Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις τον Άγιο Γεώργιον τον Τροπαιοφόρο Empty Χαιρετισμοί εις τον Άγιο Γεώργιον τον Τροπαιοφόρο

Σαβ Νοε 16, 2019 1:55 pm
Χαιρετισμοί εις τον Άγιο Ένδοξον Μεγαλομάρτυρα Γεώργιον τον Τροπαιοφόρο

Χαιρετισμοί εις τον Άγιο Γεώργιον τον Τροπαιοφόρο Georgi10


Κοντάκιον Ἤχος πλ. δ’ Τῆ ὐπερμάχω
Ὠς τοῦ Χριστοῦ Μεγαλομάρτυρα παμμέγιστον, καὶ τῆς Παρθένου κατά πάντα φίλον γνήσιον, ἀνυμνούμέν σε, Γεώργιε στρατηλάτα. αλλ' ὠς ἔχων ἐξ αὐτής του Ὄρους ἀπασαν προστασίαν καὶ ἠμᾶς αεί περίσωζε τοῦς βοῶντας σοι• Χαίροις Μάρτυς Γεώργιε.

Ἀγγελοι σοῦς ἀγῶνας καὶ τοῦς ἄθλους ιδόντες, ἐθαύμασαν Γ εώργιε Μάρτυς (γ) ἄνθρωποι δε καὶ τῶν Ἀσωμάτων τάγματα, σε νικητήν συνέχαιρον• και έκθαμβος ο Μιχαήλ Αρχάγγελος, προς σε κραυγάζει ταύτα•

Χαῖρε, ὸ μείζων ἐν ἀθλοφόροις•
Χαῖρε, ὸ μέγας ἐν τοῖς ἀνθρῶποις
Χαῖρε, Καππαδόκων τὸ ἄνθος το εὔοσμον•
Χαῖρε, Παλαιστίνης τὸ κλέος το ἔνθεον.
Χαῖρε, Μάρτυς καὶ υιός Μάρτυρος χριστιανοῦ πατρός•
Χαῖρε, οὐ τὠ τάφω ὤρκισε μήτηρ σου Χριστῶ μείναι πιστός.
Χαῖρε, ὄτι τω κάλλει ὠς Αρχάγγελος ὤφθης•
Χαῖρε, ὄτι ἐν ἴππω ἀστραπή καθωράθης.
Χαῖρε, στρατοῦ το ἔξοχον θέαμα•
Χαῖρε, λαοῦ θρύλος καὶ ἴνδαλμα.
Χαῖρε, Θεόν ο δοξάσας καὶ Πλάστην•
Χαῖρε, υπέρτερος πάντων ἐν πᾶσι.

Χαίροις, Μάρτυς Γεώργιε.

Βλέπων σε στρατευθέντα, ο δεινός Αυτοκράτωρ, ἀξίωμα χαρίζει σοι μέγα, ὀπλίτα Γεώργιε μη ειδῶς Χριστοῦ πιστόν σε ο ἄπιστος, Χιλίαρχον, ἐν τὠ στρατό σε ἔθετο, τον ψάλλοντα τη Τριάδι

Ἀλληλούϊα.

Γνῶσιν ἔχων εὐθείαν, ο σοφός πρὸς τα θεία, εγένετο γνωστός ἐν γη πόση καὶ τῆν τῶν Λασσαίων πόλιν ἔφιππος διελθών, τερατώδη δράκοντα απέκτεινε ο πάγκαλος, διό καὶ παρ’ ἠμῶν ἀκούει•

Χαῖρε, Ρωμαίων στρατοῦ στρατάρχα·
Χαῖρε, ἀδικουμένων μέγιστε προστάτα
Χαῖρε, της ανδρείας το ἔμψυχον ἄγαλμα·
Χαῖρε, της αγνείας το ἔξοχον ἄρωμα.
Χαῖρε, ὄτι διεσπάραξας δράκοντα τον φοβερόν·
Χαῖρε, ὄτι φήμην δέδωκας ἤρωος παντί λαώ.
Χαῖρε, ὀς ἐλυτρώσω βασιλίδα θανάτου·
Χαῖρε, ὀς απεσπάσω τὸν λαόν ἐκ βαράθρου.
Χαῖρε, πηγήν ὸ βλύσας τὠ λόγω σου·
Χαῖρε, τῆν γην πληρώσας πληρῶσας θαυμάτων σου.
Χαῖρε, πτωχοίς τὸν σον πλούτον σκορπίσας·
Χαῖρε, Εδέμ θησαυρούς ὸ συνάξας.

Χαίροις, Μάρτυς Γεώργιε.

Δύναμις τοῦ Υψίστου, δυνατόν κατά πάντα, Γεώργιε ἐδειξέ σε, Μάρτυς καταφρονῶν γὰρ τιμῶν βασιλέως, αὐτού τῆν ἀθείαν ἤλεγξας, καὶ τὸν Χριστόν Θεόν ἐκήρυξας, μεγαλοφῶνως κράζων·

Ἀλληλούϊα.

Ἔφιππος ἐν πολέμοις, νίκης τρόπαια φέρεις, διό Τροπαιοφόρος ἐκλήθης• ἐν εἰρκτή δε κατ’ ὄναρ Χριστός, φίλημά σοι δέδωκε στεφανώσας σε δηλητήρια δε πιῶν καἰ μείνας ἀβλαβής ἀκούεις παρ’ ἠμῶν τοιαύτα·

Χαίρε, Γεώργιε ἀθλοφόρε·
χαίρε, αήπητε τροπαιοφόρε.
Χαίρε, τῶν Μαρτύρων ο πρώτος καὶ μέγιστος·
χαίρε, νικητής κατά πάντων θεόστεπτος.
Χαίρε, ὄτι τρώσεις έφερες συ εν όλη σου σαρκί·
χαίρε, ὄτι ἐνεκλείσθης ἐν ζοφώδει φυλακή.
Χαίρε, ὄτι ετέρφθης τη Δεσπότου ἐμφανίσει·
χαίρε; ὄτι εδέχθης χάριν τη Αυτόῦ κατασπάσει.
Χαίρε, ἐγγύς Χριστοῦ ο ιστάμενος·
χαίρε, Αυτόῦ το θάρρος δεξάμενος.
Χαίρε, δἰ’ ὀν τας κολάσεις υπέστης•
χαίρε, πρὸς ὀν παρ’ ἐλπίδι μετέστης .

Χαίρε, Μάρτυς Γεώργιε.

Ζέων τοῦ θείου πόθου, ὤσπερ λέων, ο Μάρτυς, πρὸς τοῦς αγώνας ὤρμησεν μόνος ἐκακουχήθη γὰρ ἐν δίψη καὶ λιμώ, και επί ξύλω τοῖς ποσί κατεπιέσθη, καὶ πόνους ὐπομένων τρομερούς, ἐβόα οῦτως·

Ἀλληλούϊα.

Ἤνεγκας τῆν φρικώδη, τοῦ τροχοῦ κακουχίαν, καὶ ὄλος συ μία πληγή ἔστης, ὠ Γεώργιε, τοῖς ορῶσι σε• ἀλλ’ ο θείος Ἄγγελος λύσας τῶν δεσμῶν σε υγιή και ὠραιότατον ὠς πριν ἔδειξεν τοῖς βοῶσι·

Χαῖρε, δαρθείς βουνεύροις το σῶμα·
Χαῖρε, τυφθείς κοντῶ τῆν γαστέρα.
Χαῖρε, ὸ τροχοῦ ὐποστάς τῆν δυσχέρειαν·
Χαῖρε, ὸ Θεοῦ εκδεξάμενος πρόνοιαν.
Χαῖρε, ἐν ἀσβέστου λάκκω ἐμβληθείς τὠ φλογερῶ·
Χαῖρε, ἀβλαβής ο μείνας ἐνδυσάμενος Χριστόν.
Χαῖρε, ὸ υπομείνας σιδηράς τε κρηπίδας·
Χαῖρε, ὸ βηματίσας σῦν αυτάῖς ὤσπερ γίγας.
Χαῖρε, αὐτᾶς ποσί περιθέμενος·
Χαῖρε, αυτῶν τοῦς ἤλους δεξάμενος.
Χαῖρε, πληγάς παντί τω σώματι ο εσχηκῶς·
Χαῖρε, τὠ Θεῶ τὸν ὔμνον καὶ τὸ αἰμά σου προσενεγκῶν.

Χαίροις, Μάρτυς Γεώργιε.

Θέλων αυτόκλητος ἤλθον, καὶ θνήσκω υπέρ Χριστοῦ προθύμως ἐκραύγαζε τοις παρανόμοις ὸ γενναίος ὸπλίτης σώμα μου ο παρέδωκα τὠ Ιησοῦ, ὄλον μεληδόν κατακόψατε, νικά γὰρ Χριστοῦ ο πόθος τὴς σαρκός τὸν πόνον ἐν τὠ ψάλλειν οῦτως·

Ἀλληλούϊα.

Ἴδον οι παρεστώτες, θεοδώρητον θαύμα, γενόμενον διά σου ἀθλοφόρε είδον ζωοθέντα νεκρόν, ὀν μετά ταφήν, καὶ χρονιάν ἐν μνήματι κατάθεσιν, θανόντα προ Χριστοῦ, ανέστησας ἀκούων παρά πάντων οῦτως·

Χαῖρε, τὸν ἄρχοντα ἄδου νικήσας·
Χαῖρε, νεκρόν ευχή ἀναστήσας.
Χαῖρε, οῦτος γὰρ τὸν Χριστόν Θεόν ἐκήρυξε·
Χαῖρε, ὄτι καὶ αῦθις πεσών προσεκύνησε.
Χαῖρε, ὄτι συ απέδειξας τῆν ανάστασιν νεκρῶν•
Χαῖρε, ὸ το δεσμωτήριον διδακτήριον ποιῶν.
Χαῖρε, ὄτι καὶ λίθον δέχεται σου το στήθος ·
Χαῖρε, ὄτι βασάνων ὐπομένεις το πλήθος.
Χαῖρε, δι’ οὐ Χριστός συνδοξάζεται·
Χαῖρε, δι’ οὐ ἐχθρός μυκτηρίζεται.
Χαῖρε, Γεώργιε τὴν γὴν ὸ οὐρανώσας·
Χαῖρε, τᾶ ουράνια ἄθλοις σου ὸ ἐκθαμβῶσας.

Χαίροις, Μάρτυς Γεώργιε.

Κάτω, τοῦς εἰς τα ἄνω τοῦ βωμοῦ ἰσταμένους θεούς, τοῦς μη θεοῦς, διά λόγου συνέτριψας εἰς μόνος Θεός ἔστιν ὸ Χριστός, τοῦ ἐν τὠ ειδώλω δαίμονος ὀμολογοῦντος μεν, αλλά μηδέποτε βοῶντος οῦτως·

Ἀλληλούϊα.

Λέλυται ὸ Διοκλητιανός τὴς ελπίδος, καὶ δίδωσι κατά του ἀγίου, καὶ αυτής τὴς βασιλίσσης Αλεξάνδρας, θανάτου τῆν ἀπόφασιν καὶ νῦν ο μέγας τοῦ Χριστοῦ πρωταθλητής, δέχεται χαῖρων καὶ ἠμῶν τὸν ὔμνον, ἀναβοῶντων πόθω·

Χαῖρε, Γεώργιε Χριστομάρτυς·
Χαῖρε, σῦν τη Αλεξάνδρα αῦθις.
Χαῖρε, βασιλέαν ἐλέγξας τὸν ἄθεον·
Χαῖρε, βασιλίδος ὸ δείξας το φιλόθεον.
Χαῖρε, ὄτι ξίφος ἔκοψεν τῆν ωραίαν κεφαλήν·
Χαῖρε, ὄτι στέφος είληφας ἄφθαρτον ἐν οὐρανοίς.
Χαῖρε, ὄτι το σῶμα σου καταλέλοιπας ἐν γη·
Χαῖρε, ὄτι το πνεύμα σου ἔδωκας Θεοῦ χειρί.
Χαῖρε, δι’ ὸ οικείς τα οὐράνια·
Χαῖρε, δι’ ὸ φρουρείς τα επίγεια.
Χαῖρε, δι’ οὐ ἐκ κινδύνων λυτρούμεθα·
Χαῖρε, δι’ οὐ ευφροσύνης πληρούμεθα.

Χαίροις, Μάρτυς Γεώργιε.

Μέγαν σοι ὠκοδόμησε ναόν, Κωνσταντίνος ὸ Μέγας, τὠ σω τάφω ἐν Λύδδα ἐν ὠ κατετέθη θεία χάριτι, ὴ ση αγία σορός, πρὸς ὀν ἐνατενίζοντες, λατρείαν νῦν προσφέρομεν Θεῶ καὶ ὔμνον, τον χερουβικόν ·

Ἀλληλούϊα.

Νῦν, πανένδοξε Μάρτυς, ὴ λαμπρά εορτή σου, δις τοῦ ἔτους τελείται, στρατάρχα ἐν αἰς, ἄρχοντες, λαός καὶ ἄπασαι φυλαί τὴς γὴς, προστρέχοντες τοῖς σοῖς ναοῖς, βοῶσιν ὲν ἀγαλλιάσει οῦτως ·

Χαῖρε, λαμπρόν τῆς χάριτος ἔαρ·
Χαῖρε, θνητῶν ἀθάνατον νέκταρ.
Χαῖρε, Ἐκκλησίας δόξα καὶ θρίαμβος·
Χαῖρε, εὐσεβῶν βασιλέων υπέρμαχος.
Χαῖρε, ὄτι τη κοιμήσει σου ἔαρ χαῖρει καὶ σκιρτά·
Χαῖρε, ὄτι τῆν μετάθεσιν τοῦ σκήνους σου χειμῶν ορά.
Χαῖρε, ὸ ἀγιάζων τῆν περίοδον πᾶσαν·
Χαῖρε, ὸ καταυγάζων τῆν περίγειον πᾶσαν.
Χαῖρε, ὸ καταυγάζων τῆν περίγειον πᾶσαν·
Χαῖρε, δι’ οὐ σκιρτῶσι φιλέορτοι·
Χαῖρε, ἐν ὠ θρηνούσιν οι δαίμονες.
Χαῖρε, χαράς ο τρυφῶν ουρανίου·
Χαῖρε, ἠμᾶς ὸ πληρῶν παντός θείου.

Χαίροις, Μάρτυς Γεώργιε.

Ξένα σου Μάρτυς φαίνει, τα τεράστια πάντα, Γεώργιε, καὶ λίαν φρικῶδη τὸν γὰρ δαίμονα προστάζει σου δεσμοῖς κρατείς ἀμετάθετον, ταπεινῶσας τὸν υπερήφανον, τὸν μη ταπεινούμενον καὶ τὠ Θεῶ κραυγάζειν οῦτως·

Ἀλληλούϊα.

Ὄλος ἀπενεκρώθη, ὸ το τόξον εὐθύνας, τοῦ βλάψαι τῆν εικόνα σου, Μάρτυς, ἐν τὠ ναώ σου Σαρακηνός, οὐ το βέλος πρὸς εαυτόν ἐπέστρεψεν συ δε τούτον ἀνέστησας, φρικτῶ θαύματι, σοι βοῶντα·

Χαῖρε, ναοῦ σου ὴ ευκοσμία·
Χαῖρε, στρατοῦ σου ὴ πανοπλία.
Χαῖρε, τῶν ἀπίστων το τραύμα Γεώργιε·
Χαῖρε, τῶν πιστῶν τὸ θαύμα μυριόνικε.
Χαῖρε, ὄτι πανταχού ηγέρθη σοι σεβάσμιος ναός·
Χαῖρε, ὄτι ση σεπτή εικῶν υπάρχει ἐν παντί Θεοῦ ναώ.
Χαῖρε, τὸν φονευθέντα ἀσεβή ὸ ἀναστήσας·
Χαῖρε, ὀ τὸν δυσσεβούντα Μάρτυρα Χριστοῦ ποιῆσας.
Χαῖρε, ὀ δούς τὠ μεν ἀναζώωσιν·
Χαῖρε, ὀ δούς τὠ δε τῆν συγχῶρησιν.
Χαῖρε, ὀ ομοιάζων τη ψυχή σου Ἀγγέλοις·
Χαῖρε, ὀ υπερβάλλων τοῦς πολλοῦς ἐν τὠ κάλλει.

Χαίροις, Μάρτυς Γεώργιε.

Πάσα τάξις Αγγέλων, και πιστών Ορθοδόξων, δοξάζει σε και απίστων, Μάρτυς και τα σα θαυμάσια σοφέ, και την προς Θεόν παρρησίαν βλέπουσα, βοά εν παντί τόπω προς Αυτόν και μετά σού απαύστως·

Ἀλληλούϊα.

Ρῦσαι, παντός κινδύνου, τοῦς ἠμᾶς σε καλοῦντας, και δέχου τᾶς ἠμῶν ἰκεσίας, ὠς ἐδέξω τῶν ἀπανταχού τὴς Οικουμένης ἐν αἰχμαλωσία, θρήνους καὶ δάκρυα, οὐς ὠς συμπαθής ἠλευθέρωσας, ἀκούων παρά πάντων οῦτως·

Χαῖρε, ὸ Άγγελος ἐν ἀνθρῶποις·
Χαῖρε, ὸ ἔνυλος ἐν Ἀγγέλοις.
Χαῖρε, ὸ κατορθώσας τελειότητος μέτρον·
Χαῖρε, ὸ ἐπιφθάσας αγιότητος ὔψος.
Χαῖρε, ὄτι πολλούς ἔσωσας αἰχμαλῶτους ἀθλητά·
Χαῖρε, ὄτι τούτους ἔπλησας τὴς ἐνθέου σου χαράς.
Χαῖρε, ὸ θριαμβεύσας κατ’ ἐχθρῶν ἐν πολέμοις·
Χαῖρε, ὸ ταπεινῶσας τὸν ἐχθρόν θείοις ἔργοις.
Χαῖρε, ὸ εν πολέμου τη τέχνη ανίκητος•
Χαῖρε, ὸ ἐν πᾶσι τοῖς ἄθλοις ἀκαταγώνιστος.
Χαῖρε, ἐλπίς καὶ χαρά αιχμαλῶτων·
Χαῖρε, ἰσχύς καὶ στοργή ἀδυνάτων.

Χαίροις, Μάρτυς Γεώργιε.


Σῶσον, Θεέ μου σοῦς δούλους, δι’ εμοῦ, τοῦς τιμῶντας με, ο Μάρτυς Γεώργιος κράζει• καὶ ως Ἀγγελος, ὠς ἀστραπή ἐν ἴππω λευκῶ, διατρέχων γὴν καὶ οὐρανούς, προφθάνει πάντας πανταχού, κραυγάζων ἐν θριάμβω οῦτως·

Ἀλληλούϊα.

Τέρπεται ὸ ναός σου, ὸ σεπτός τη ση δόξη, θαυμάτων τε δεικνύμενος κρήνη• οὔκ ἔστιν γὰρ ου γὴ ουδέ θάλασσα, ου πόλις οὔκ ἔρημος, ἔνθα τῶν θαυμάτων οι κρουνοί, οὐχ ὐπερβλύζουσι τοῖς ἐκβοῶσι μετά δέους ταύτα·

Χαῖρε, το ἄστρον τῆς ἐκκλησίας·
Χαῖρε, το ἄνθος ἀθανασίας.
Χαῖρε, ποταμός τῶν θαυμάτων αένναος·
Χαῖρε, ιατρός τῶν νοσούντων ὸ εὔσπλαγχνος.
Χαῖρε, σῶματος ὠραιοτάτου υπεριδών ὄντως αγνέ·
Χαῖρε, ψυχής σου ἀθανάτου ἐπιμελησάμενος σοφέ.
Χαῖρε, υπερασπίζουν τοῦς πιστοῦς ἐν ανάγκαις·
Χαῖρε, ὸ ἐκφοβίζουν τοῦς απίστους πολλάκις.
Χαῖρε, ὸ προκρίνας τῆς ζωής υπέρ Χριστοῦ τίμιον θάνατον·
Χαῖρε, ὸ κερδίσας δόξαν τὴν παρ’ Αυτού τῆν αθάνατον.
Χαῖρε, το βλέπειν τοῖς τυφλοῖς ὸ χαρίζουν·
Χαῖρε, τοῖς νοσοῦσιν θείαν ἴασιν δίδουν.

Χαίροις, Μάρτυς Γεώργιε.

‘΄Υμνος μέγας σοι πρέπει, τω κοινώ εὐεργέτη, Γεώργιε, τοῦ κόσμου προστάτα συ γὰρ ου λείπεις φρουρείν και σκέπειν ἐκ παντοίων κινδύνων καὶ θλίψεων, τοῦς σε ποθοῦντας Ἄγιε, καὶ ἄδοντας ἐν τὠ ναῶ σου οῦτως·

Ἀλληλούϊα.

Φέροντες Μάρτυς νῦν ἄνθη τη θαυματουργώ σου εικόνι, θερμῶς εὐχαριστούμεν σοι πάντες καὶ μεν τω θείου σου ναῶ, ὐμνούμεν τῆν σην δόξαν θεοδόξαστε, ἐν δε τη μνήμη Μάρτυς τῶν θαυμάτων σου, θάμβει βοῶμεν οῦτως·

Χαῖρε, ὸ πρόμαχος ὄρους Ἄθω·
Χαῖρε, αείρροος κρήνη θαυμάτων.
Χαῖρε, τοῦ στρατοῦ σου ο μέγας ταξίαρχος·
Χαῖρε, τοῦ λαοῦ σου ο θείος ειρήναρχος.
Χαῖρε, ὸ ἐν εὐγενεία γένους σου διακριθείς·
Χαῖρε, τὴς μονής Ζωγράφου ἐν τὠ Ἄθω ὸ λαμπτήρ.
Χαῖρε, ὸ θαυμαστώσας σου αγίαν εικόνα·
Χαῖρε, ὸ ἀποστείλας μοναχοῖς δώρον μέγα.
Χαῖρε, ὸ δοῦς ἠμῖν ρῶσιν σώματος τε καὶ ψυχής·
Χαῖρε, ὸ δοῦς ἠμῖν γνῶσιν ἔνθεον καὶ θαυμαστήν.
Χαῖρε, τοῦς πάσχοντας Μάρτυς ο προφθάνων·
Χαῖρε, πρεσβείαν Θεῶ ὸ προσάγων.

Χαίροις, Μάρτυς Γεώργιε.

Χάριν θείαν πλουτήσας, ὠ Γεώργιε μάκαρ, ὀ μέγιστος ἠμῶν ἀντιλήπτωρ, Χριστῶ πρέσβευε υπέρ ἠμῶν, τῶν προσκυνούντων οἴκον σου σεπτόν Ἄγιε, ποιείν Αυτόῦ το θέλημα ἐν φόβω πάντοτε, ἴνα κράξω μεν οῦτως·

Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν ὔμνον, ἐν αγίω ναῶ σού, Γεώργιε, βοῶμεν σοι πάντες• τὠ Θεῶ μη παύση τοῦ αιτείν τῶν πταισμάτων ἄφεσιν, μετάνοιαν, ειρήνην τε σοῖς δούλους, τοῖς βοῶσί σοι, μεγαλομάρτυς•


Χαῖρε, ὸ ἄρχων Καππαδοκίας•
Χαῖρε, ὸ μύστης τὴς θεαρχίας.
Χαῖρε, τῶν ἐν Ἄθω μονών προϊστάμενος·
Χαῖρε, τῶν ἐν θλίψει ἀεί παριστάμενος.
Χαῖρε, ἄνω σῦν Δημητρίω παραστάτης τοῦ Χριστοῦ·
Χαῖρε, κάτω τῶν δυνάμεων ὸ προστάτης τοῦ στρατοῦ.
Χαῖρε, υπέρ τῶν ὄλων τω Θεῶ ἰκετεύων·
Χαῖρε, ὸ τῶν σων δούλων ἐκτενῶς προστατεύων.
Χαῖρε, αγίων ὸ προφιλέστερος•
Χαῖρε, Μαρτύρων ὸ ἐνδοξότερος.
Χαῖρε, τῶν στρατευομένων ὀ γενναίος προστάτης
Χαῖρε, φωτός τρισηλίου ὸ ενθεῶτατος λάτρης•

Χαίροις, Μάρτυς Γεώργιε.

Ὠ Γεώργιε Μάρτυς, πρωτοστράτηγε τοῦ Βασιλέως Χριστοῦ καὶ δόξα στρατοῦ σου (γ') προσδεξάμενος τῆν προσφοράν ἠμῶν, ἐκ παντοίων ρῦσαι κινδύνων τοῦς ὐμνοῦντας σε καὶ ἐκ πᾶσης ἀνομίας, τοῦς Θεῶ βοῶντας

Ἀλληλούϊα.

Κοντάκιον Ἤχος πλ. δ’ Τῆ ὐπερμάχω

Ὠς τοῦ Χριστοῦ Μεγαλομάρτυρα παμμέγιστον, καὶ τῆς Παρθένου κατά πάντα φίλον γνήσιον, ἀνυμνούμέν σε, Γεώργιε στρατηλάτα. αλλ' ὠς ἔχων ἐξ αὐτής του Ὄρους ἀπασαν προστασίαν καὶ ἠμᾶς αεί περίσωζε τοῦς βοῶντας σοι•
Χαίροις Μάρτυς Γεώργιε.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης