Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Ένδοξο Ὁσιομάρτυρα Νεκτάριου Ἁγιαννανίτου τον Νέο εκ Βρύουλλων Empty Παρακλητικός Κανών εις τον Άγιο Ένδοξο Ὁσιομάρτυρα Νεκτάριου Ἁγιαννανίτου τον Νέο εκ Βρύουλλων

Σαβ Οκτ 19, 2019 12:12 pm
Παρακλητικός Κανών εις τον Άγιο Ένδοξο Ὁσιομάρτυρα Νεκταρίου Ἁγιαννανίτου τον Νέο εκ Βρύουλλων

Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου.
Παρακλητικός Κανών εις τον Άγιο Ένδοξο Ὁσιομάρτυρα Νεκτάριου Ἁγιαννανίτου τον Νέο εκ Βρύουλλων Agiosn12
Εορτάζετε στις 11 Ιουλίου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια.

Ἦχος β´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς τῶν Ὁσίων τῆς τρυφῆς κοινωνήσας, καὶ Ἀθλοφόρων τῆς χαρᾶς εὐμοιρήσας, καὶ δόξῃ παριστάμενος, Θεῷ ἐν οὐρανοῖς, τοὺς πιστῶς προστρέχοντας, τῇ σεπτῇ σου πρεσβείᾳ, καὶ ἀνευφημοῦντάς σε, ὁλοτρόπῳ καρδίᾳ, ἀπὸ παντοίων ῥῦσαι συμφορῶν, Ὁσιομάρτυς παμμάκαρ Νεκτάριε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζει ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Ὁ Κανών, οὑ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· Κυρίλλου.

ᾨδὴ α΄. Ἦχος πλ. β´. Ὑγρὰν διοδεύσας.

Εὐχαῖς σου Νεκτάριε θαυμαστέ, ταῖς χαριτοβρύτοις, πρὸς τὸν Κύριον καὶ Θεόν, αἴτησαι τῶν θείων δωρημάτων, τοῖς εὐφημοῦσί σε πόθῳ τὸ πλήρωμα.

Ἰσχύϊ τῇ θείᾳ ἐνισχυθείς, ὑστέροις ἐν χρόνοις, κατεπάτησας τὸν ἐχθρόν, οὑ ῥῦσαι κακίας τῆς ἄμετρου, τοὺς ἀνυμνοῦντάς σε Πάτερ Νεκτάριε.

Ἀσκήσεως ἄθλοις ὡραϊσθείς, Μαρτύρων ἀγῶσιν, ὑπερήστραψας ὡς φωστὴρ, διὸ τῷ φωτὶ τῆς χάριτός σου, τοὺς ὑμνητάς σου Νεκτάριε φώτισον.

Θεοτοκίον.
Κακίας ἀνάγαγε ἐκ βυθοῦ, Δέσποινα Μαρία, τὴν ψυχήν μου τὴν ταπεινὴν· Σὲ γὰρ θερμοτάτην προστασίαν, ἐπικαλοῦμαι ὁ ἄθλιος δοῦλος Σου.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Μετανοίας τοῖς ἔργοις, ἐνισχυθεὶς ἄνωθεν, ὤφθης ἐν καιρῷ τῆς δουλείας, μέγας ἐν Μάρτυσι, μεθ᾿ ὧν ἱκέτευε, ὑπὲρ ἡμῶν ἵνα χάριν, εὕρωμεν καὶ ἔλεος, θεῖε Νεκτάριε.

Στηλιτεύσας ἀνδρείως, τυραννικὴν ἔπαρσιν, τῆς κληρονομίας τῆς θείας, ἐδείχθης ἄξιος· ὅθεν ἀξίωσον, τῆς εὐσεβείας τὰ ἔργα, καὶ ἡμᾶς Νεκτάριε, πιστῶς ἐργάζεσθαι.

Ἀπὸ πάσης ἀνάγκης, καὶ συμφορὰς λύτρωσαι, τοὺς ἐπιζητούντας παμμάκαρ, τὴν προστασίαν σου· σὲ γὰρ Νεκτάριε, ὁ Βασιλεὺς τῶν ἁπάντων, ὡς Ὁσιομάρτυρα, τρανῶς ἐδόξασε.

Θεοτοκίον.
Ὑπερύμνητε Κόρη, ἄνευ φθορᾶς τέτοκας, τὸν τῆς γῆς κρατοῦντα καὶ πόλου, Θείῳ ἐν Πνεύματι· ὅθεν τιμῶμέν Σε, τὴν Θεοτόκον Μαρίαν, τὴν ἁγίαν χάριν Σου, ἀπεκδεχόμενοι.


Διάσωσον, ἀπὸ παντοίων κινδύνων καὶ συμπτωμάτων, Ὁσιομάρτυς Κυρίου Νεκτάριε, τοὺς τῇ σεπτῇ Σου πρεσβείᾳ ἀνακειμένους.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Χριστοῦ τοῦ Θεοῦ, τῷ πόθῳ ἐπειγόμενος, Μαρτύρων καλῶς, τὸν δίαυλον διήνυσας, καὶ τοῦ θείου νέκταρος, φερωνύμως ἐν πόλῳ ἐτρύγησας, ὑπὲρ ἡμῶν αἰτούμενος ἀεί, οὐράνιον ἔλεος Νεκτάριε.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ὑμνῳδίαις Νεκτάριε, ὡς νέκταρ τῆς χάριτος εὐφημοῦμέν σε· ὑπερεύχου τῶν τιμώντων σε, ἐν ταῖς πρὸς Θεὸν σεπταῖς πρεσβείαις σου.

Ῥῶσιν αἴτει Νεκτάριε, τοῖς ἀνευφημοῦσί σε ὡς ἀήττητον, δι᾿ οὗ τέλεον κατῄσχυνται, τῶν Ἀγαρηνῶν ἡ φρενοβλάβεια.

Ἀπὸ πάσης διάσωσον, θλίψεως τοὺς πόθῳ σὲ μακαρίζοντας, ὡς ἀνδρείως διανύσαντα, τὸν μαρτυρικὸν δρόμον Νεκτάριε.

Θεοτοκίον.
Ῥυπτικαῖς σου δεήσεσι, σπίλου ἀνομίας μὲ ἀποκάθαρον, Θεοτόκε Ἀπειρόγαμε, ἵνα μεγαλύνω Σε σῳζόμενος.


ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἵλεων ἡμῖν, ὦ Νεκτάριε ἀπέργασαι, τὸν οἰκτίρμονα καὶ εὔσπλαγχνον Θεόν, ὡς τμηθεὶς τὴν κεφαλὴν ἁγίῳ ἔρωτι.

Νόσων συμπαθῶς, τῶν κατ᾿ ἄμφω ἡμᾶς λύτρωσαι· ἐκ Θεοῦ γὰρ ὦ Νεκτάριε σοφέ, ἰαμάτων τὰ χαρίσματα ἀπέλαβες.

Πλήρωσον ἡμῶν, τὰς ψυχὰς μάκαρ Νεκτάριε, θυμηδίας καὶ χαρᾶς πνευματικῆς, γηθοσύνως ἵνα μέλπομεν τοὺς ἄθλους σου.

Θεοτοκίον.
Ἴθυνον ἡμῶν, τὰς πορείας πρὸς ἀνάβασιν, Θεονύμφευτε Μαρία ἀρετῶν, μητρικῇ χειραγωγίᾳ τῆς πρεσβείας Σου.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Τὸν Κύριον, ψαλμικῶς Νεκτάριε, προσχεδόμενος πολλῇ ἐν συνέσει, τὴν κεφαλήν σου τῷ ξίφει ἐτμήθης, καὶ πρὸς ζωὴν προσεχώρησας ἄφθαρτον·  ὅθεν φθορᾶς ἁμαρτιῶν, καὶ ἡμᾶς ἀνωτέρους συντήρησον.

Βρυούλων σε, τὸν λαμπρὸν ἀδάμαντα, καὶ τοῦ Ἀθωνος τὸ εὔοσμον ἄνθος, ἀνευφημοῦντες Νεκτάριε μάκαρ, ἐν κατανύξει ψυχῆς ἐκβοῶμέν σοι· πάρεσο Ἅγιε ἡμῖν, βοηθὸς ἐν τῷ βίῳ καὶ πρόμαχος.

Ἐν θλίψεσιν, ἀλγειναῖς Νεκτάριε, καταφεύγομεν τῇ σῇ ἀντιλήψει, παραμυθίας δεόμενοι θείας, ἀξιωθῆναι ἡμεῖς οἱ τιμῶντές σε, τὸν ἐναθλήσαντα διττῶς, προαιρέσει παμμάκαρ καὶ αἵματι.

Θεοτοκίον.
Λυτρούμενος, διά Σοῦ Θεόνυμφε, τῶν λυπούντών με πικρῶς καθ᾿ ἑκάστην, τὸν ἀσπασμὸν τοῦ σεπτοῦ Ἀρχαγγέλου, μετ᾿ εὐφροσύνης θερμῶς ἀνακράζω Σοι· Χαῖρε Πανάχραντε χαρᾶς, αἰωνίου καὶ κρείττονος πρόξενος.


Διάσωσον ἀπὸ παντοίων κινδύνων καὶ συμπτωμάτων, Ὁσιομάρτυς Κυρίου Νεκτάριε, τοὺς τῇ σεπτή σου πρεσβείᾳ ἀνακειμένους.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´.Τοῖς τῶν αἱμάτων σου.

Τοῖς τῶν αἱμάτων σου ῥείθροις Νεκτάριε, καταλαμπρύνας στολὴν τῆς ἀσκήσεως, ὡραῖος τῷ Κτίστῃ παρίστασαι, ὑπὲρ ἡμῶν παῤῥησίᾳ δεόμενος, τοὶς πίστει θερμῇ προσιόντων σοι.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ιδ´ 8-12).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὅς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ, ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὅς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τί ἀπολογήσησθε ἤ τί εἴπητε· τὸ γὰρ ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Νεκτάριε ἔνδοξε, Ὁσιομάρτυς Κυρίου, πάντες καταφεύγομεν, τῇ σεπτῇ πρεσβείᾳ σου, ἀνακράζοντες· πρόφθασον Ἅγιε, συμπαθῶς ἐκ πάσης, διασῴζων περιστάσεως, νόσων τε θλίψεων, καὶ τῆς ἐπηρείας τοῦ χείρονος, τοὺς μέλποντας ἐκ πίστεως, τούς διττοὺς ἐν ὕμνοις ἀγῶνάς σου· σὺ γὰρ στεφηφόρος, παρίστασαι Θεῷ ἐν οὐρανοῖς, σὺν Ἀθλοφόρων στρατεύμασι, καὶ Μαρτύρων τάγμασι.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν αἱμάτων τοῖς λύθροις, τὴν στολὴν πορφυρώσας, τῆς ἐν ἀσκήσει ζωῆς, παρίστασαι ὡραῖος, Θεῷ τῷ ἐν Τριάδι, ἐν ὑψίστοις Νεκτάριε, παρ᾿ Οὗ ἐξαίτει ἡμῖν, συγχώρησιν πταισμάτων.

Ὃν ἀπώλεσας πρῴην, θησαυρὸν τοῖς διττοῖς σου, εὗρες καμάτοις σοφὲ· διὸ πτωχεύσαντά με, πολλαῖς ἐν ἁμαρτίαις, σαῖς πρεσβείαις Νεκτάριε, μὴ μὲ ἐάσῃς ἐχθροῦ, ἐπιχάρμα γενέσθαι.

Ψυχικῶν μολυσμάτων, καὶ σαρκὸς νοσημάτων, δεῦρο καθαίρων ἡμᾶς, τοὺς κατασπαζομένους, τὸ θεῖον λείψανόν σου, θεοφόρε Νεκτάριε, ἐξ οὗ προχέει Θεός, κρουνοὺς τῶν χαρισμάτων.

Θεοτοκίον.
Λυμαινόμενον Μῆτερ, τοῦ δολίου δυνάστου, ἐπιδρομαῖς χαλεπαῖς, θερμῶς Σὲ ἱκετεύω· Ὡς ἄμετρον πλουτοῦσα, πρὸς ἀνθρώπους συμπάθειαν, ἐλέησον μὲ τὸν Σόν, πανάθλιον οἰκέτην.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Εὐεργεσίας, θεῖον ἀνάβλυσον νέκταρ, ὦ Νεκτάριε ἡμῖν τοῖς ἀναξίοις, κατασπαζομένοις, τὸ θεῖον λείψανόν σου.

Ἐν μετανοίᾳ, ἡμᾶς διάγειν τὸν βίον, ὦ Νεκτάριε ἐνίσχυσον εὐχαῖς σου· σὺ γὰρ μετανοίας, ὑπόδειγμα ἐδείχθης.

Τὸν Βασιλέα, θερμῶς δυσώπει τοῦ κόσμου, ὡς μεγάλαθλος Αὐτοῦ Ὁσιομάρτυς, ἵνα τῆς ἀφράστου, τρυφῆς ἀξιωθῶμεν.

Θεοτοκίον.
Ὄμβρισον Μῆτερ, ζωῆς ἀΰλου τὸ ὕδωρ, τῇ ἀθλίως αὐχμωθείσῃ μου καρδίᾳ, ἵνα Σὲ δοξάζω, τὴν Κεχαριτωμένην.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ὡς βρύσις νεκταρώδης, θείων χαρισμάτων, τὴν ξηρανθεῖσαν καρδίαν μου δρόσισον, Ὁσιομάρτυς Κυρίου, Πάτερ Νεκτάριε.

Κακώσεων ὀδύνης, τῶν ἐξ ἁμαρτίας, τὰς διανοίας Νεκτάριε ἴασαι, τῶν εὐλαβῶς πεποιθότων, τῇ ἀντιλήψει σου.

Ὑμνοῦμεν σὲ ἀπαύστως, οἱ κατατρυφῶντες, τῆς χάριτός σου παμμάκαρ Νεκτάριε, ὡς εὐσεβείας ὁπλίτην, ἀκαταγώνιστον.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, τὴν ταπεινήν μου ψυχὴν καταλάμπρυνον, φωτοχυσίᾳ ἀπλέτῳ, τῆς εὐσπλαγχνίας Σου.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις μοναζόντων ὑπογραμμός, καὶ τῶν Ἀθλοφόρων ἐξεικόνισμα θαυμαστὸν· χαίροις τῶν θαυμάτων, εὐώδης μυροθήκη, καὶ χάριτος δοχεῖον, θεῖον Νεκτάριε.

Ξίφει τὸν αὐχένα ἀποτμηθείς, ἀπέτεμες πάσας, τοῦ δολίου τὰς μηχανάς, καὶ τοῖς μέλεσί σου, Νεκτάριε παμμάκαρ, Θεὸν τὸν ἐν Τριάδι, τρανῶς ἐδόξασας.

Τῆς ἐλευθερίας τῆς ἐν Χριστῷ, διὰ μετανοίας, θησαυρίσας τὸν θησαυρόν, ἐν σκότει δουλείας, Νεκτάριε τοῦ Γένους, ἀγῶσι μαρτυρίου, ὡς φῶς ἐξέλαμψας.

Δεῦρο διασῴζων ὡς συμπαθής, ἀπὸ νοσημάτων, καὶ κινδύνων παντοδαπῶν, θλίψεων παντοίων, καὶ πάσης δυσπραγίας, Νεκτάριε τρισμάκαρ, τοὺς ὑμνολόγους σου.

Δεῦτε καὶ προσπέσωμεν ἀδελφοί, τῷ θείῳ λειψάνῳ, Νεκταρίου τοῦ εὐκλεοῦς, ἐξ οὑ ἀναβλύζει, τοῦ Πνεύματος ἡ χάρις, καὶ δόξαν τῷ Κυρίῳ, πάντες προσάξωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε Νεκταρίου ἀδελφοί, τῷ χαριτοβρύτῳ λειψάνῳ, πάντες προσπέσωμεν, καὶ ἀναβοήσωμεν, ψυχῆς εὐθύτητι· ὡς πλουτήσας πρὸς Κύριον, πολλὴν παῤῥησίαν, δεῦρο τῇ σῇ χάριτι, ὡς συμπαθέστατος, βλάβης πειρασμῶν καὶ κινδύνων, καὶ ἐπηρειῶν ὀλεθρίων, μάκαρ σοὺς ἱκέτας ἐξαιρούμενος.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Κυρίλλω αἴτει συγχώρησιν πταισμάτων,
Προσπίπτοντι σοι, Νεκτάριε παμμάκαρ.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης