Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Γεώργιο ο Χιοπολίτης Empty Παρακλητικός Κανών εις τον Άγιο Γεώργιο ο Χιοπολίτης

Δευ Νοε 04, 2019 9:04 am
Παρακλητικός Κανών εις τον Άγιο Γεώργιο ο Χιοπολίτης

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τον Άγιο Γεώργιο ο Χιοπολίτης Ca_soa10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς προσιόντας τῷ σεπτῷ σου λειψάνῳ, καὶ ἐξαιτοῦντας τὴν θερμήν σου πρεσβείαν, Ἱερομάρτυς Ἅγιε Γεώργιε, πάσης ἀπολύτρωσαι, ἐπηρείας καὶ βλάβης, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν νοσημάτων, καὶ εἰρηναίαν αἴτησαι ζωήν, καὶ τῶν πταισμάτων ἡμῖν τὴν συγχώρησιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Γεώργει χάριν ἡμῖν, ὦ Πάτερ. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Γεώργει τοῖς πίστει εἰλικρινεῖ, τῇ σῇ φερωνύμως, καταφεύγουσιν ἀρωγῇ, βοήθειαν θείαν τε καὶ χάριν, ταῖς πρὸς Θεόν σου πρεσβείαις Γεώργιε.

Ἐκ πάσης ἀνάγκης καὶ προσβολῆς, ἐχθροῦ τοῦ δολίου, διατήρησον ἀσινεῖς, τοὺς πίστει καὶ πόθῳ προσιόντας, τῷ ἱερῷ σου λειψάνῳ Γεώργιε.

Ὡς θεῖος μεσίτης πρὸς τὸν Θεόν, τῶν σὲ κεκτημένων, ἀντιλήπτορα ταχινόν, ἱκέτευε Πάτερ τὸν Σωτῆρα, ὡς ἂν πταισμάτων τὴν ἄφεσιν λάβομεν.

Θεοτοκίον.
Ῥοαῖς τῶν πλουσίων Σου οἰκτιρμῶν, παθῶν μου τὸν ῥύπον, αποκάθαρον δυσωπῶ, Κεχαριτωμένη Θεοτόκε, καὶ τὴν νοσοῦσαν ψυχήν μου θεράπευσον.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γεωργεῖν θεῖον φόβον δίδου ἡμῖν δύναμιν, ὡς Ἱερομάρτυς Κυρίου, Πάτερ Γεώργιε, ὡς ἂν ῥυώμεθα, ἐπιβουλῶν τοῦ βελίαρ, καὶ Θεῷ δουλεύωμεν, βίου σεμνότητι.

Ἐναθλήσας νομίμως ὡς ἱερεὺς ἔνθεος, πάσης ἀνομίας καὶ πλάνης, ἡμᾶς ἀπάλλαξον, Πάτερ Γεώργιε, καὶ ἐν τῶ νόμῳ Κυρίου, ἀκλινῶς πορεύεσθαι, ἡμᾶς ὁδήγησον.

Ἱερεὺς θεοφόρος ὡς ἀληθῶς πέφηνας, καὶ μαρτυρικῶς τὴν ζωήν σου, Πάτερ ἐσφράγισας· ὅθεν ἱκέτευε, πάσης ἀνάγκης καὶ βλάβης, ῥύεσθαι Γεώργιε, ἡμᾶς ἑκάστοτε.

Θεοτοκίον.
Χαλεπῶς με νοσοῦντα καὶ τῷ ἐχθρῷ εἴκοντα, πρόφθασον καὶ λύτρωσαι Κόρη, τῆς νῦν κακώσεως, καὶ τὴν καρδίαν μου, πρὸς ἀρετῶν ἐργασίαν, πρόθυμον ἀπέργασαι, τῇ Σῇ χρηστότητι.


Διάσωσον, Ἱερομάρτυς Γεώργιε πάσης βλάβης, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ τῶν πταισμάτων τὴν ἄφεσιν ἡμῖν αἴτει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Παθῶν συνοχῆς καὶ πάσης περιστάσεως, καὶ πόνων δεινῶν, καὶ συμφορῶν καὶ θλίψεων, ἀτρώτους ἡμᾶς φύλαττε, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον· ὅτι τῇ σῇ ἀντιλήψει πιστῶς, προσπίπτομεν Ἅγιε Γεώργιε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀσθενοῦσι τὴν ἴασιν, καὶ τοῖς θλιβομένοις τὴν ἀπολύτρωσιν, δίδου Ἅγιε Γεώργιε, τοῖς τῷ σῷ λειψάνῳ καταφεύγουσι.

Ῥῶσιν νέμει ἑκάστοτε, τῇ ἐπισκιάσει τοῦ θείου Πνεύματος, τὸ σὸν λείψανον Γεώργιε, καὶ παρέχει πᾶσι τὰ ἰάματα.

Ἱλαρῷ ἴδε ὄμματι, τοὺς πιστῶς προσπίπτοντας τῷ λειψάνῳ σου, καὶ παράσχου τούτοις Ἅγιε, ὧν ἀπὸ καρδίας ἱκετεύουσι.

Θεοτοκίον.
Νέκρωσόν μου τὸ φρόνημα, τῆς σαρκὸς Παρθένε καὶ ζωοποίησον, νεκρωθεῖσαν τὴν καρδίαν μου, ταῖς τοῦ θείου νόμου παραβάσεσι.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤθλησας καλῶς, καὶ προστάτης ὤφθης ἕτοιμος, τοῖς αἰτοῦσι τὴν θερμήν σου ἀρωγήν, ὡς θεράπων τοῦ Χριστοῦ θεῖε Γεώργιε.

Μάρτυς ἀληθής, τοῦ Χριστοῦ ὤφθης Γεώργιε· διὸ ἴθυνον ἡμᾶς πρὸς τὴν ὁδόν, τῶν ἁγίων μαρτυρίων τοῦ παντάνακτος.

Ἴασαι ψυχῶν, καὶ σωμάτων τὰ νοσήματα, τῶν ἐν πίστει τῇ ἁγίᾳ σορῷ, προσιόντων παμμακάριστε Γεώργιε.

Θεοτοκίον.
Νάμασιν ἁγνή, τῆς πλουσίας Σου χρηστότητος, τὴν διψῶσάν μου κατάρδευσον ψυχήν, καὶ τὴν φλόγα τῶν παθῶν μου ἐναπόσβεσον.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς Μάρτυς, καὶ ἱερεὺς θεοφόρος, καὶ τῆς δόξης κοινωνὸς τοῦ Σωτῆρος, σὺν τοῖς Ἀγγέλοις ἀπαύστως δυσώπει, τὴν Παναγίαν Τριάδα Γεώργιε, ἵνα πικρῶν ἐπιφορῶν, καὶ ποικίλων κινδύνων ῥυώμεθα.

Προστάτην, καὶ πρεσβευτὴν πρὸς τὸν Κτίστην, κεκτημένοι σε Γεώργιε Πάτερ, τῷ σῷ τιμίῳ καὶ θείῳ λειψάνῳ, ἐν εὐλαβείᾳ πολλῇ καταφεύγομεν, καὶ πᾶσαν δόσιν ἀγαθήν, ἐξ αὐτοῦ σωτηρίας λαμβάνομεν.

Ἀγγέλων, συνὼν ἀεὶ ταῖς χορείαις, σὺν αὐτοῖς ὑπὲρ ἡμῶν ἐκδυσώπει, τὴν Παναγίαν Τριάδα θεόφρον, ἵνα πταισμάτων συγχώρησιν λάβωμεν, καὶ κατ’ ἐχθροῦ τοῦ νοητοῦ, ἐνδυσώμεθα κράτος ἀήττητον.

Θεοτοκίον.
Τὸν Κτίστην, καὶ Ποιητὴν τῶν ἁπάντων, ἀποῤῥήτως συλλαβοῦσα Παρθένε, καὶ μετὰ σώματος τοῦτον τεκοῦσα, καὶ μετὰ τόκον ἁγνὴ διαμείνασα, ἁγνὸν ψυχῇ με καὶ νοΐ· καὶ τῷ σώματι πάντοτε φύλαττε.


Διάσωσον, Ἱερομάρτυς Γεώργιε πάσης βλάβης, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ τῶν πταισμάτων τὴν ἄφεσιν ἡμῖν αἴτει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἱερομάρτυς Κυρίου Γεώργιε, τῶν Ὀρθοδόξων σεπτὸν ἐγκαλλώπισμα, παθῶν ἀδοξίας ἀπάλλαξον, καὶ ἐναρέτως βιοῦν ἐνδυνάμωσον, τοὺς πόθῳ τιμῶντάς σε Ἅγιε.


Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. 21: 12-19)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα
Ταῖς τοῦ Ἀθλοφόρουπρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δόξης ὡς ἀνάπλεως, τῆς ὑπὲρ λόγον παμμάκαρ, ὡς ἀθλήσας ἄριστα, Ἅγιε Γεώργιε θείῳ ἔρωτι, ἐκτενῶς πρέσβευε, πάσης ἐπηρείας, τοῦ δολίου πολεμήτορος, καὶ πάσης θλίψεως, καὶ δυσπραγιῶν καὶ κακώσεων, ἀτρώτους διασώζεσθαι, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ ἐν μετανοίᾳ, καὶ πάσῃ ἀρετῇ θεοφιλεῖ, ἡμᾶς σεμνῶς πολιτεύεσθαι, πίστει δυσωποῦμέν σε.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκ παθῶν ἀκαθάρτων καὶ δεινῶν συντριμμάτων ψυχῆς καὶ σώματος, καὶ πάσης ἁμαρτίας, καὶ βλάβης καὶ κακίας, ἀνωτέρους διάσωζε, Γεώργιε ἱερέ, τοὺς σὲ ὑμνολογοῦντας.

Ῥῶσιν ἄφθονον βρύει ἡ Ἁγία σορός σου Ἁγίῳ Πνεύματι, καὶ ἔλεος καὶ χάριν, τοῖς πίστει προσιοῦσι, θεοφόρε Γεώργιε, καὶ ἀπελαύνει ἀεί, δαιμόνων ἐπηρείας.

Γεωργεῖν θείῳ φόβῳ ἀρετῶν οὐρανίων θεῖα βλαστήματα, Γεώργιε παμμάκαρ, ἐνίσχυσον λιταῖς σου, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἐξ ἀχράντου γαστρός Σου μετὰ σώματος ὤφθη δι’ ἀγαθότητα, ὁ ἐν μορφῇ ὑπάρχων, Πατρὸς τοῦ προανάρχου, Θεὸς Λόγος καὶ ἔσωσε, τὴν συντριβεῖσαν ἡμῶν, οὐσίαν Θεοτόκε.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοῦν ἁμαρτίας, τὸν κατακλύζοντα Πάτερ, τὴν καρδίαν μου τῷ φθόνῳ τοῦ βελίαρ, ξήρανον εἰς τέλος, Γεώργιε λιταῖς σου.

Ἄφθαρτον μένει, χαριτωθὲν οὐρανόθεν, τὸ σὸν λείψανον καὶ πᾶσαν διαλύει, χάριτι τῇ θείᾳ, φθορὰν Ἱερομάρτυς.

Σκέπε παμμάκαρ, ἐκ τῶν βελῶν τοῦ βελίαρ, τῇ πρὸς Κύριον θερμῇ σου ἱκεσίᾳ, τοὺς καταφοιτῶντας, τῇ ἱερᾷ σορῷ σου.

Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ τοῦ σώματος τὰς ἀλγηδόνας παῦσον, ἵνα Σε δοξάζω, τὴν Κεχαριτωμένην.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων εὐκληρίᾳ, Πάτερ διαπρέπων, σὺν Ἀθλοφόροις Γεώργιε πρέσβευε, ἵνα ῥυσθῶμεν κινδύνων καὶ περιστάσεων.

Ὁλόφωτον παστάδα, ἔχων κατοικίαν, ἐν οὐρανοῖς θεοφόρε Γεώργιε, ἐκ σκοτασμοῦ ἁμαρτίας ἡμᾶς ἀπάλλαξον.

Ὑψίστου ὢν θεράπων, ὡς Ἱερομάρτυς, μὴ διαλίπῃς παμμάκαρ Γεώργιε, ἀεὶ πληροῦν τὰς αἰτήσεις τῶν εὐφημούντων σε.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, ἡ τὸν Θεὸν Λόγον ἀνερμηνεύτως τεκοῦσα ἐν σώματι, ἐκ πονηρᾶς συνηθείας ἡμᾶς ἀπάλλαξον.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις ἱερέων κλέος σεπτόν, χαίροις τοῦ Σωτῆρος ὁ θεράπων ὁ ἱερός, χαίροις τῶν Μαρτύρων, ὁ κοινωνὸς ἐν δόξῃ, Γεώργιε τρισμάκαρ, Ἀγγέλων σύσκηνε.

Βίον γεωργήσας θεοφιλῆ, μαρτυρίου στάχυν, προσενήνοχας τῷ Θεῷ, καὶ τῆς αἰωνίου, χαρᾶς κατηξιώθης, Γεώργιε παμμάκαρ, τμηθεὶς τὴν κάραν σου.

Χεῖρες μιαιφόνων σου τὴν σεπτήν, ἀπέτεμον κάραν, ὡς θεράποντος τοῦ Χριστοῦ, χεὶρ δὲ τοῦ Κυρίου, μαρτυρικῷ στεφάνῳ, Γεώργιε θεόφρον, ταύτην κατέστεψε.

Χάριν ἰαμάτων ἡ σὴ σορός, Πνεύματι Ἁγίῳ, ἀναβλύζει ὡς ἀληθῶς, καὶ παρέχει πᾶσι, χαρὰν καὶ εὐφροσύνην, Γεώργιε καὶ λύει, παθῶν σκοτόμαιναν.

Τοῖς τῷ σῷ λειψάνῳ τῷ ἱερῷ, πίστει προσιοῦσι, δίδου Πάτερ ὡς συμπαθής, τὴν σὴν εὐλογίαν, καὶ ῥῶσιν καὶ ὑγείαν, Γεώργιε τρισμάκαρ, ψυχῆς καὶ σώματος.

Λύσιν τῶν ἐν βίῳ δυσχερειῶν, καὶ πάσης ἀνάγκης, καὶ κινδύνων καὶ πειρασμῶν, καὶ τὴν τῶν πταισμάτων, συγχώρησιν ἐξαίτει, ἡμῖν παρὰ Κυρίου, Πάτερ Γεώργιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς προστρέχοντας πιστῶς, Πάτερ τῷ σεπτῷ σου λειψάνῳ, ἐν εὐλαβείᾳ πολλῇ, σκέπε καὶ διάσωζε, ἐκ πάσης θλίψεως, καὶ παθῶν ἐλευθέρωσον, καὶ ἀῤῥωστημάτων, καὶ σκανδάλων Ἅγιε, τοῦ πολεμήτορος, δίδου δὲ εἰρήνην ἐν βίῳ, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην, πᾶσι τοῖς τιμῶσί σε Γεώργιε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης