Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Δημήτριο τον Μυροβλήτη των Όπλων Empty Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Δημήτριο τον Μυροβλήτη των Όπλων

Πεμ Οκτ 17, 2019 7:56 am
Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Δημήτριο τον Μυροβλήτη των Όπλων

Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης
Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Δημήτριο τον Μυροβλήτη των Όπλων Agios_17

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦ Δημητρίου μεγαλύνωμεν δεῦτε, τοὺς θαυμαστοὺς ἐν τῷ σταδίῳ ἀγῶνας, πῶς καρτερῶς ὑπέμεινε, δεσμὰ φυλακῆς, ἄλγη πολυώδυνα, καὶ τῆς λόγχης τὰς τρώσεις, θραύσας διὰ Νέστορος, τοῦ Λυαίου τὸ θράσος, νικητικῶς δοξάσας τὸν Θεόν, Ὃς διὰ μύρου, αὐτὸν ἀντεδόξασεν.

Δόξα. Ὅμοιον.
Τὸ θαυμαστόν σου ὦ Δημήτριε θαῦμα, τὸ ἐν Ναῷ σου τῷ σεπτῷ ἐν Ἀθήναις, ἐν ἐθνικῆς ἐγέρσεως, τοῖς χρόνοις συμβάν, Ἅγιε Δημήτριε, πανοπλίτα τιμῶμεν, σὺ γάρ ἐξ εἰκόνος σου, «εἰς τὰ ὅπλα» βοήσας, τὸν τῶν Ἑλλήνων ἔσωσας στρατόν, διαφυγόντα, ἐχθρῶν τὴν παράταξιν.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σκέπε ἡμᾶς Δημήτριε τῶν ὅπλων. Ἰσιδώρας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Σκιρτῶντες αἰνέσωμεν οἱ πιστοί, Χριστοῦ τὸν ὁπλίτην, καὶ ἐν Μάρτυσι θαυμαστόν, τὸν νίκαις καλαῖς ἠγλαϊσμένον, τὸν Μυροβλύτην καὶ μέγαν Δημήτριον.

Κραταίωμα ἄσειστον ἐν δεινοῖς, ἐν πᾶσι κινδύνοις, παραστάτην καὶ βοηθόν, ἐν ζάλαις σε ἔχομεν λιμένα, Μεγαλομάρτυς τῶν ὅπλων Δημήτριε.

Ἐπέστης Δημήτριε ἐναργῶς, Ναῷ σου ἐν θείῳ, καὶ ἐξήγειρας τὸν στρατόν, Ἑλλήνων ὑπνούντων πρὸς ὀλίγον, τὸ εἰς τὰ ὅπλα εἰπὼν ἐξ εἰκόνος σου.

Θεοτοκίον.
Παράδεισος ἤνοικται διὰ Σοῦ, ὁ πρὶν κεκλεισμένος, καὶ ἐλάβομεν οἱ θνητοί, Ἁγνὴ ἀειπάρθενε Μαρία, τῆς αἰωνίου ζωῆς τὴν ἀπόλαυσιν.


ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Ἐγερτήριος σάλπιγξ, ἡ σὴ φωνὴ γέγονεν, ἔνδον τοῦ Ναοῦ σου τοῦ θείου, Μάρτυς Δημήτριε, καὶ τῶν Ἑλλήνων στρατόν, τὸν πρὸς ὀλίγον ὑπνοῦντα, ἐξ ἐχθρῶν διέσωσε, τῆς ἐπιθέσεως.

Ἡ καρδία σου ὅλη, πρὸς τὸν Θεὸν δέδοται, ὅθεν ὑπερεῖδες τοῦ κόσμου, δόξαν τὴν πρόσκαιρον, μετὰ σπουδῆς δὲ πολλῆς, εἰς τοὺς ἀγῶνας προσῆλθες, τοὺς καλούς Δημήτριε, Μάρτυς πολύαθλε.

Μυριάδας δαιμόνων, τῶν νοητῶν ἔθραυσας, Ἅγιε Δημήτριε ἔχων, ὅπλον ὡς κράτιστον, τὸν ζωηφόρον Σταυρόν, καὶ διὰ νίκης ἐνδόξου, τὸν Θεὸν ἐδόξασας, τὸν Ἀθλοθέτην σου.

Θεοτοκίον.
Ἀδιστάκτῳ καρδίᾳ, τῇ κραταιᾷ σκέπῃ Σου, πάντες οἱ τοῦ βίου ταῖς ζάλαις, περιδονούμενοι, ὦ Παναγία Σεμνή, καταφυγόντες βοῶμεν, συμπαθῶς ἐπίβλεψον, ἐπὶ τούς δούλους Σου.


Ἐξέγειρον, ἡμᾶς εἰς νῆψιν ὡς ἥγειρας ἐν Ναῷ σου, «εἰς τὰ ὅπλα» ἀναβοῶν στρατὸν τὸν φιλόχριστον, Δημήτριε θεῖε Μεγαλομάρτυς.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Τὴν πίστιν Χριστοῦ, ἀνδρείως ὡμολόγησας, καὶ ἄλγη πικρῶν, βασάνων καθυπέμεινας, Ἀθλητὰ Δημήτριε, καὶ Λυαίου ἔπαρσιν ἔθραυσας, ἐν τῷ σταδίῳ Νέστορι διδούς, τὸ θάῤῥος τῆς θείας βοηθείας σου.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σελασφόροις ἀκτῖσί σου, τοῖς τοῦ μαρτυρίου σου ἐναπέσβεσας, τῶν εἰδώλων τὴν σκοτόμαιναν, καὶ τὴν κτίσιν ηὔγασας Δημήτριε.

Δεσμευθεὶς ὦ Δημήτριε, διὰ τὴν ἀγάπην Χριστοῦ ἐδέσμευσας, τὴν ἀπάτην καὶ ἐτήρησας, τῆς ψυχῆς τὸ φρόνημα ἀδούλωτον.

Ἡ εἰκών σου ἐφώνησεν, ἐν Ναῷ ἁγίῳ σου ὦ Δημήτριε, «εἰς τὰ ὅπλα» καὶ ἀφύπνισε, τὸν στρατὸν Ἑλλήνων εἰς διέγερσιν.

Θεοτοκίον.
Μετὰ τόκον ἁγνεύουσα, ὡς καὶ πρὸ τοῦ τόκου Σου πάλιν ἔμεινας, Παναγία Ἀειπάρθενε, τῶν θαυμάτων θαῦμα ὑπερθαύμαστον.


ᾨδὴ ε΄. Φώτισον ὑμᾶς.
Ἥδυσμα γλυκύ, ἐν τῷ ἔαρι ἐφέστηκε, ἡ τῶν ὅπλων ἱερά σου ἑορτή, χαροποιοῦσα, τοὺς τιμῶντάς σε Δημήτριε.

Τρώσεις σου τιμῶ, τὰς τῆς λόγχης ὦ Δημήτριε, δι’ ὧν εὗρες οἰκειότητα πολλήν, πρὸς τὸν Δεσπότην, τὸν τὴν λόγχην ὑπομείναντα.

Ῥεύματα δεινά, τῆς κακίας ἐξηράνθησαν, ταῖς τοῦ μύρου σου Δημήτριε ῥοαῖς, καὶ ἀληθείας, ἡ εὐπρέπεια ἐξήνθισεν.

Θεοτοκίον.
Ἴδετε λαοί, τὸ παράδοξον μυστήριον, τῆς ἁγνῆς ἀειπαρθένου Μαριάμ, πῶς ἀπειράνδρως, τὸν Θεὸν ἐκυοφόρησεν.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Εὐφραίνονται, ἐπὶ σοὶ Δημήτριε, τῶν Ἀγγέλων αἱ οὐράνιαι τάξεις, τῶν Ἀθλητῶν, αἱ χορεῖαι σκιρτῶσι, καὶ τῶν Μαρτύρων τὰ πλήθη εὐφραίνονται, πιστοὶ δὲ πάντες ἐν χαρᾷ, ὑπαντῶσι σοί ὕμνους προσᾴδοντες.

Τρανότερον, τὸν Θεὸν ἐδόξασας, ἐν τοῖς ἄθλοις σου Δημήτριε Μάρτυς, τῆς φυλακῆς, τὰ δεσμὰ ὑπομείνας, καὶ μὴ καμφθεὶς τῆς σαρκὸς ταῖς λογχεύσεσιν, ἀλλ’ ἔστης ὥσπερ ὁ χαλκός, ἐν ταῖς θλίψεσι πᾶσαι ἀλύγιστος.

Ὤ τόλμης σου, ὤ στεῤῥᾶς ἀνδρείας σου, ὤ πολλῆς σου ψυχικῆς καρτερίας, ὤ τῆς καλῆς, ὦ Δημήτριε γνώμης, ὤ τῆς σπουδῆς σου ἐν ἄθλοις τῆς πίστεως, δι’ ὧν ἐκτήσω ἐκ Θεοῦ, τῆς ζωῆς τὸν ἀκήρατον στέφανον.

Θεοτοκίον.
Ναμάτων Σου, ζωτικῶν μετέχοντες, Παναγία Θεοτόκε Παρθένε, καὶ τὸν βυθόν, τῶν πολλῶν οἰκτιρμῶν Σου, ἐπεγνωκότες τὸ χαῖρε βοῶμεν Σοι, πηγὴ ὑπάρχεις γάρ χαρᾶς, καὶ ἀφάτου χρηστότητος πέλαγος.


Ἐξέγειρον, ἡμᾶς εἰς νῆψιν ὡς ἥγειρας ἐν Ναῷ Σου, «εἰς τὰ ὅπλα» ἀναβοῶν στρατὸν τὸν φιλόχριστον, Δημήτριε θεῖε Μεγαλομάρτυς.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.

Δημητρίου τὰ μαρτυρικὰ κατορθώματα, ἐγκωμίοις ἐπαινετικῶς μακαρίσωμεν, πῶς ὑπέστη τῆς φυλακῆς ἀνύποιστα δεσμά, Θεοῦ ἔρωτι κατατρωθείς, οὐχ ἐλογίσατο ποσῶς, τῆς σαρκὸς τὰ ἀλγήματα. Ἔτρωσεν οὖν εἰς τέλος, τυράννων τὰς δυναστείας, καὶ τοῦ Λυαίου τὴν ἰσχύν, διὰ Νέστορος ἐνέκρωσεν.


Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Ἀγαλλιᾶσθε Δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.

Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. ι΄ 16-22).

Εἶπεν ὁ Κύριος. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ἡμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καί ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Θαῦμα τὸ ἐξαίρετον, καὶ θαυμαστόν σου τιμῶμεν, Ἀθλητὰ Δημήτριε, ἐν Ναῷ ἁγίῳ σου ὅ ἐτέλεσας, τὸν στρατὸν ἥγειρας, τῶν ἐκεῖ ὑπνούντων, «εἰς τὰ ὅπλα» ὡς ἐβόησας, ἐχθρῶν οὖν ἔφυγον, τῶν Τουρκαλβανῶν τὴν ἐπίθεσιν, ἐν χρόνοις ὅτε ἤρχισεν, ἡ Ἑλληνικὴ Ἐπανάστασις. Σκέπε οὖν καὶ σῶζε, ἐκ θλίψεως καὶ πάσης ἀπειλῆς, τούς προσφωνοῦντας ἑκάστοτε, τὸ θεῖον σου ὄνομα.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐδαμῶς κατεκάμφθης, ἀπειλαῖς τῶν τυράννων Μάρτυς Δημήτριε, τὸ φρόνημα ψυχῆς σου, ἀκλόνητον τηρήσας, ἄχρι τέλους καὶ ἔκραζες· οὐ μὲ χωρίσει οὐδείς, Χριστοῦ μου τῆς ἀγάπης.

Πενομένων ὑπάρχεις, συμπαθὴς ἀντιλήπτωρ καὶ καταφύγιον, τῶν θλίψεσι ποικίλαις, δεινῶς χειμαζομένων, μυροβλύτα Δημήτριε· ἀδικουμένων ἰσχύς, φρουρὸς πολεμουμένων.

Λεγεῶνες δαιμόνων, φυγαδεύονται αὖθις τῇ προσφωνήσει σου, Δημήτριε τῶν ὅπλων, καὶ θράση τῶν τυράννων, κραταιῶς καταῤῥίπτονται· καὶ ἀνυψοῦσι πιστοί, τὰ τρόπαια τῆς νίκης.

Θεοτοκίον.
Ὡς ὑπέρτατος θρόνος, τοῦ τῶν ὅλων Δεσπότου Θεοχαρίτωτε, Παρθένε Παναγία, Ἀγγέλων ὑπερβαίνεις, τὰ οὐράνια τάγματα, ἐν ἀσυγκρίτῳ τιμῇ, καὶ δόξῃ ἀπροσίτῳ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νικήσας κράτος, τοῦ θρασυτάτου Λυαίου, διὰ Νέστορος ἔδειξας πᾶσι, πίστεως τὸ σθένος, Δημήτριε τῶν ὅπλων.

Ἱλέῳ βλέψον, καὶ εὐμενεῖ ὄμματί σου, ἐφ’ ἡμᾶς ὦ Δημήτριε Μάρτυς, τοὺς τῇ ἀπογνώσει, δεινῶς συνεχομένους.

Σὸν μεγαλύνω, Μάρτυς Δημήτριε θαῦμα, «εἰς τὰ ὅπλα» εἰπὼν γὰρ ἐκφώνως, ἔσωσας Ἑλλήνων, στρατὸν ἐν τῷ Ναῷ σου.

Θεοτοκίον.
Ἰδοὺ Σε πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων, μακαρίζουσι Κόρη Παρθένε, Μήτηρ γὰρ ἐγένου, Θεοῦ τοῦ πρὸ αἰώνων.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δημήτριε τῶν ὅπλων, Μάρτυς τοῦ Κυρίου, τοὺς καταφεύγοντας πόθῳ, τῇ σῇ ἀρωγῇ, ἐκ τοῦ ἐχθροῦ τῶν παγίδων, σκέπε καὶ φύλαττε.

Ὡς θώρακα τὴν πίστιν, ἔσχες ἐν πολέμοις, καὶ τὸν Σταυρὸν ὡς ἀσπίδα, διὸ νικητής, καὶ τροπαιοῦχος ἐξῆλθες, Μάρτυς Δημήτριε.

Ῥαδίως μαρτυρίου, ὥδευσας τὴν τρίβον, τὴν ὁδηγοῦσαν εἰς δόξης, τὰς θείας σκηνάς, ἔνθα Δημήτριε Μάρτυς, χαίρων παρίστασαι.

Ἀθῆναι Δημητρίου ᾄδουσι τῶν ὅπλων, τὸ ὑπερθαύμαστον θαῦμα, καὶ πᾶσα ὁμοῦ, ἡ Ἐκκλησία καυχᾶται, τούτου ταῖς χάρισιν.

Θεοτοκίον.
Σιγῶσι Θεομῆτορ, χείλη τῶν ῥητόρων, καὶ γὰρ οὐ δύνανται φράσαι, τὸ θαῦμα τὸ Σόν, πῶς τὸν Θεὸν τετοκυῖα, μένεις ἁγνεύουσα.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ ἑπόμενα Μεγαλυνάρια, ὧν ἡ ἀκροστιχίς· Χαῖρε Μυροβλύτα.
Χαίροις ὁ ἐν Μάρτυσι θαυμαστός, χαίροις τῆς ἀνδρείας καρτεῥόψυχε Ἀθλητά, χαίροις στρατιῶτα Χριστοῦ τοῦ Βασιλέως, Δημήτριε τῶν ὅπλων ἀξιοθαύμαστε.

ᾌδω Δημητρίου τοῦ Ἀθλητοῦ, θαῦμα τὸ ἐν χρόνοις τοῖς Ἐγέρσεως τελεσθέν, ὅτε ἐξ εἰκόνος ἐβόα «εἰς τὰ ὅπλα», καὶ ἔσωσεν Ἑλλήνων ἔνοπλον στράτευμα.

Ἴδωμεν καρδίας τοῖς ὀφθαλμοῖς, τὴν τοῦ Ἀθλοφόρου Δημητρίου ὑπεροχήν, πῶς τὰς διακρίσεις τοῦ κόσμου ὑπερεῖδε, Χριστῷ ἀκολουθήσας ἀπὸ νεότητος.

Ῥεύματα ἐξήρανας θολερά, τῆς πολυθεΐας ὦ Δημήτριε τῆς δεινῆς, καὶ μαρτυρικοῖς σου κατήρδευσας ἀγῶσι, Χριστοῦ τῆς Ἐκκλησίας ἅπαν τὸ πλήρωμα.

Ἔπαρσιν Λυαίου τοῦ δυσμενοῦς, ἔθραυσας εἰς τέλος τῇ δυνάμει τῇ πανσθενεῖ, πίστεως τῆς θείας Δημήτριε γενναῖε, καὶ ἔστησας τῆς νίκης ἔνδοξα τρόπαια.

Μάστιγας Δημήτριε ἀλγεινάς, ἔφερες ἀκμαίῳ καὶ στεῤῥόφρονι λογισμῷ, τὴν ἀλαζονείαν μαστίξας τοῦ δολίου, καὶ δείξας τῆς ψυχῆς σου τὴν γενναιότητα.

Ὕλην τῶν εἰδώλων τὴν βδελυκτήν, ἔφλεξας ἀγάπης τοῦ Κυρίου σου τῷ πυρί, καὶ τοῦ θείου φόβου προσήναψας τὴν φλόγα, Δημήτριε ὁπλίτα ἐν τῇ καρδίᾳ σου.

Ῥᾶον ὦ Δημήτριε τὴν ὁδόν, τὴν τοῦ Μαρτυρίου ἐπορεύθης καὶ ἀκλινῶς, ἔφθασας εἰς δόξαν Θεοῦ τῆς Βασιλείας, ἐν ᾗ ᾠδὴν προσάδεις τὴν ἐπινίκιον.

Ὄμματα καρδίας σου εἰς Θεόν, ὕψωσας ἐν ὥρᾳ τῶν βασάνων σου τῶν πικρῶν, ὅθεν καὶ τὸ σθένος ἀνέλαβες ἐξ ὕψους, νικῆσαι πολεμίων θράσος Δημήτριε.

Βέλη τῆς κακίας συντριπτικῶς, ἔθραυσας τῷ κράτει ὦ Δημήτριε τοῦ Σταυροῦ, τρώσεσι δὲ λόγχης ἐν αἷς ἐτελειώθης, κατέτρωσας καρδίαν τοῦ πολεμήτορος.

Λάμπει ἐν τοῖς πέρασι τηλαυγῶς, σοῦ ἡ θεία μνήμη ὦ Δημήτριε Ἀθλητά, καὶ καταφαιδρύνει καρδίας τῶν ἐν ὕμνοις, τιμώντων σου τὴν χάριν τὴν πολυέραστον.

Ὕφανας Δημήτριε σεαυτῷ, θείας εὐπρεπείας τὸ ἱμάτιον τὸ λαμπρόν, καὶ τοῦ Μαρτυρίου δεξάμενος τὸ στέφος, μετέχεις τῆς ἀλήκτου μακαριότητος.

Τὶς ἂν ἐπαινέσει ὑμνοπρεπῶς, σοῦ τὰ μεγαλεῖα τὰ μεγάλα καὶ θαυμαστά, θεῖε μυροβλύτα Δημήτριε παμμάκαρ, πρεπόντως οὖν τὸ χαῖρε σοι ἀναμέλπομεν.

Ἅγιε Δημήτριε ἐκ δεινῶν, σκέπε τὸν λαόν σου καὶ τὴν πόλιν τῶν Ἀθηνῶν, ἥτις τὸν Ναόν σου τῶν ὅπλων καὶ εἰκόνα, ἐν τούτῳ σου τὴν θείαν ἔχει θησαύρισμα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Χαίροις στρατιῶτα τοῦ Χριστοῦ, πίστεως ἁγίας τὸ σθένος, τῆς καρτερίας πυγμή, Ἅγιε Δημήτριε, ἀξιοθαύμαστε, ὁ συντρίψας τὴν ἔπαρσιν, τυράννων ὡς ὅπλον, ἔχων ἀπροσμάχητον, Σταυρὸν τὸν τίμιον. Χαίροις Ἀθλητῶν ἡ λαμπρότης, Μεγαλομαρτύρων ἡ δόξα, χαίροις Ἐκκλησίας ἡ εὐπρέπεια.

Ὅτε τῶν Ἑλλήνων ὁ στρατός, ἐν Ἐπαναστάσεως χρόνοις, τῷ ἱερῷ σου Ναῷ, Ἅγιε Δημήτριε ἐπανεπαύετο, ἐκ τοῦ τέμπλου ἐβόησας, εὐθὺς «εἰς τὰ ὅπλα», ὅπως διαφύγητε, ἐχθρῶν τὴν ἔφοδον. Τοῦτο οὖν τὸ θαῦμα τῶν ὅπλων, πόλις Ἀθηνῶν εὐφημοῦσα, ὕμνοις ἑορτίοις μεγαλύνει σε.

Θάῤῥος ὦ Δημήτριε διδούς, Νέστορι Λυαίου καθεῖλες, τὴν ἐπηρμένην ὀφρύν, δείξας τὴν τῆς πίστεως, ἰσχὺν ἧς ἕνεκεν, μαστιγώσεις ὑπέμεινας, δεσμὰ φυλακῆς τε, ἄλγη πολυώδυνα, σαρκὸς τὴν λόγχευσιν. Ὅθεν παῤῥησίαν μεγάλην, εὗρες πρὸς Χριστὸν ὅστις βλύζειν, μύρον σε ἠξίωσαι τὸ ἅγιον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.






Πηγή
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης