Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Απόστολον Μάρκο Empty Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Απόστολον Μάρκο

Τρι Νοε 19, 2019 12:43 pm
Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Απόστολον Μάρκο


Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια.
Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Απόστολον Μάρκο Euagel10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὃ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Ὠς συγγραφεύς Εὐαγγελίου τοῦ θείου πλουσίαν χάριν οὐρανόθεν ἐδέξω ἀρήγευν τοῖς τιμῶσί σε καί σκέπειν ἀεί τούς ὡς θεοκίνητόν σε ὑμνοῦντας γραφίδα τοῦ Χριστοῦ τήν δύναμιν δι᾽ ἀπείρων θαυμάτων ἐνεργουμένην πᾶσι τοῖς βροτοῖς, θεόφρον Μᾶρκε, σαφῶς καταγράψασαν.

Δόξα. Το αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


καί ὁ Κανών, οὗ ἣ ἀκροστιχίς;
Εὐαγγελιστοῦ Μάρκου λιτάς αἰτοῦμαι. Χ.

Ὤδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Ἐὕἴλατον Κύριον καί Θεόν ἱκέτευε, Μᾶρκε, ὑπέρ πάντῶν τῶν εὐλαβῶς τιμώντων σοῦ μνήμην τήν ἁγίαν, πνευματοκίνητε, θεῖε ἀπόστολε.

‘Υιέ τῆς Μαρίας τῆς εὐσεβοῦς, Βαρνάβα τοῦ πάνυ αὐταδέλφης, υἱούς φωτός ἀνάδειξον, Μᾶρκε, τοῦ ἀστέκτου ἣμᾶς τούς πίστει καί πόθῳ ὑμνοῦντάς σε.

Ἀπόστολε Μᾷρκε, θεοειδές, Βαρνάβα καί Παύλου συνοδῖτα καί συνεργέ, ὁ Κύπρον σαφῶς περιοδεύσας, πρός σωτηρίας ἡμᾶς τρίβους ἴθυνον.

Θεοτοκίον.
Γινώσκοντες πάντες σε ἀρωγόν ταχεῖαν, Παρθένε, ἀντιλήπτορα, βοηθόν καί ῥῦστην ἐκ πάσης βίου ζάλης τῇ πανσθενεῖ σου προσπίπτομεν χάριτι.


Ὠδή γ΄. Οὐρανίας ἁψῖδος.
Γραμματεύς χρηματίσας τῆς τοῦ Χριστοῦ πίστεως, Μᾶρκε, κορυφῆς ἀποστόλων, Πέτρου, παρέδωκας ἣμῖν τας θεἰας ἀρχάς τοῖς σέ τιμῶσιν εὐσχήμως καί τῇ ἄντιλήψει σου σπεύδουσι πάντοτε.

Ἐκκλησίας κοσμῆτορ καί συγγραφεῦ ἔνθεε τοῦ Εὐαγγελίου. τοῦ θείου, Μᾶρκε, τόν Κύριον μή διαλίπῃς ἀεί πέρ ᾿ἣμῶν ἱκετεύων τῶν ἀνευφημούντων σε ὡς βάθρον
πίστεως.

Λύτρωθῆναι μανίας τοῦ βδελυροῦ ὄφεως καί αὐτοῦ δὐνῆς κακουργίας, Μᾶρκε, τούς σπεύδοντας τῇ σῇ θερμῇ ἀρωγῇ Χριστόν ἀπαύστως δυσώπει, Οὗ τό θεῖον Ὄνομα κόσμῳ ἐκήρυξας.

Θεοτοκίον.
Ἰησοῦ παναγάθου Μῆτερ ἁγνή πρόσδεξαι τάς ἱκετηρίους δεήσεις τῶν προστρεχόντων σοι καί τῶν πταισμάτων ἡμῶν ἐξαίτει ἄφεσιν πάντων ὡς Θεογεννήτριαν τῶν εὔφημούντων σε.


Διάσωσον, πνευματοκίνητε Μᾶρκε, τούς σέ ὑμνοῦντας ἀπό πάσης ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος ὡς ἔχων πρός Κύριον παῤῥησίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί την ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἤχος β΄. Πρεσβεία θερμή.

Οἰκεῖε Χριστοῦ καί συνεργέ ἀκάματε Αὐτοῦ μαθητῶν, τό θεῖον Εὐαγγέλιον ὁ συγγράψας, δώρησαι τοῖς ἱκέταῖς σου ἄμφω ὑγίειαν τοῖς σέ τιμῶσιν ὕμνοις μελιχροῖς ἑκάστοτε, Μᾶρκε πνευματέμφορε.


Ὤδή δ΄. Εἰσακήκοα, Κύριε.
Σῶν γραφῶν τοῖς πυρσεύμασι, Μᾶρκε, ὃ φωτίσας τοῦ κόσμου πέρατα, φώτισόν μου τήν σκοτόμαιναν τήν ζοφώδη βίου τοῦ ἀνόμου μου.

Τόν σεπτόν χριστοκήρυκα τῆς ᾿Αλεξανδρείας καί ἀρχιποίμενα, Μᾶρκον ὕμνοις μεγαλύνοντες τάς αὐτοῦ θερμάς λιτάς αἰτούμεθα.

Ο τοῦ Παύλου συνέκδημος ἐν δεσμοῖς, ἀπάλλαξον τους ἱκέτας σου τῶν δεσμῶν φιλαμαρτήμονος βίου, Μᾶρκε, πάνσοφςε ἀπόστολε.

Θεοτοκίον.
‘Υπερόπτας ἀνάδειξον σχέσεων προσύλων τούς σέ γεραίροντας, Θεοτόκε ἀειπάρθενε, καί προσδεχομένους τήν σήν εὔνοιαν.


Ὤδή ς΄ Φώτισον ἡμᾶς.
Μᾶρκε θεαυγές, σύν τῷ θείῳ κατά σάρκα σου τῷ Βαρνάβᾳ ὁ κηρύξας τόν Χριστόν ἐν τῇ Κύπρῳ, δίδαξόν με τά σωτήρια.

Ἄνθος μυριστόν Ἐκκλησίας, Μᾶρκε πάντιμε, εὐωδίασον ἡμῶν τήν βιοτήν ἀμωμήτοις λογισμοῖς καί θείαις πράξεσι.

‘Ρῦου συμφορῶν τούς τιμῶντάς σε, ἀπόστολε, ἔκ τῆς Κύπρου ὡς δρμώμενον, σεπτέ, τῆς νεόδμητον ναόν νῦν ἐγειράσης σοι.

Θεοτοκίον.
Κόπασὸν παθῶν ζοφερῶν ἡμῶν τόν τάραχον, Θεοτόκε, καί πρός ὅρμον γαληνόν ἀπαθείας τούς οἰκέτας σου ὁδήγησον.



Ὤδή στ΄. Τήν δέησιν.
Ο ἄοκνος τοῦ Χριστοῦ ἀπόστολος, Εὐαγγέλιον Αὐτοῦ ὁ κηρύξας ἐν τῇ Αἰγύπτῳ καί ᾿Αλεξανδρείας ἀρχιερεύς, Μᾶρκε, πρῶτος γενόμενος, μή διαλίπῃς τόν Θεόν ἱκετεύων ὑπέρ τοῦ ποιμνίου σου.

“Υμνοῦμέν σε μαθητήν τόν τίμιον τῆς τριάδος, Πέτρου, Παύλου, Βαρνάβα, τῶν κορυφαίων Χριστοῦ ἀποστόλων καί ὑφηλίου κηρύκων, κραυγάζοντες γενοῦ ἡμῖν καταφυγή ἐν ἀνάγκαις τοῖς σέ μακαρίζουοσι.

Λομώττοντας ἀνιάτως πρόσφυγας τούς σούς νόσου ἀποκάθαρον τάχος ὡς ἰατρόν τῶν ψυχῶν καί σωμάτῶν τούς σέ γεραίροντας, Μᾶρκε ἀπόστολε, Ἐὐάγγελίου ἱεροῦ τοῦ Χριστοῦ συγγραφεῦ ἐνθεώτατε.

Θεοτοκίον.
Ἰθύντειρα τῶν πιστῶν πρός θέωσιν, Παναγία, Θεοτόκε Παρθένε, τῆς μετανοίας ὑπάνοιξον πύλας τοῖς σοῖς οἰκέταις καί δεῖξον σωτήριον ἡμῖν ὁδόν τοῖς ἐν χορῷ μεγαλύνουσι σέ, Θεονύμφευτε.


Διάσωσον, πνευματοκίνητε Μᾶρκε, τούς σέ ὑμνοῦντας ἀπό πάσης ἐπιβουλῆς ἐχθροῦ τοῦ ἀλάστορος ὧς ἔχων πρός Κύριον παῤῥησίαν.

Ἄχραντε, ἣ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικήν παῤῥδησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἤχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Εὐαγγελίου σου, Μᾶρκε, πυρσεύμασι Χριστοῦ θαυμάτὧν κηρύττοντος ἄβυσσον σχεδάζεις ἡμῶν τήν ἀσθένειαν καί εὐφροσύνην παρέχεις καί δύναμιν αὐτό ἀναγνῶσαι τοῖς σπεύδουσι.

Προκείμενον.
Ἐὶς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ... ᾿
Στίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ...

Εὐαγγέλιον κατά Λουκᾶν (Κεφ. ι΄ 16-21).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταίς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.  Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Δόξα.
Ταῖς τοῦ ᾿Αποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων..

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μᾶρκε ἀξιάγαστε, τοῦ θείου Πνεύματος σκεῦος διαυγές, ὁμόζηλε ἀποστόλων πίστεως καί ἐπίσκοπε πρῶτε τῆς πόλεως τῆς ᾿Αλεξανδρείας, ὁ τόν λέοντα ὡς σύμβολον ἔχων περίδοξον τοῦ Εὐαγγελίου τοῦ θείου σου, τούς πόθῳ προσιόντας σοι καί ἐξαντουμένους σήν προστασίαν τῶν θηρῶν παγίδων ἐξάρπασον ταχύ τῶν νοητῶν καί βασιλεῦσαι ἀξίωσον πάντας σύν τῷ Κτίσαντι.

Σῶσον, ὁ Θεός, τόν λαόν Σου....

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τούς καρπούς σωτηρίας γεωργεῖν τόν ἱκέτην τόν σόν ἐνίσχυσον, ὡς ἄν τῆς ἁμαρτίας ἐκφύγω τήν ἀπάτην και χαρᾶς τῆς ἀτέρμονος ἐπαπολαύσω λιταῖς ταῖς σαῖς, θεόφρον Μᾶρκε.

Ἀποστόλον οἰκεῖος ἐκ νεότητος, Μᾶρκε, ὀφθείς ἐζήλωσας αὐτοῖς διακονῆσαι καί τοῦ Χριστοῦ συγγράψαι το σεπτόν Ἐϊῤαγγέλιον, οὗ καί ἡμᾶς τάς ἀρχάς ἀξίωσον τηρῆσαι.

Σον ἱμάτιον, Μᾶρκε, ὁ λιπῴν προδοσίας ἐν ὥρᾳ Κτίσαντος Γεθσημανῇ ἐν κήπῳ, Αὐτοῦ ἵνα οἰκεῖος μή γνώσθῇς, καταξίωσον ἄχρι θανάτου Χριστόν ὁμολογεῖν μὲ χαίρων.

Θεοτοκίον.
Ἀπειρόγαμε Κόρη, ἐν χερσί σου ὡς βρέφος Χριστόν, βαστάσασα, Ὅν ἕτεκες ἀφράστως, χειρῶν με τοῦ Βελίαρ τοῦ παγκάκου ἀπάλλαξον ἐν ἀνομίας βυθῷ ποθοῦντος, φεῦ, μέ πνίξαι.


Ὤδή η΄. Τόν Βασιλέα.
“Υμνῶν σε, Μᾶρκε, ὡς συγγραφέαν θεόπνουν καί, ποιμένα τῆς ᾿Αλεξανδρείας πρῶτον ἐξαιτοῦμαν τάς προς Θεόν εὐχαίς σου.

Τροφήν μου πέμψον ὑψόθεν, Μᾶρκε, ἀγήρω βιοτῆς τόν ὡς θεῖον τιμῶντα χριστωνύμων πάντων τῷ ὄντι τροφοδότην.

Ο ἐκ τῆς Κύπρου καταγωγήν ἕλκων, Μᾶρκε, ἕλκυσόν με πρός πόλιν τήν ἄνω, ἵνα σύν ἀγγέλοις Χριστόν ἀεί δοξάζω.

Θεοτοκίον.
“Υψίστου θρόνε περικλεές, Θεοτόκε, ἀρετῆς θρόνους ποίησον πάντων τῶν πιστῶν καρδίας τῶν σέ μεγαλυνόντων.


Ὤδή θ΄. Κυρίως Θεοτόκον.
Μἡ διαλίπῃς, Μᾶρκε, ἀποστόλων γέρας, ἑνί ἑκάστῳ παρέχειν ἑκάστοτε ἄμφω ὑγίειαν, δώμην, ἰσχύν και δύναμιν.

Ἀγγέλων συμπολῖτα, Μᾶρκε, θεολόγων ἧ μεγαλόφωνος σἀλπιγξ, προσάγαγε ἡμῶν αἰτήσεις Κυρίῳ τῷ Παντοκράτορι.

Ἰχνηλατεῖν τάς τρίβους τῶν θεοκηρύκων ἧμᾶς σεπτῶν ἀποστόλων ἀξίωσον, ὧν ἠκολούθησας, Μᾶρκε, ὁδοῖς γηθόμενος.

Θεοτοκίον.
Χαράς μου τήν καρδίαν πλῆσον, Θεοτόκε, τοῦ θείου Μάρκου πρεσβείαις καί δίωξον μακράν ὀμίχλην ζοφώδη πασῶν μου θλίψεων.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαἴροις, ὃ ἀπόστολος τοῦ Χριστοῦ, πνευματοκινήτως Εὐαγγέλιον ἱερόν ὁ συγγράψας, Μᾶρκε, πρός κόσμου σωτηρίαν καί ἄνοδον πρός δόμους ἀϊδιότητος.

Χαἴρει σε τιμῶσα πανευλαβῶς νῆσος τῶν Κυπρίων ὠς συνέκδημον, συνεργόν καὶ πνευματοφόρον ἀνεψιόν Βαρνάβα, δοχεῖον Παρακλῆτου, Μᾶρκε πανεύφημε.

Κλέϊσμα τοῦ θρόνου καί ἀπαρχή τῆς ᾿Αλεξανδρείας, Μᾶρκε, ὄνομα τοῦ Χριστοῦ ἐν Νειλῴᾳ χώρᾳ ἐκήρυξας πανσόφως καί ἔμψυχον ἀγέλην ταύτης ἐποίμανας.

Πέτρου κορυφαίου σεπτός υἱός ὥφθης κατά πνεῦμα, ὡς ἐκεῖνος ὁμολογεῖ, Μᾶρχκε θεοφόρε, Εὐαγγελίου θείου γραφεῦ καί ἀποστόλων πάντων ὁμόσκηνε.

Μἡ ἐλλίπῃς, Μᾶρκε, ἐκδυσωπῶν τόν Δεσπότην πάντων καταπέμψαι ἥμῖν ταχύ ἄφεσιν πταισμάτων καί σωτηρίους δόσεις τοῖς σέ ὑμνολογοῦσιν ὡς συμπαθέστατος.

Μᾶρκε ἀποστόλων ἣ καλλονή, θείου σου Βαρνάβα ἠκολούθησας ταῖς ὁδοῖς καί αὐτοῦ τό σκῆνος κηδεῦσαι ἠξιώθης πανευλαβῶς ἐν Κύπρῳ τῇ νῦν τιμώσῃ σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

καί τό ᾿Απολυτίκιον.
Ἤχος πλ. α΄. Τόν συνάναρχον Λόγον.

Ἀποστόλων Κυρίου σεπτόν συνέκδημον, Βαρνάβα, Πέτρου καί Παύλου, καί συγγραφέα λαμπρόν ἱεροῦ Εὐαγγελίου ἀναμέλψωμεν Μᾶρκον, ὡς πίστεως φανόν καί ποιμένα στοργικόν τόν πρῶτον ᾿Αλεξανδρείας βοῶντες φώτισον πάντας ἐν ἀγνωσίᾳ τούς καθεύδοντας.

Ἔκτενής καί, ᾿Απόλυσις, μεθ᾽ ἥν ψάλλομεν τό ἑξῆς·

Ἤχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Μἄρκε, ἀποστόλων συνεργέ, Πέτρου καί, Βαρνάβα και Παύλου, ὃ τό θεόπνευστον γράψας Εὐαγγέλιον, ἡμῶν τήν δέησιν τῶν τιμώντων σε πρόσδεξαι καί ῥῦσαι θανάτου τοῦ διαιωνίζοντος τούς εὐφημοῦντάς σε ὥσπερ θείου Πνεύματος λύραν τήν πιστούς ἥδύνουσαν πάντας θαύματα Χριστοῦ ἀναγιγνώσκοντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον·

Σκέδασον ζόφωσιν, ἀπόστολε Μᾶρκε,
Χαραλάμπους σπεύδοντος τῇ ἀρωγῇ σου.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης