Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Μυροβλύτισσαν Άνδρου Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Μυροβλύτισσαν Άνδρου

Τετ Νοε 27, 2019 1:00 pm
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Μυροβλύτισσαν Άνδρου

Ἠς ἠ θεία  Εἰκῶν εύρηται ἐν τῆ Ἰερά Μονή Ἀγίου Νικολάου τοῦ ἐν Μῦροις εἴς τᾶς Ὤρας.

Ποίημα Θεοτέκνης Μοναχής Αγιοστεφανιτίσσης.

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Μυροβλύτισσαν Άνδρου Panagi33

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα καὶ τὰ εξής  Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

‘Υπεριδούσα τᾶς ἠμῶν ἀμαρτίας˙ τᾶς πληθυνθείσας ἐπ’ ἐσχάτων τῶν χρόνων, ἐν τἠ στοργή σου Δέσποινα, φρουρείς τὸν λαόν, ἐν πολλοίς σκηνώμασι, τὴν σὴν αὔξουσα χάριν, ἐν τὴ νήσω Ἄνδρω δε, ἐξαιρέτως ἀπλούσα, σὴν παναγίαν σκέπην καὶ τερπνόν, ρέουσα μύρον, ‘Αγνή Μυροστάλακτε.

Δόξα. Καὶ νῦν.
Μυροβλυτίσσης τὴ πανσέπτω Εικόνι, ἐν Νικολάω τοῦ ἐν Μύροις Σεμνείω, ἐν ευλαβεία σπεύσωμεν ἐν Ἄνδρω πιστοί, καὶ γονυπετήσωμεν πρὸ αὐτής κατανύξει˙ βρύει γὰρ ιάματα, καὶ πολύτιμον μύρον, ὸ εὐωδίαν ἔχει θαυμαστήν, καὶ Παραδείσου, τὴν πρόγευσιν δίδωσιν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Και ὸ Κανὼν, οὖ ἡ ἀκροστιχίς:
Μυροτόκε εὔφρανον σὴν δούλην μύροις.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Μνήμην σου ἀγίαν ἐπιτελείν, καὶ τῆν σῆν Ἐσθήτα, λιτανεύειν χαρμονικῶς, ἐν Μάνδρα τοῦ θείου Νικολάου, ἀξιωθείημεν Κόρη πανύμνητε.

'΄Υβριν ἀθεῖας θεομισή, σοῖς ἀγίοις μύροις, κατανίκησον ‘Αγαθή, καὶ πίστιν χορήγει ταῖς καρδίαις, τῶν προσκυνούντων σον θείον ἐκτύπωμα.

'Ρίζης Θεοτόκε ἐξ Ιεσσαί, τὸν Σωτήρα κόσμου, ἐξεβλάστησας Ιησοῦν, ον ὠς μήτηρ εὔστοργος δυσώπει, ἀμαρτιών ἠμῖν δούναι συγχώρησιν.

Ὄλος ἠλλοιώθην ἐν θαυμασμῶ, σῆν σεπτήν Εικόνα, Μυροβλύτισσα καθορών, ἐν Ἄνδρω προχέουσαν τᾶ μύρα, καὶ εὐωδίας πληρούσαν τᾶ σύμπαντα.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τείχισόν μου τᾶς φρένας, καὶ τὴν ψυχήν Δέσποινα, ἐξ ἐπηρειών ὀλεθρίων, τοῦ πολεμήτορος, καὶ δὸς κατάνυξιν, ἐν τὴ ψυχή μου καὶ νήψιν, ὄπως πόθω ἄδω σοι, Κόρη Πανύμνητε.

Ὀλοφύρομαι πένθει, κατανοών πταίσματα, καὶ ἀμαρτιών μου τᾶ πλήθη, Νύμφη Πανάσπιλε, αλλά προσέρχομαι, τὴ σὴ πολλή εὐσπλαγχνία, καὶ λιτάζω Ἄνασσα, ἐλεηθήναι με.

Κολυμβήθρα ὠς ὄντως, τοῦ Σιλωάμ πέφυκας, ρύουσα ἐκ νόσων παντοίων καὶ περιστάσεων, τοῦς μυροπόλους σου, προσκυνητάς ἐν τὴ Ἄνδρω, τοῦς πιστῶς σοι σπεύδοντας, Θεοχαρίτωτε.

Εὐμενεί διαθέσει, καὶ προσηνεί βλέμματι, τὠ σὠ ἀναξίω οικέτη, Μήτερ ἐπίβλεψον, καὶ δος τὴν ἔέλλαμψιν, πνευματικής θεωρίας, καὶ τὴς κατανύξεως, Χάριν παράσχου μοι.


Ἐπίσκεψαι, ἐν εὐλογίαις τοῦς δούλους σου, Μυροτόκε, τοῦς ἐν εὐλαβεία τῆ σῆ Εικόνι προσπίπτοντας, καὶ χριομένους τοῖς θείοις σου μύροις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ήχος β’. Πρεσβεία Θερμή.

Κρουνός δαψιλής, τὴς χάριτος ὐπάρχουσα, καὶ θεία στοργή, τὰ σύμπαντα εγγίζουσα, δωρεάν προχέεις μοι, πανευώδη μύρα  Πανάχραντε, καὶ σώζεις ἐκ νόσων χαλεπῶν, τοῦς σοῦς ὐμνητάς, Πηγή Μυρόεσσα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπαξίως ὐμνήσαι σε, μηδέ οι Αρχάγγελοι Μήτερ δύνανται, πώς εγώ δε ὸ πανάθλιος, τῆν σεπτήν εἰκόνα σου, ἀσπάσομαι.

‘Υετόν τῶν χαρίτων σου, νήσω ἐν τῆ Ἄνδρω Σεμνή ὀμβρίζουσα, μυροβόλον κρήνην ἔδειξας, «Ρίζης Ιεσσαί», σεπτόν ἐκτύπωμα.

Φυγαδεύσειας Ἄχραντε, ἐπιχρίσει μύρου τοῦ παναγίου σου, τῶν δαιμόνων τα στρατεύματα, λογισμοίς βεβήλοις τυραννοὐντά με.

Ρἀντισόν με Μυρόρραντε, ἄνωθεν τῶ μύρω τῆς εὐσπλαγχνίας σου, καὶ ἀγώνας πρὸς ἀμείνονας, μυρελαίω θείω με ὐπάλειψον.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄσμασι τερπνοίς, καθ’ ἐκάστην καταξίωσον, ἀνυμνείν σε Μυροβλύτισσα Αγνή, καὶ θυμίαμα προσφέρειν τῆ Εικόνι σου.

Νόσους τῶν πιστῶν, καὶ ψυχῶν δεινά ὀχλήματα, τῶ σῶ μύρω ‘Ανδριώτισσα Κυρά, τὴ εὐστόργω ἀντιλήψει σου θεράπευσον.

Οίκον ποθητόν, ἀγιάσματος ἀνέδειξας, τῆν ἐν Ἄνδρω ιεράν καταφυγήν, Παραδείσου ὠς ἐπέκτασιν Μυρόπνοε.

Νάμα το ηδύ, εὐφροσύνης σου Μυρόβλυτε, ἀναπέμπεις ταῖς καρδῖαις τῶν πιστῶν, θυμηδίαν τε παρέχεις τοῖς οἰκέταις σου.


Ὠδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σωσίβιον σωτήριας πέφυκε, ση μυρόρραντος σινδόνη Παρθένε, τη ἐκ πνιγμοῦ ἐκλιπούση παιδίσκη, καὶ επαφή τὴς σὴς χάριτος Δέσποινα, ἐλθούση πάλιν εἴς ζωήν, Ζωοδόχε Πηγή Μυροβλύτισσα.

Ἠλλοίωσας τῆν ψυχήν μου Ἄνασσα, τη τερπνή σου εὐωδία ἠν χέεις, ἐκ τὴς αγίας Εικόνος σου Μήτερ, καὶ εξιστάς τῶν ‘Αγγέλων τα τάγματα, καὶ τῶν ἀνθρῶπων τῆν πληθύν, πλησμονή σὴς αφάτου χρηστότητος.

Ναυάγια ψυχικᾶ και τραύματα, τὸν ημέτερον ταράττουσι βίον, αλλά συ Μήτερ ὠς Ἔφορος οὔσα, δια τῆς Ζώνης τῆς θείας σου ἔλκυσον, εἴς σωτηρίας γαληνούς, καὶ ευδίους λιμένας τοῦς δούλους σου.

Δευτέρωσον, ὠ αστήρ Μυρόφεγγες, τα ελέη σου, τα πρώτα σω τέκνω, καὶ τὴν αρχήν μετανοίας συντόνου, βαλείν Κυρία ταχύ μοι βοήθησον, ὠς ἀν δοξάζω σε θερμῶς, καθ’ ἠμέραν Αγνή Μυροβλύτισσα.


Επίσκεψαι, ἐν εὐλογίαις τοῦς δούλους σου,  Μυροτόκε, τοῦς ἐν εὐλαβεία τὴ σὴ Εικόνι προσπίπτοντας, καὶ χριομένους τοῖς θεἰοις σου μύροις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὠς τῶν ἀγγέλων ὸ αίνος ὸ ἄφθιτος, καὶι ἰσαγγέλων τρυφή ὴ ατίμητος, Παναγία Κυρά Ανδριώτισσα τα σα τέκνα εὐσπλάχνως χαρίτωσον, ἀεί προσβλέπειν εἴς Ἄνω Σκηνώματα.


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.(Κεφ. α´ 39-49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα• καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς• καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν• Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ• Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί• ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.


Δόξα.
Ταῖς τὴς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στιχ. Ἐλεήμον, Ἐλέησόν με ὁ Θεὸς...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Νεφέλη Μυρόβροχε, καὶ Μυροστάλακτε Θρόνε, ὴ ψυχή μου χάριτι, ἐκολλήθη Ἄχραντε τῆ Εικόνι σου˙ πόθος συνέχει με, φέρειν οῦ δύναμαι, τὴς ὀσμής σου τα κελεύσματα, ἀ καθ’ ἠμέραν μοι, πέμπεις μοι Κυρία Θεόνυμφε, ὠς δώρόν σου βασίλειον, τῶ πτωχῶ καὶ τάλανι τέκνω σου. Όθεν μοι παράσχου, πολλάκις σὴν Εικόνα προσκυνείν, καὶ κατασπάζεσθαι Δέσποινα, τῆν σεπτήν Ἐσθητά σου.

Σῶσον ὸ Θεός τὸν λαόν σου….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὀμβρισόν μοι Παρθένε, Μυροβλύτισσα φίλον, ἐμόν προσφύγιον, ἐν σῶματι τῆν ρῶσιν, χαράν δε τὴ καρδία, ὠς ἀν κράζω τὴ Σκέπη σου˙ χαῖρε Μαρία σεμνή, καὶ Κεχαριτωμένη.

‘Υπέρ πάντας τυγχάνω, ἐνδεής τῶν χαρίτων, καὶ πένης Ἄνασσα, ἀλλά τω σω ἐλέει, σὴς θείας εὐωδίας, ἀπολαύων κραυγάζω σοι˙ χαῖρε Μαρία σεμνή, καὶ Κεχαριτωμένη.

Λυτρωθείην ὸ τάλας, ἐν καιρῶ τὴς εξόδου τῆ μεσιτεία σου, δαιμόνων κακουργίας, Ταρτάρου τε δυσώδους, ἐκφωνών σοι Πανύμνητε˙ χαῖρε Μαρία σεμνή, καὶ Κεχαριτωμένη.

Η τιμία σου Ζώνη, καὶ Εσθής Θεοτόκε, ὴ παναγία σου, παρέχουσιν ἰἄσεις, καὶ ρύονται δαιμόνων, ἐκ μανίας τοῦς ψάλλοντας˙ χαῖρε Μαρία σεμνή, καὶ Κεχαριτωμένη.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νέμεις τὴν χάριν, ἀμαρτωλοίς καὶ δικαίοις, ὠς ὸ ἤλιος Μήτερ τῶ κόσμω, θέλουσα τοῦς πάντας, ἐλθείν εἴς σωτηρίαν.

Μυροσταγή σε Θεοτόκε Κόρη, πηγήν θείαν ἐν Ἄνδρω γινώσκω, στάζουσαν ἀφθόνως, τὴς χάριτος τᾶ ρείθρα.

‘Υπερπηδάν με, τᾶς τοῦ δολίου παγίδας, καὶ τᾶς θλίψεις βαστάζειν τοῦ βίου, Δέσποινα τοῦ κόσμου, ἐνίσχυσον σον δούλον.

‘Ρόδων καὶ κρίνων, ὴ ἐκλεκτή εὐωδία, οὐκ ἰσχύει Παντάνασσα Κόρη, μύρου σου καλύψαι, ὀσμήν τὴν ουρανίαν.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὀρέξειας σην χείρα, Άσπιλε Παρθένε, τοῖς ἐν πολέμοις, καὶ θλίψεσι τέκνοις σου, τοις εκβοώσιν εν πίστει, σον θείον όνομα.

Ἰάτειρα τοῦ κόσμου, τοῦς ἐγχριομένους, σὠ ξένω μύρω, ἐν τάχει θεράπευσον, καὶ τὴν χαράν εὐτεκνίας, σοῖς δούλοις δῶρησαι.

Σεισμού τοῦ πανωλέθρου, καὶ πυρός μανίας, τοῦς προσιόντας σοι Μήτερ διάσωσον˙ σὐ γὰρ ὐπάρχεις προστάτις ἠμῶν καὶ ἔφορος.

Θεόν ἠ τεκούσα, Πάναγνε Κυρία, τῆν πεπτωκυῖαν ψυχήν μου ἀνάστησον˙ εἴς γαὰρ ὀσμήν τῶν σῶν μύρων, ὸ τάλας ἔδραμον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆν πεποικιλμένην ἐν κροσσωτοῖς, δόξης οὐρανίου, ἀνυμνήσωμεν οι πιστοί, αεἰπαρθενίας, το τρίαστρον τῆν μόνην, ἐν κόσμω κεκτημένην, ὠς Μητροπάρθενον.

Χαῖροις Νικολάου θεία Μονή, ὴ ἐν τοῖς λειψάνοις, σεμνωμένη τῆ πλησμονή, καὶ ἐν τοῖς ἐσχάτοις, ἀξιωθείσα ἔχειν, Θεόπαιδος Μαρίας, ἐπισκεπτήρια.

Μυροθήκη ὄντως ἐκ θαυμαστού, μύρου ὴ Εικῶν σου, ὴ ἐν  Ἄνδρω πέλει ἠμῖν, καὶ πληροῖ Παρθένε, αρώματος εὐῶδους, προσκυνητῶν σου πλήθη, χεόντων δάκρυα.

Ὤσπερ ἐν τῆ μνήμη σου Μαριάμ, κρίνοι ἐξανθούσι, θαυμασίως ἐν τῶ Ναῶ, ούτω τη ψυχή μου, ἐξηραμμένη ούση, κατάπεμψον τῆν χάριν, ἀναβλαστήσεως.

Μυρόρρυτος κρήνη ὴ σῆ Εικῶν, πέλει Θεοτόκε, Μυροβλύτισσα θαυμαστή, πάσι χορηγούσα, τὴν ουρανίαν δρόσον, καὶ ἐν ὀρθοδοξία κατασφαλίζουσα.

Δάκρυα προχέουσαν συμπαθῶς, οράν σε Παρθένε, ου βαστάζω ὸ ταπεινός˙ συ γὰρ υπέρ πάντων, στενάζεις καὶ δακρύεις, Παραμυθία κόσμου, καὶ πάντων Πρέσβειρα.

Ἠγουμένω Μήτερ θεοφιλεί, καὶ σοῖς ὐμνηπόλοις, νεωκόροις τε μοναχοίς, δῶρησαι ὐγείαν καὶ ρώσιν οὐρανόθεν, ὠς ἀν συντόνως Οίκω τω σω δουλεύωσιν.

Ιάσεις καρκίνου ἐκ χαλεποῦ, καὶ πάσης λοιμώδους, ἀνηκέστου ἐπιφοράς, το σον μύρον Κόρη, ἐπιτελεί ἐν τάχει, καὶ τᾶς ψυχάς λυτρούται, πᾶσης στενώσεως.

Χαῖροις νήσος Ἄνδρος ὴ ευαγής, ὴ θείους Πατέρας, ἀναδείξασα τῆ σῆ γῆ, νῦν δε ἐξαιρέτως, τῆν χάριν κεκτημένη, ὠς σκέπην ἐξαισίαν, τὴς Μυροβλύτιδος.

Τῆ σῆ εὐστοργία τη μητρική, Δέσποινα τοῦ κόσμου, καταφεύγομεν οι πιστοί, καὶ διὰ τοῦ μύρου, χριόμενοι ἐν πόθω, συγχῶρησιν πταισμάτων, Μήτερ αἰτοῦμεθα.

Φύλαττε ἐκ πάσης ἐπιβουλής, Μυροβόλε Κόρη, συνοδίαν τῆς σῆς Μονής, καὶ καταξιώσαις, εὤς τῆς συντελείας, τῆν Μάνδραν σου προσμείναι, θείον προπύργιον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθήναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον.  Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἠ μυρόβρυτος κρήνη, τῆς Εικόνος σου Ἄχραντε, ὴ ἐν Νικολάου τῆ Μάνδρα, ἐν τῆ Ἄνδρω υπάρχουσα, ἰάματα ἐκβλύζει τοῖς πιστοῖς, καὶ μύρον εὐωδίας θαυμαστής˙ ὄθεν ταύτην προσκυνούμεν πανευλαβῶς, καὶ πόθω ἀνακράζομεν˙ χαῖροις ὴ «Ρίζα Ιεσσαί», χαῖροις πηγή μυρόρρυτε, χαῖροις ιάτειρα σεπτή, Μυρόπνοε Δέσποινα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, φιλοθέων οι χοροί, Μάνδρα τὴ αγία ἐν Ἄνδρω, μετ’ εὐλαβείας πολλής, σπεύσωμεν υπόπτεροι, καὶ ἀσπασθῶμεν θερμῶς, τὴν Εικόνα τὴν πάντιμον, ὴ ρέει τα μύρα, ὠς Παντοβασίλισσα καὶ μυροφόρος πηγή, μύρω δε αγίω χρισθέντες, πλήρωσιν αιτήσεων σχῶμεν, ἐκ τὴς κυησάσης τὸν Φιλάνθρωπον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης