ρΰσαι πάντας, έν γή και έν θαλάσση, τούς σε θερμώς φωνοΰντας, και μεγαλύνοντας.

Χαίροις τών Πατέρων κλέος στερρόν, και τό τής Τριάδος, ενδιαίτημα καθαρόν, τών πιστών προστάτης, καί καταπονουμένων, βοήθεια και σκέπη, Πάτερ Νικόλαε.

Έν νόσοις σε έχομεν Ιατρόν, έν κινδύνοις ρύστην, κηδεμόνα έν όρφανοΐς, έν πένησι πλούτον, έν θαλάσση σωτήρα, και χαρμονην έν θλίψει, σοφέ Νικόλαε.

Όρφανών προστάτην σε και χηρών, πεινόντων τροφέα, πενομένων τε πλουτιστήν, αιχμαλώτων ρύστην, πλεόντων τε σωτήρα, κεκτήμεθα Παμμάκαρ, σοφέ Νικόλαε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

καί τό τροπάριον. Ήχος δ'.

Κανόνα πίστεος, καί εΐκόνα πραότητος, έγκρατείας διδάσκαλον, άνέδειξέ σε τη ποίμνη σου, ή τών πραγμάτων αλήθεια διά τοϋτο έκτησω τη ταπεινώσει τά υψηλά, η πτωχεία τά πλούσια. Πάτερ Ίεράρχα Νικόλαε, πρέσβευε Χριστώ τω Θεώ, σωθήναι τάς ψυχάς ημών.

Ό ' Ιερεΰς μνημονεύει τών ύπέρ ών ή παράκλησις.  Έν τη Απολύσει τό παρόν προσόμοιον.

"Ηχος β'. "Οτε έκ τού ξύλου Σε νεκρόν.

Χάριν είληφώς παρά Θεοΰ, πάσι χορηγός τάς ίάσεις, υπο την σκεπήν σου, "Αγιε Νικόλαε, τοΐς σοι προστρέχουσι, φυγαδεύεις δαιμόνων γάρ, ανίατα πάθη, πάντας θεραπεύεις δέ, τή προστασίας σου. "Οθεν καί ημείς δυσωποΰμεν, πρέσβευε πρός Κύριον πόσης, λυτρωθήναι βλάβης τούς ύμνοϋντάς σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης