Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών τον Άγιο Προφήτη Ηλία τον Θεσβίτην Empty Παρακλητικός Κανών τον Άγιο Προφήτη Ηλία τον Θεσβίτην

Τετ Νοε 21, 2012 5:45 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών τον Άγιο Προφήτη Ηλία τον Θεσβίτην

Παρακλητικός Κανών τον Άγιο Προφήτη Ηλία τον Θεσβίτην Profit10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, δτι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και τά Τροπάρια

Ἦχος δ΄ Τή Θεοτόκω...

Τόν τῶν ἀρρήτων μυστηρίων ἐπόπτην, καί ζηλωτήν Θεοῦ τοῦ ζῶντος προφήτην, ἀνευφημοῦντες κράξωμεν ἐκ βάθους ψυχῆς, Ἠλία μεγαλώνυμε, ταῖς πρεσβείαις σου ρύσαι, ἐκ τῶν ἀναγκῶν ἠμᾶς, καί παντοίων κινδύνων, μή πάσης ἄλλης βλάβης καί φθορᾶς, τούς προσφυγόντας, θεόπτα, τή σκέπη σου.

Δόξα.  Καὶ νῦν.Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μή γάρ σύ προΐστατο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν
ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἔκ σού, σούς γάρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.


Ό Ν' (50) Ψαλμος.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καί ὁ Κανών τοῦ Κυρίου Ἰωσήφ, οὗ ἡ ἀκροστιχίς.
Νέμοις μάκας μοί θείαν Ἡλιοῦ χάριν. Ἰωσήφ.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραώ.

Νενεκρωμένην τήν ψυχήν μου ζώωσον, ὡς τόν τήν χήρας υἱόν, καί ἀρεταῖς θείαις, μάκαρ καταλάμπρυνον, καί πρός ζωήν ὁδήγησον, καί τῆς αἰωνιζούσης, τρυφῆς ἀναδεῖξον μέτοχον, σού κατατρυφᾶν ἐφιέμενον.

Ἐν τῷ σέ τίκτεσθαι ὁ σός μεμύηται, γεννήτωρ μέγιστον, ὡς ἀληθῶς θαῦμα, πῦρ γάρ σιτιζόμενο, φλογί τέ σπαργανούμενον, σέ τεθέαται μάκαρ, διό ταῖς σαῖς παρακλήσεσι, ρύσαι μέ πυρός αἰωνίζοντος.

Μεγαλυνθεῖς ταῖς πρός Θεόν σου νεύσεσι, ζηλῶν ἐζήλωσας, ὡς ἀληθῶς μάκαρ, τῷ Κυρίω πάντοτε, διό μέ ἐνδυνάμωσον, ζήλου θείου πλησθέντα, τό ἔνθεον πράττειν βούλημα, ἴνα σέ γεραίρω σωζόμενος.

Θεοτοκίον.
Ὁ ὑπερούσιος Θεός, Πανάμωμε, ἔκ σού σεσάρκωται, καί δί’ ἠμᾶς ὤφθη, καθ’ ἠμᾶς ὡς ἄνθρωπος, ὄν ἐκτενῶς ἱκέτευε, ὑπέρ πάντας ἀνθρώπους, ἠμαρτηκότα μέ, Παναγνέ,
σῶσαι καί κολάσεως ρύσασθαι.


Ὠδή γ’. Οὐρανίας ἁψίδος...
Ἱερεῖς τῆς αἰσχύνης, ὡς δυσμενεῖς ἔκτεινας, ἔνδοξε προφήτα ζήλω, Θεοῦ πυρπολούμενος, ὅθεν κραυγάζω σοί, τῶν τῆς αἰσχύνης μέ ἔργων, καί διαιωνίζοντος πυρός ἑξάρπασον.

Σέ προβάλλομαι πρέσβυν, πρός τόν Θεόν μέγιστον, σώζειν μέ δυνάμενον, πάσης, μάκαρ, κακώσεως, προσεπικάμφθητι, τή ταπεινή μου δεήσει, καί μή ὑπερίδης μέ παρακαλοῦντα σέ.

Μεγαλύνει Θεός σέ, ὁ παντουργός ἔνδοξε, πάλαι, Ἡλιοῦ, δί’ ὀρνέου, τρέφων προφῆτα σέ, ὄν ἐκδυσώπησον, τῆς αἰωνίου τρυφῆς μέ, καί φωτός τοῦ μέλλοντος ποιῆσαι μέτοχον.

Θεοτοκίον.
Ἀδιόδευτε πύλη, ἡ πρός Θεόν φέρουσα, πύλας μετανοίας μοί, Κόρη, ἀνοιξον δέομαι, ἀποκαθαίρουσα, ἁμαρτιῶν μου τόν ρύπον, ὄμβροις τοῦ ἐλέους σου, Θεοχαρίτωτε.


Ὠδή δ΄. Σύ μου ἰσχύς, Κύριε...
Κάμπτει τόν σόν, ζῆλον Θεός πυρακτούμενον, καί πρός χήραν, πέμπει διατρέφεσθαι, τόν γυναικός, πάλαι ἀπειλῆ, Ἡλιοῦ, φυγάδα γεγενημένον, θεσπέσιε, διό σέ ἱκετεύω, τήν ψυχήν μου πεινώσαν, διαθρέψαι ἐνθέοις χαρίσμασιν.

Ἁμαρτιῶν, νέφη δεινά συγκαλύπτει μέ, τρικυμίαι, βίου μέ χειμάζουσι, καί ἐπιπνέουσι χαλεπῶς, κατά τῆς ψυχῆς μου, τῆς πονηρίας τά πνεύματα. Προφήτα θεηγόρε, κυβερνήτης γενού μοί, σωτηρίας πρός ὅρμον ἰθύνων μέ.

Ρῶσιν ψυχῆς, ρῶσιν παρασχου μοί σώματος, τόν τάς νόσους, πάντων ἀφαιρούμενον, ἐκδυσωπῶν, μάκαρ Ἡλιοῦ, Κύριόν της δόξης, καί ἀβλαβῶς διατρέχειν μέ, τά σκάνδαλα τοῦ βίου, κατευόδωσον σέ γάρ, ἀγαθόν μου προστάτην προβάλλομαι.

Θεοτοκίον.
Μετά πασῶν, τῶν οὐρανίων Δυνάμεων, μετά πάντων, Δέσποινα πανάμωμε, τῶν προφητῶν καί τῶν ἀθλητῶν καί τῶν ἀποστόλων, καί τῶν ὁσίων ἱκέτευε, τυχεῖν μέ σωτηρίας,
τόν πολλά ἁμαρτώντα, καί ρυσθῆναι μελλούσης κολάσεως.


Ὠδή ἐ΄. Ἴνα τί μέ ἀπώσω...
Ὀμβροτόκους νεφέλας, εἴργεις πυρακτούμενος ζήλω τῆς πίστεως, ἀλλά δέομαί σου, Ἡλιοῦ, ἱεραῖς μεσιτείαις σου, τήν φλογμῶ τακείσαν, τῶν ἡδονῶν ψυχήν μου, θείαις ἐπομβρίαις, ἄρδευσαι καί σῶσαι μέ.

Ἱερεύς δεδειγμένος, τέθυκας ἀθώοις σου χερσί, πανόλβιε, τῶν προσοχθισμάτων, ἱερεῖς ἐνεργοῦντας τά ἄτοπα, ἀλλά δέομαί σου, πάσης ἀτόπου ἁμαρτίας, ἀβλαβῆ μέ, προφήτα, συντήρησον.

Θαυμαστοῦσαι, προφήτα, θείαις ἐπικλήσεσι φλέγων τά θύματα, ἐκτελέσας πίστει, διά τοῦτο ἀπαύστως σου δέομαι, τή ἐμή καρδία, τόν ἱερόν ἀνάψαι πόθον, τά ὑλώδη μου πάθη συμφλέγοντα.

Θεοτοκίον.
Ἐπί σέ ὥσπερ ὄμβρος, Λόγος καταβέβηκεν ὁ ὑπερούσιος, ὄν δυσώπει, Κόρη, ἐπομβρίσαι μοί νῦν κατανύξεων, καθαρᾶς σταγόνας, ἀποπλυνούσας πάντα ρύπον, τῶν ἀμέτρων κακῶν μου, πανάμωμε.


Ὠδή στ΄. Ἰλάσθητι μοί...
Ἰλάσθητι μοί, Σωτήρ, πολλά σοί ἀφρόνως πταίσαντι, καί τῆς μενούσης ἐκεῖ, κολάσεως λύτρωσαι, ἔχων δυσωπούντα σέ, Ἡλιοῦ τόν μέγαν, καί τήν ἄχραντον Μητέρα σου.

Ἁγνείας ὡς φυτουργός, ἁγνόν ψυχή μέ συντήρησον, ὡς ζηλωτής, Ἡλιοῦ, ζήλου θείου πλήρωσον, τήν ἐμήν διάνοιαν, ὅπως τῆς κακίας, τάς ἑφόδους ἀποκρούσωμαι.

Νηστεύεις βρώσει μία, ὁδόν τεσσαρακονθήμερον, ἀνύων θεία ροπή, διό ἱκετεύω σέ, πάσης παραβάσεως, ἐγκρατεύεσθαι μέ, θεοφόρε, ἐνδυνάμωσον.

Θεοτοκίον.
Ἡ πύλη ἡ τοῦ Θεοῦ, εἰσόδους θείας ὑπάνοιξον, τή ταπεινή μου ψυχή, ἐν αἶς εἰσελεύσομαι, ἐξομολογούμενος, καί κακῶν τήν λύσιν, Θεοτόκε ἀπολήψομαι.

Κατασβεσον, προφήτα ἔνδοξε Ἡλιοῦ Θεσβίτα, τῶν παθῶν ἠμῶν τούς φλογώδεις ἄνθρακας, ἰσχύϊ σής πρεσβείας, θεοφρον.

Καί τό Θεοτοκίον.
Ἐπιβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ὁ Ἱερεύς μνημονεύει. Εἴτα τό Κοντάκιον. Ἦχος β΄.
Προφήτα Θεοῦ Ἡλιοῦ μεγαλώνυμε, τούς ποθῶ σέ ἀεί ἀνυμνοῦντας καί γεραίροντας, κινδύνων τῶν ἐν βίω πολυειδῶν, νόσων παντοδαπῶν, καί πάσης της ἐξ ἐχθρῶν,
προερχομένης θλίψεως, ρύσαι ταῖς ἐνθέρμοις πρεσβείαις σου, καί ταῖς θείαις μαρμαρυγαῖς, τάς ψυχᾶς ἠμῶν καταύγασον.

Καί εὐθύς τό Προκείμενον. Ἦχος δ΄.
Σύ ἱερεύς εἰς τόν αἰώνα κατά τήν τάξιν Μελχισεδέκ.
Στίχος. Εἶπεν ὁ Κύριος τῷ Κυρίω μου. Κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (δ΄ 22-30)

Τῷ καιρῶ ἐκείνω ἐθαύμαζον οἱ ὄχλοι ἐπί τοῖς λόγοις τῆς χάριτος, τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος τοῦ Ἰησοῦ, καί ἔλεγον. Οὔχ αὐτός ἐστιν ὁ υἱός Ἰωσήφ; Καί εἶπε πρός αὐτούς, Πάντως ἐρεῖτε μοί τήν παραβολήν ταύτην Ἰατρέ, θεράπευσον σεαυτόν, ὅσα ἠκούσαμεν γενόμενα ἐν τή Καπερναούμ, ποίησον καί ὧδε ἐν τή πατρίδι σου. Εἶπε δέ, Ἀμήν λέγω ὑμίν, ὄτε οὐδείς προφήτης δεκτός ἐστιν ἐν τή πατρίδι αὐτοῦ. Ἐπ’ ἀληθείας δέ λέγω ὑμίν. Πολλαί χῆραι ἤσαν ἐν ταῖς ἡμέραις Ἡλιοῦ ἐν τῷ Ἰσραήλ, ὄτε ἐκλείσθη ὁ οὐρανός ἐπί ἔτη τρία καί μήνας ἐξ, ὡς ἐγένετο λιμός μέγας ἐπί πάσαν τήν γῆν, καί πρός οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰμή εἰς Σάρεπτα τῆς Σιδῶνος πρός γυναίκα χήραν. Καί πολλοί λεπροί ἤσαν ἐπί Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καί οὐδείς αὐτῶν ἐκαθαρίσθη, εἰμή Νεεμᾶν ὁ Σύρος. Καί ἐπλήσθησαν πάντες θυμοῦ ἐν τή συναγωγή,
ἀκούοντες ταῦτα. Καί ἀναστάντες ἐξέβαλον αὐτόν ἔξω της πόλεως, καί ἤγαγον αὐτόν ἕως τῆς ὀφρύος τοῦ ὅρους, ἔφ οὗ ἡ πόλις αὐτῶν ὠκοδόμητο, εἰς τό κατακρημνίσαι αὐτόν. Αὐτός δέ, διελθῶν διά μέσου αὐτῶν, ἐπορεύετο.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου προφήτου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τάίς της Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἐλεῆμον, ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι...

Προφήτα θεοσοφέ, ὁ τῶν παθῶν αὐτοκράτωρ, ἐπίγειε ἄγγελε, καί βροτέ οὐράνιε, σού δεόμεθα. Ζηλωτά προφθασον, καί ρύσαι σκανδάλων, καί κινδύνων τήν ζωήν ἠμῶν, καί πάσης θλίψεως, ἐχθρῶν ἀνομούντων πρεσβείας σου, καί πάσαν νόσον δίωξον, καί πταισμάτων ἄφεσιν αἴτησαι, Ἡλιοῦ θεόπτα, προστάτα τῶν πιστῶν καί ἰατρέ, καί τῆς τοῦ ἅδου διασωσον, δεινῆς κατακρίσεων.

Τό, Σῶσον ὁ Θεός τόν λαόν σου…
Κύριε, έλέησον (12κις).

Ὠδή ζ΄. Θεοῦ συγκατάβασιν...

Λαόν ἀπολλύμενον, κατοικτειρήσας, ζήλω τῆς πίστεως, ἐπικλήσεσι θείοις, πῦρ κατηγάγου φλογίζον, ἔνδοξε, ὅσιον θύμα, διό ἱκετεύω σέ, τῆς αἰωνίου φλογός, ρύσαι καί σῶσον μέ.

Ἰδεῖν κατηξίωσαι, Θαβώρ ἐν ὄρει, Θεοῦ τό πρόσωπον, ὄν δυσώπει, προφήτα, τοῦ παραβλέψαι τάς ἁμαρτίας μου, καί ἐν ἡμέρα τῆς δίκης, θεάσασθαι, ἀκαταγνώστω ψυχή, αὐτοῦ τό πρόσωπον.

Ὁδόν πορευόμενος, τοῦ βίου πλάνας, πολλᾶς ὑφίσταμαι, ἀγαθέ μου προστάτα, κυβέρνησον μέ τή προστασία σου, ἐπιστηρίζων γνώμη, σαλευόμενον, καί πρός σαρκός ἠδονᾶς, Ἡλιοῦ νεύοντα.

Θεοτοκίον.
Ὑμνῶ σέ Πανύμνητε καί μεγαλύνω Θεοχαρίτωτε, τήν ἁγνήν σου λοχείαν, βοήθησον μοί βίου τοῖς κύμασι, χειμαζομένω, καί δίδου κατάνυξιν, τή ταπεινή μου ψυχή, καθαρτικήν μολυσμῶν.


Ὠδή ἡ΄. Ἑπταπλασίως κάμινον...
Χωρητικόν δοχεῖον σέ, θείου Πνεύματος ἔγνωμεν, ἄγγελον ἐν γῆ, πῦρ ζήλου θείου πνέοντα, δυσσέβειαν τρέποντα, καί βασιλεῖς ἐλέγχοντα, χρίοντα προφήτας Ἡλιοῦ, καί αἰσχύνης συγκόπτοντα μαχαίρα, ἱερεῖ, διά τοῦτο βοῶμεν σοῖ, μελλούσης ἠμᾶς αἰσχύνης ρύσαι.

Ἅρμα πυρός σέ ἔλαβεν, ἀπό γής πυρακτούμενον, ζήλω, Ἡλιοῦ, τῷ θεϊκῶ, θεόπνευστε, διό ἱκετεύω σέ, τῶν ἐν τή γῆ ἁπάντων κακῶν, τῶν σῶν ἀρετῶν, ἀπικουφίζειν τόν νοῦν μου, τεθρίππω, καί πρός νύσσαν, οὐρανίαν μέ φθάσει, τόν πάντων ἐκδυσώπει, Θεόν καί Βασιλέα.

Ρήματι ζώντι ἔκλεισας οὐρανόν ὑετίζοντα, ρήματί σου νῦν, πνευματικῶ διανοιξον, τάς πύλας μοί δέομαι, τῆς μετανοίας, ἅγιε, πέμπων τή ψυχή μου κατανύξεως ὄμβρους, καί σῶσον μέ βοώντα, Ἱερεῖς εὐλογεῖτε, λαός ὑπερυψοῦτε, Χριστόν εἰς τούς αἰώνας.

Τριαδικόν.
Ἰσοσθενή ὁμότιμον, ὁμοούσιον συνθρόνον, σέβοντες Τριάδα, ἐν μία θεοτητι, Πατέρα δοξάζομεν, Υἱόν καί Πνεῦμα Ἅγιον, ἄδυτον αὐγήν ὁμοβασίλειον κράτος, καί μέλπομεν συμφώνως, Ἱερεῖς εὐλογεῖτε, λαός ὑπερυψοῦτε, εἰς πάντας τούς αἰώνας.

Θεοτοκίον.
Νομοθετῶν εὐσέβειαν, καί διδάσκων μετάνοιαν, ὁ Ἐμμανουήλ, ἔκ σού τεχθεῖς ἐπέφανενο νῦν ἐκδυσώπησον, ὑπεραγία Δέσποινα, τῆς δικαιοσύνης ὑπανοῖξαι μοί πύλας, καί σῶσαι μέ βοώντα, Ἱερεΐς εὐλογεῖτε, λαός ὑπερυψοῦτε, Χριστόν εἰς τούς αἰώνας.


Ὠδή θ΄. Ἐξέστη ἐπί τούτω...
Ἰδεῖν ἐν λεπτοτάτη αὔρα Θεόν, ἰδεῖν δυνατόν κατηξίωσαι, ἀσκητικαῖς, πρότερον τό σῶμα διαγωγαῖς, καταλεπτύνας, ἔνδοξε, ὅθεν δυσωπῶ σέ σαῖς προσευχαῖς, τό πάχος τοῦ νοός μου, λεπτύνας μετανοίας, μαρμαρυγαῖς θείαις καταύγασον.

Ὡς πάλαι Ἰορδάνην τή μηλωτή, διαρρήξας διέβης, πανόλβιε, οὕτω καμού, τῶν ἁμαρτημάτων τῶν χαλεπῶν, τάς διεκχύσεις ξήρανον, ὄμβρους ἐπιπέμπων μου τή ψυχή, δακρύων καθ’ ἑκάστην, προφήτα θεηγόρε, τρυφῆς χειμάρρουν προξενοῦντας μοί.

Σκανδάλων τῶν ἐν βίω πολυειδῶν, ἀνομούντων ἐχθρῶν πάσης θλίψεως, σωματικῆς, νόσου ψυχικῆς τέ παρεκτροπῆς, ταῖς προσευχαίς σου ρύσαι μέ, ἔνδοξε προφήτα ὡς ἀγαθός, προστάτης μου βοῶ σοί, καί τῆς ἐν τή γεένη, αἰωνιζούσης κατακρίσεως.

Ἠρπάγης πρός τό ὕψος, Ἐλισαιέ, δισσουμένην τήν χάριν τοῦ Πνεύματος, καταλιπῶν, ἔνδοξε αἰτήσαντι Ἡλιοῦ, μεθ’ οὗ ἀπαύστως αἴτησαι, νίκην οὐρανόθεν κατά παθῶν, τοῖς σέ ἀνευφημούσι, καί πόθω τήν σήν μνήμην, περιχαρῶς πανηγυρίζουσι.

Θεοτοκίον.
Φωνᾶς τῶν οἰκετῶν σου ὡς ἀγαθή, μή παρίδης, πανάμωμε Δέσποινα, ἀλλ’ ἐκτενῶς, αἴτησαι τόν πάντων Δημιουργόν, τοῖς εὐσεβέσιν ἄφεσιν, καί τήν εὐρωστίαν τήν ψυχικήν, δωρήσασθαι Παρθένε, καί θείας βασιλείας, τήν μετουσίαν καί λαμπρότητα.

’Αξιόν έστιν ώς αληθώς, μακαρίζειν σε τήν Θεοτόκον, τήν άειμακάριστον καί παναμώμητον, καί μητέρα τοΰ Θεοΰ ήμών. Τήν τιμιωτέραν τών Χερουβείμ, καί ένδοξοτέραν, άσυγκρίτως τών Σεραφείμ, την άδιαφθόρως Θεόν Λόγον τεκοΰσαν, τήν όντως Θεοτόκον, σε μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια.

Δεῦτε τόν πυρίπνουν καί ζηλωτήν, τόν διά τεθρίππου ἁρπαγέντα ἀπό τῆς γής, τῆς Χριστοῦ δευτέρας Πρόδρομον παρουσίας, Ἠλίαν τόν Θεσβίτην ὕμνοις τιμήσωμεν.

Χάριν ἰαμάτων παρά Θεοῦ, εἰληφῶς Ἠλία, θεραπεύεις πάθη δεινά, διό τοῖς ἐν πίστει σέ ἐπικαλουμένοις, θεράπευσον τά πάθη ψυχῆς καί σώματος.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.


Τρισάγιον,
Αγιος ό θεός, Αγιος Ισχυρός, "Αγιος Αθάνατος, έλέησον ήμάς. (τρίς).

«Δόξα Πατρί,...». Καί νΰν...
Παναγία Τριάς, έλέησον ήμάς. Κύριε, ίλάσθητι ταϊς άμαρτίαις ήμών. Δέσποτα, συγχώρησον τάς άνομίας ήμίν, Αγιε, έπίσκεψαι καί ίασαι τάς άσθενείας ήμών, ένεκεν τοΰ ονόματος σου.

«Δόξα... καί νΰν...».
«Πάτερ ημών, ό εν τοίς ούρανοΐς, άγιασθήτω...».
«"Οτι σοΰ έστιν ή βασιλεία...». ’Αμήν.

Καί τό Ἀπολυτίκιον.
Ἦχος  δ΄. Ταχύ προκατάλαβε.

Ὁ ἔνσαρκος ἄγγελος, τῶν προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίω τήν χάριν, νόσους ἀποδιώκει
καί λεπρούς καθαρίζει διό καί τοῖς τιμῶσιν αὐτόν βρύει ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν...

Δεῦτε Ὀρθοδόξων ἡ πληθύς, μέλος ἐναρμόνιον ὄντως, ψαλμικῶς ἄσωμεν, καί τόν χριστοκήρυκα ἀνευφημήσωμεν, τόν οὐράνιον ἄνθρωπον, Ἠλίαν τόν θεῖον, καί ἀναβοήσωμεν,
πρός αὐτόν λέγοντες πάντας τούς πιστῶς σου τελοῦντας, μνήμην τήν ἁγίαν λιταίς σου, ρύσαι ἐκ παντοίων περιστάσεων.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, άπο πάσης ανάγκης καί θλίψεως.

Την πάσαν έλπίδα μου εις σέ άνατίθημι, Μήτηρ, τοΰ Θεού, φύλαξόν με υπό την σκέπην σου.



Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης