Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανων εις τον Άγιον Ένδοξον Ιερομάρτυρα Διονύσιο τον Αεροπαγίτη Empty Παρακλητικός Κανων εις τον Άγιον Ένδοξον Ιερομάρτυρα Διονύσιο τον Αεροπαγίτη

Κυρ Νοε 24, 2019 9:33 am
Παρακλητικός Κανων εις τον Άγιον Ένδοξον Ιερομάρτυρα Διονύσιο τον Αεροπαγίτη

Ἐποιήθη ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος ὑπὸ Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου, Ὑμνογράφου τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας φιλαγίῳ αἰτήσει τῆς εὐλαβεστάτης κ. Μαρίας Τζουρᾶ.
Παρακλητικός Κανων εις τον Άγιον Ένδοξον Ιερομάρτυρα Διονύσιο τον Αεροπαγίτη Aeropa10
Εορτάζετε στις 3 Οκτωβρίου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια˙

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Ὤσπερ ἰχθὺς ἁλιευθεὶς ὑπὸ Παύλου τὴν τῶν εἰδώλων ἀπεστιράφης λατρείαν, καὶ τοῦ Σταυροῦ πρέκρινας μωρίαν ὡς σοφός· ὅθεν Διονύσιε, ἰσαγγέλως βιώσας, πλήρης θείου Πνεύματος, ἱεράρχης ἐφάνης, καὶ μαρτυρήσας διὰ τὸν Χριστόν, μνήσθητι πάντων, τῶν νῦν προσπιπτόντων σοι.

Δόξα. Το αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὑ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο, πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστοιχίς:
«Ἱκέτευε ὑπὲρ ἡμῶν Χριστῷ,
Ἀρεοπαγῖτα. Ἀ(θανάσιος)».

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἰσάγγελον βίον ζήσας ἐν γῇ, ὑπὲρ ᾿τῶν εἰσέτι, πολεμούντων πρὸς τὸν ἐχθρόν, ἱκέτευε Ἀρεοπαγῖτα, ὅπως αὐτοῦ τῶν παγίδων ἐκφύγωμεν.

Καλόν σε ἁλίευμα ἐφευρών, ἀπόστολος Παῦλος, τῇ σαγήνῃ τοῦ Ἰησοῦ, συνέκλεισε καὶ τῇ Ἐκκλησίᾳ, παρέδωκέ σε καινὸν Διονύσιε.

Ἐπέτυχες Πάτερ τοῦ θησαυροῦ, ἰὼ ἐπεπόθεις, καὶ ὀπίσω τοῦ Ἰησοῦ, βαδίσας τὴν κάραν σοὺ ἐτμήθης, ὑπὲρ πιστῶν τὸν Θεὸν ἱλεούμενος.

Θεοτοκίον.
Τἢ θείᾳ μορφῇ σου καταπλαγείς, Ἀρεοπαγίτης, κατενόπσε τὸ βαθύ, τῆς Χριστοῦ σαρκώσεως Παρθένε, ὅπερ πιστοῖς θαυμασίως ἐξέθετο.


Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐ κ τοῦ ζόφου εἰδώλων, πρὸς φῶς Χριστοῦ ἔδραμες, πάτερ Διονύσιε Παύλου, θείῳ κυρήγματι, ὅθεν ἀξίωσον, τοὺς σὲ γεραίροντας πόθῳ, τῷ φωτί πορεύεσθαι, τῆς θείας γνώσεως.

‘Υπαχθεὶς ἑκουσίως, τοῖς Ἰησοῦ δόγμασιν, ὥφθης Διονύσιε μέγας, μύστης τὴς Χάριτος, ἣν πᾶσι πάρεχε, τοῖς θαυμασταῖς τοῦ σοῦ βίου, ὅπως ὁδηγώμεθα, πρὸς θεῖον ἔρωτα.

Ἐν καιρῷ θείου Πάθους, τὴν ἐκτροπήν  ἔγνωκας, φύσεως τῶν νόμων παμμάκαρ, καὶ συνεπέρανας, ὅτι Θεὸς, πάσχει ᾧπερ, ἀκλονήτως σύνδησον, τοὺς σὲ θαυμάζοντας.

Θεοτοκίον.
Ύπεραίρει τὴν γνῶσιν, τῶν θεϊκῶν πράξεων, ὁ κρυφιομύστης Κυρίου, σοφῶς ἐκθέμενος, Πάναγνε Δέσποινα, οἰκονομίαν τοῦ Λόγου, ὡς ὀργάνου ἔχοντος, Σὲ τὴν πανάμωμον.


Διάσωσον, τοὺς ἀσφαλῆ σε προστάτην προβαλλομένους, ἀπὸ ποικίλων κινδύνων κλεινὲ Διονύσιε, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, τῷ φιλανθρώπῃ Κριτῇ καὶ Δεσπότῃ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ὤς θεῖον ἰχθύν, ὁ Παῦλός σε ἐζώγρῃσε, τὸ φῶς τοῦ Χρισιοῦ, βαλὼν Πάτερ ὡς ἄγκιστρον, διὸ πλάνην εἰδώλων σοφῶς καταλέλοιπες, καὶ ἘΚκλησίας γέγονας ποιμήν, ὦ Ἀρεοπαγῖτασοφὲ Διονύσιε.


Ὠδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Πυρωθεὶς θείῳ ἔρωτι, κόσμου Διονύσιε· ἐναπέῤῥιψας, τὴν σοφίαν
προελόμενος, τοῦ σταυροῦ μωρίαν τὴν σωτήριον.

Εἰς οὐδὲν Διονύσιε, τὴν τοῦ κόσμου ἔθηκας , περιφάνειαν, τοῦ Κυρίου τὴν ταπείνωσιν, ἐνδυθεὶς ὡς ἔνδυμα θεώσεως.

Ρῦσαι πάσης κακώσεως, τοὺς ἐξαιτουμένους σου Διονύσιε, καὶ ἀγάπὴν ἐγκατάστησον, ταῖς ψυχαῖς αὐτῶν Θεοῦ ἀσάλευτον.

Θεοτοκίον.
Ἠδονῶν πῦρ κατάσβεσον, τῶν ψυχοβλαβῶν Ἁγνὴ ταῖς πρεσβείαις σου, καὶ Χριστοῦ μνήμην ἐγκαίνισον, τὴν πανηδεστάτην τοῖς ὑμνοῦσί σε.


Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Μόνον τὸν Χριστόν, ἀγαπᾶν ἡμᾶς ἀξίωσον, ὦ Διονύσιε καὶ θνήσκειν δι᾽ Αὐτόν, σαρκὸς νεκροῦντας, τὰ ψυχόλεθρα θελήματα.

Ὤσπερ χοῦν τῆς γῆς, κόσμου δόξαν λογισάμενος, Διονύσιε τῆς δόξης τοῦ Θεοῦ, πλήρης ἐγένου, ἧς μετόχους, καὶ ἡμᾶς πάτερ ἀνάδειξον.

Νοῦν τῶν κοσμικῶν, ἐκκαθάρισον προλήψεων, ὦ Διονύσιε καὶ μνήμην τοῦ Χριστοῦ, ὡς θεῖον δῶρον, δὸς τοῖς πόθῳ ἀνυμνοῦσί σε.

Θεοτοκίον.
Χεἴράς σοῦ σεπτάς, πρὸς Υἱὸν γλυκῦν σου ὕψωσον, καὶ ἱκέτευε ὑπὲρ Χριστιανῶν, πειραζομένων, ὑπ᾽ ἐχθροῦ Παρθένε Ἄχραντε.


Ὠδὴ στ΄. Τὴν δέησιν.
Ῥημάτων, τὴν κεκρυμμένην δύναμιν, μυστικαῖς σου συγγραφαῖς θεῖε Πάτερ, κατανοεῖν, καὶ τὸν βίον ἰσάζειν, αὐταῖς ἡμᾶς ταῖς εὐχαῖς σου ἀξίωσον, ὅπως ἐγγύτερον Χριστῷ, πλησιάζειν καὶ οὕτως εὐφραίνεσθαι.

Ἱκέται σου, ταπεινοὶ προσπίπτομεν, Διονύσιε Χριστοῦ ἱεράρχα, καὶ ἐκ ψυχῆς, σοῦ δεόμεθα ὅπως, ἐξιλεώσῃς Αὐτὸν ταῖς πρεσβείαις σου, ἵνα ἐσμὸν ἁμαρτιῶν, συγχωρήσῃ ἡμῖν ὡς Φιλάνθρωπος.

Στερέωσον, τοῖς Χριστοῦ προστάγμασι, τοὺς τιμῶντάς σε τρισόλβιε Πάτερ, καὶ ἐν χαρᾷ, καταξίωσον ὅπως, αὐτοῦ πληροῦν ἐναργῶς τὰ θελήματα, ὡς ἄγγελοι ἐν οὐρανοῖς, καθὼς γράφει σοφῶς ἐν ταῖς βίβλοις σου.

Θεοτοκίον.
Ταἷς πτέρυξι, σῆς ἀγάπης Δέσποινα, ὡς στρουθία καταφεύγομεν πάντες, ἵνα ἐχθροῦ, ἀποφύγωμεν βέλη, τὰ καθ᾽ ἡμῶν ἀενάως ῥιπτόμενα, καὶ οὕτω πάντες ἀβλαβεῖς, σὴν μητρῴαν ἀγάπην δοξάζωμεν.


Δάσωσον τοὺς ἀσφαλῆ σε προστάτην προβαλλομένους, ἀπὸ ποικίλων κινδύνων κλεινὲ Διονύσιε, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, τῷ φιλανθρώπῃ Κρπῇ καὶ Δεσπότῃ.

Ἄχραντε, ἧ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Τἣν μωρίαν σταυροῦ Διονύσιε, τῆς σοφίας τοῦ κόσμου προέκρινας, καὶ τῷ Παύλῳ, μαθητευθεὶς τὴν πίστιν τοῦ Χριστοῦ, σεπτὸς γέγονας ποιμήν, καὶ ἱεράρχης Ἀθηνῶν, βίον ἔχων ἰσάγγελον. Ὅθεν καὶ μαρτυρήσας, εἴληφας πλείστην χάριν, καθικετεύειν
ἐκτενῶς, ὑπὲρ ὅσοι τιμῶσί σε.


Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην

Εἴπεν ὁ Κύριος: Ἔγώ εἶμι ἡ θύρα δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ γομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἶμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐϊς ὧν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἶμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μοὺ ἀκούσουσι, καὶ γενήσεται μία ποίμνῃ, εἷς ποιμήν.

Δόξα...
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Πλάνῃν τὴν πολείδωλον, πτύσας ὡς ἤκουσας Παῦλον, πάτερ Διογύσιε, τῷ Χριστῷ συνήρμοσαι καὶ μυούμενος, οὐρανοῦ μυστήρια, ὥφθῃς ποιμενάρχης, Ἀθηναίων θεοφώτιστος, καὶ θείαν κάραν σου ξίφει ὡς ἀμνὸς ἀποτέτμησαι. Ὅθεν καθικετεύομεν, Ἀρεοπαγῖτα θεσπέσιε· τῷ Χριστῷ ἀπαύστως, ἱκέτευε δοθῆναι τοῖς πιστῶς, μνήμην ἁγίαν τιμῶσί σε, χάριν τὴν τοῦ Πνεύματος.


Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὠς ἰσάγγελον ἔχων, θεωρίαν καὶ βίον πάτερ κατώρθωσας, σοφῶς καθυπογράψαι, τῶν οὐρανίων νόων, θεϊκὴν διακόσμησιν, ὧν μιμητὰς σαῖς εὐχαῖς, τοὺς ὑμνητάς σου δεῖξον.

Ἀθηναίων προέστης, ὡς ποιμὴν χριστοκάρδιος Διονύσιε, καὶ τούτους ἀποστήσας, τῆς πλάνης τῶν εἰδώλων, θείους οἴκους ἀνέδειξας, μεθ᾽ ὧν ναοὺς καὶ ἡμᾶς, σεπτοὺς Δεσπότου δεῖξον.

Ρημάτων σου τῶν θείων, ἔχοντες τὰς βίβλους, ἃς ὁδηγίᾳ συνέθου τοῦ Πνεύματος, δεόμεθά σου Πάτερ, Χριστὸν ἐν ταῖς καρδίαις, μορφωθῆναι πρεσβείαις σου, καὶ Παραδείσου τυχεῖν, πατρίδος τῶν Ἁγίων.

Θεοτοκίον.
Ἐκαίνισας τὸν κόσμον, τῇ σεπτῇ γεννήση τοῦ Θεοῦ Λόγου Πανάμῶμε Δέσποινα, οὗ Ἀρεοπαγίτης, ἐδείχθη ἱεράρχης, καὶ μαρτύτων συνόμιλος, πάντων πιστῶν δὲ θερμός, πρὸς τὸν Δεσπότην πρέσβυς.


Ὠδὴ η΄. Τὸν βασιλέα.
Οὑρανοψύχους, σοὺς ὑμνητὰς δεῖξον Πάτερ, ὁ οὐρανίων ταγμάτων θεοσόφως, ἐκτιθεὶς ἐγγράφως, θείᾳ ἀποκαλύψει.
Π ολλὰ μοχθήσας, ὑπὲρ τῶν τέκνων σου Πάτερ, μὴ ἐλλίπῃς πρεσβεύειν τῷ Δεσπότῃ, ὑπὲρ τῶν αἰτούντων, σὴν θείαν μεσιτείαν.

Ἀνὼ ὑψώσας, νοῦν καὶ καρδίαν σου Πάτερ, ὠνομάσθης πτηνὸν οὐρανοβάμον, ὅθεν ἡμῖν πόθον, ἔμβαλε οὐρανίων.

Θεοτοκίον.
Γἤν καρποφόρον, σῶν ὑμνητῶν τὰς καρδίας Θεοτόκε, δεῖξον σαῖς πρεσβείαις, ὅπως τῷ Κυρίῳ, ὀφθῶμεν εὐαρέστως.


Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον πληγάς μου, ἅς περ ἀνοήτως, ἐμῇ ψυχῇ Διονύσιε ἤνεγκα, καὶ τῆς
ὁδοῦ τοῦ Κυρίου, σφόδρα ἐμάκρυνα.

Τἤν φλόγα τῆς ἀγάπης, ἄσβεστόν μου τήρει, πρὸς τὸν Δεσπότην σοφὲ Διονύσιε, ὥστε χαρᾷ ὑπερβαίνειν, βίου προσκόμματα.

Ἀξίωσόν με Πάτερ, ὥσπερ σὺ τὴν κάραν, ζωὴν προσφέρειν Κυρίῳ ἑκάστοτε, ὥστε τυχεῖν Παραδείσου, ὦ Διονύσιε.

Θεοτοκίον.
Ἀνάνηψίν μοι δίδου, ἐκ τῆς ἀμελείας, Παρθενομῆτορ σεπταῖς ἱκεσίαις σου, καὶ ἀληθοῦς μετανοίας, τρόπους παράσχου μοι.,
εἶτα τό,


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις Διονύσιε ἱερέ, ὁ τοῖς λόγοις Παύλου, ἀγρευθεὶς εἰς ζωὴν Χριστοῦ, καὶ σταυροῦ μωρίαν, τῆς κοσμικῆς σοφίας, προκρίνας Ἀθηναίων, ποιμὴν γεγένησαι.

Πνεύματι ἁγίῳ ὁδηγηθείς, ἔγνως οὐρανίων μυστηρίων πάτερ βυθόν, καὶ ἀγγέλων τάξεις, γνωστὰς τῇ Ἐκκλησίᾳ, ἐποίπσας γραφαῖς σου, ὦ Διονύσιε.

Θεἴος ἱεράρχης τῶν. Ἀθηνῶν, Ἀρεοπαγῖτα, ἀνεδείχθης ζήλῳ πολλῷ, τοὺς πιστοὺς ποιμάνας, καὶ τῷ Χριστῷ συνάψας, μαρτυρικῶς τὸν βίον, τὸν σὸν ἐτέλεσας.

Πἄσαν τὴν ζωήν σου Κυρίῳ δούς, καὶ σεπτήν σοῦ κάραν, τὴν κοπεῖσαν μαριυρικῶς, Τούτῳ θαυμασίως ἀνέθηκας ὡς δῶρον, δρᾶσιν ἐπισφραγίσας, ὦ Διονύσιε.

Φύλαττε τιμῶντάς σου εὐλαβῶς, τὴν ἀγίαν μνήμην, Διονύσιε ἱερέ, καὶ Χριστοῦ ἀγάπην, ἔμβαλε ταῖς καρδίαις, ὅπως ἀξιωθῶμεν, ζωῆς τὴς κρείττονος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἤχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Γνῶσιν ἀποῤῥίψας κοσμικήν, καὶ εἰδώλων πλάνην, ἀποσεισάμενος, ὥφθης Διονύσιε, οἶκος τῆς χάριτος, καὶ ποιμὴν ἀνηγόρευσαι, σοφὸς Ἀθηναίων, ξίφει κάραν τέτμπσαι, στέφος μαρτύρων λαβών· ὅθεν ὡς πλουτῶν παῤῥησίαν, ὑπὲρ τῶν τιμώντων σε πόθῳ, τὸν Δεσπότην πάντοτε ἱκέτευε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Στίχοι

Νύξον τὰς ψυχὰς τῇ ἀγάπῃ Κυρίου,
Πάτερ Διονύσιε, τῶν σὲ τιμώντων.

Ἐγράφῃ, σὺν Θεῷ ἁγίῳ, ὁ παρὼν Παρακλητικὸς κανὼν ἐν τῇ Ἱερᾷ Μονῇ Σίμωνος Πέτρας Ἁγίου Ὄρους Ἄθω, τῇ 4.7.2017.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης