Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Αγία Θεοδώρα Βασίλισσα της Άρτας Empty Παρακλητικός Κανών εις την Αγία Θεοδώρα Βασίλισσα της Άρτας

Τρι Οκτ 08, 2019 11:25 am
Παρακλητικός Κανών εις την Οσία Μητέρα Ημών Θεοδώρας της Βασιλίσσης Άρτης

Συνταχθής μὲν χάρις εὐλαβείας ὺπο του Ἄρτης καὶ Πρεβάζης Μητροπολίτου
Σεραφείμ Μ. του Βυζαντίου.

Παρακλητικός Κανών εις την Αγία Θεοδώρα Βασίλισσα της Άρτας Ag_the10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῆς Βασιλίδος τοῖς λειψάνοις προσδράμωμεν, οἱ ἐν κινδύνοις καὶ ἐν δέει προσπέσωμεν, πόθῳ ψυχῆς κραυγάζοντες καὶ λέγοντες αὐτῇ· Ἄνασσα βοήθησον, σοῖς προσπίπτουσι τέκνοις, ῥῦσαι καὶ ἀπάλλαξον, νόσων τε καὶ κινδύνων, τοὺς σοὺς ἱκέτας θείαις σου εὐχαῖς, κλέος τῆς Ἄρτης, Θεοδώρα πάνσεμνε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς, ἐν τοῖς Θεοτοκίοις: Σεραφείμ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Στέφει κοσμηθεῖσα ἀσκητικῷ, καὶ ἐνηδομένη, Θεοδώρα ἐν οὐρανοῖς, δώρησαι ὑγείαν σαῖς πρεσβείαις, τοῖς σὲ τιμῶσι καὶ πόθῳ γεραίρουσι.

Ἔκλαμπρον ἐδέξω παρὰ Θεοῦ, στέφος Θεοδώρα, καὶ τῷ θρόνῳ ἀεὶ Αὐτοῦ, παρίστασαι ὑγείαν δυσωποῦσα, καὶ σωτηρίαν σοῖς τέκνοις δωρήσασθαι.

Ἱλάσθητι Ὁσία τοῖς ταπεινοῖς, καὶ Θεὸν τῶν ὅλων, καθικέτευσον ἐκτενῶς, κινδύνους καὶ νόσους Θεοδώρα, ἀποσοβῆσαι ἀπὸ τῶν τέκνων σου.

Θεοτοκίον.
Συνέχομαι κινδύνοις καὶ πειρασμοῖς, καὶ πρὸς Σὲ Παρθένε, καταφεύγων ἐπιζητῶ, τὴν λύσιν αὐτῶν καὶ σωτηρίαν· διὸ λιταῖς Σου τὸν δοῦλόν Σου οἴκτιρον.


ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἡμᾶς τούς γεραίροντας, τοὺς ἐν ἀσκήσει ἀγῶνάς σου, ταῖς σαῖς εὐχαῖς ἐκ νόσων παντοίων, Θεοδώρα ἀπάλλαξον.

Τὰ ἆθλά σου μέγιστα, ὦ Θεοδώρα πανεύφημε· ῥῦσαι διὸ εὐχαῖς σου κινδύνων, καὶ ἐκ νόσων τὴν ποίμνην σου

Ἀνδρείαν πανθαύμαστον, καὶ τῆς ἁγνείας ὤφθης ὑπόδειγμα· διὸ κἀμὲ ἁγνεύειν εὐχαῖς σου, Θεοδώρα ἀξίωσον.

Θεοτοκίον.
Ἔχων τὴν ἐλπίδα σου, εἰς Σὲ Πανάσπιλε Δέσποινα, ὅλην παθῶν καὶ κινδύνων ῥῦσαι, τὴν ψυχήν μου πρεσβείαις Σου.


Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοδώρα, Βασιλισσῶν τὸ κλέος καὶ καύχημα, τοὺς προσιόντας καὶ τιμῶντάς σε πόθῳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείαν τὴν σὴν, Ὁσίαν ἐξαιτούμεθα, ἐλέους τυχεῖν, παρὰ τοῦ Πανοικτίρμονος, Χριστοῦ τοῦ Σωτῆρος καὶ μόνου Θεοῦ ἡμῶν· καὶ γὰρ ἰσχύεις δέησις πολύ, Δικαίων Δεσπότου πρὸς εὐμένειαν.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Αὐγασθεῖσα ἐκλάμψεσι, Πνεύματος Ἁγίου θεοδωρώνυμε, τὴν ψυχήν μου καταλάμπρυνον, οὐρανίᾳ δόξῃ ταῖς πρεσβείαις σου.

Φωτοφόρων ἐκλάμψεων, ἅσπερ Θεοδώρα ἀπολαμβάνεις νῦν, ἀπολαῦσαι ἱκεσίαις σου, πάντας τοὺς ὑμνοῦντάς σε ἀξίωσον.

Σαῖς εὐχαῖς με ἐνίσχυσον, κατ’ ἀσθενειῶν τε ἀεὶ καὶ θλίψεων, Θεοδώρα ἀξιάγαστε, ταῖς πρὸς τὸν Σωτῆρα μεσιτείαις σου.

Θεοτοκίον.
Ῥῶσιν ἄνοσον δίδου μοι, καὶ πάθη ἀνίατα καταπράϋνον, τῇ πρεσβείᾳ τοῦ ἐλέους Σου, ὡς Θεὸν τεκοῦσα Ἀπειρόγαμε.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σθένει τοῦ Θεοῦ, τὸν ἐχθρὸν κατεπολέμησας· διὸ καὶ ἡμᾶς εὐχαῖς σου ἅπαντας, Θεοδώρα κατ’ ἐχθρῶν δεινῶν ἐνδυνάμωσον.

Σῶσον τοὺς εἰς σέ, Θεοδώρα προσπελάζοντας, καὶ ἀπὸ νόσων καὶ περιστάσεων, ταῖς σαῖς πρεσβείαις φιλαδέλφους ἐλευθέρωσον.

Δῶρον τοῦ Θεοῦ, σὺ ὑπάρχουσα ἐπώνυμος, πᾶσι δοθῆναι τὸ θεῖον ἔλεος, ὦ Θεοδώρα ἱκεσίαις σου ἀξίωσον.

Θεοτοκίον.
Ἄχραντε σεμνή, θείῳ ὕδατί με ῥάντισον, καὶ ταῖς λιβάσι τῆς εὐσπλαγχνίας Σου, σταγόνας δίδου τῶν δακρύων ὑετίζειν με.


ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἰσχὺϊ τοῦ Παντουργοῦ, ὦ Θεοδώρα πανέντιμε, πλεκτάνας τοῦ πονηροῦ σοφῶς κατεφρόνησας, κἀμὲ οὖν ἀξίωσον, καταλῦσαι σθένει τοῦ Θεοῦ σατὰν τὸν δόλιον.

Ἡράσθης φωτός, Θεοῦ ὦ Θεοδώρα, καὶ πάντα τὰ ἀγαθά, τῆς γῆς κατεφρόνησας, κἀμὲ οὖν ἀξίωσον, φωτισθῆναι σαῖς εὐχαῖς οὐρανίαις ἐλλάμψεσι.

Σὺν τοῖς Ἀγγέλοις νυνί, ὦ Θεοδώρα χορεύουσα, ἐνώπιον τοῦ Θεοῦ, πρεσβείας προσάγαγε, ὑπὲρ τῶν τιμώντων σε, καὶ τῶν ἀσπαζομένων τὰ ἱερά σου λείψανα.

Θεοτοκίον.
Φωτὸς νεφέλη Σὺ εἶ, καὶ τοῦ Θεοῦ θρόνος ἔνδοξος, Παρθενομῆτορ ἁγνή· ψυχῆς οὖν τὰ ὄμματα, τῆς ἐμῆς νῦν φώτισον, καὶ παθῶν ἀχλύος τὴν καρδίαν μου καθάρισον.


Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοδώρα, Βασιλισσῶν τὸ κλέος καὶ καύχημα, τοὺς προσιόντας καὶ τιμῶντάς σε πόθῳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Θείων δωρημάτων Θεοδώρα ἐπώνυμε, Ὁσίων σύσκηνε καὶ Βασιλισσῶν ἀγλάϊσμα, ἐγκαρδίως βοῶμέν σοι· πρόφθασον καὶ ἐκ παντοίας βλάβης λύτρωσαι ἡμᾶς, ταῖς πρὸς τὸν Σωτῆρα θερμαῖς ἱκεσίαις σου.


Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχεν μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στ. Καὶ ἀνήγαγεν ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.


Δόξα.
Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Χαίροις αὖχος ἔνδοξον, Ἀκαρνανίας καὶ Ἄρτης, κλέος τε καὶ σέμνωμα, καὶ πηγὴ ἀκένωτος, τῶν ἰάσεων· χαίροις ἀείφωτος, λαμπὰς ἡ φωτίζουσα, Αἰτωλίαν τοῖς σοῖς θαύμασι· χαίροις ἐπίσκεψις, καὶ ῥῶσις ἐν νόσοις τῶν τέκνων σου· σὲ οὖν καθικετεύομεν, πρέσβευε Χριστῷ τῷ Παντάνακτι, ὑπὲρ σωτηρίας, εἰρήνης τε ἡμῶν διηνεκοῦς, μετὰ ὑγείας καὶ ῥώσεως, Θεοδώρα πάνσεμνε.


ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Νῦν καθορῶσα Θεοδώρα, τὴν πανέκλαμπρον τοῦ Πλάστου θείαν θέαν, ἱεραῖς σου εὐχαῖς, δώρησαι τὴν κατ’ ἄμφω, ὑγείαν τοῖς ὑμνοῦσί σε, καὶ τιμῶσι τὴν σὴν μνήμην

Πίστει τιμῶντάς σου τὴν μνήμην, Θεοδώρα νῦν τοὺς ταπεινούς σου δούλους, εὐλαβῶς καὶ πιστῶς, ἡμᾶς δεόμεθά σου, ταῖς θείαις ἱκεσίαις σου, τοῦ ῥυσθῆναι ἐκ κινδύνων.

Ὦ Θεοῦ δῶρον Θεοδώρα, σοῦ δεόμεθα οἱ ταπεινοί σου δοῦλοι, τὸν δοτῆρα Θεόν, τῶν ἀγαθῶν δυσώπει, δοῦναι ἡμῖν τὴν ἄφεσιν, τῶν πολλῶν ἁμαρτημάτων.

Θεοτοκίον.
Ἔμμονον ἔχων τὴν κακίαν, καὶ δουλούμενος ἀτόποις συνηθείαις, εὐσπλαγχνίᾳ τῇ Σῇ, προστρέχω ἀνακράζων· σῶσόν με σῶσον Πάναγνε, μητρικαῖς Σου ἱκεσίαις.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν κατ’ ἄμφω, ὦ Θεοδώρα δυσώπει, τοῖς σοῖς δούλοις εὐχαῖς σου δωρηθῆναι, καὶ δεινῶν παντοίων, ἀπαλλαγήν Ὁσία.

Ὦ Θεοδώρα, ταῖς ἱκεσίαις σου σῷζε, ἀπὸ νόσων παντοίων καὶ κινδύνων, τοὺς προσπεφευγότας, τῷ θείῳ σου τεμένει.

Ἵνα ὑμνῶ σε, ὦ Θεοδώρα Ὁσία, χαρὰν καὶ ὑγείαν μοι παράσχου, ταῖς πρὸς τὸν Σωτῆρα, ἐνθέρμοις σου πρεσβείαις.

Θεοτοκίον.
Ἱκεσίαις, ταῖς πρὸς τὸν Θεόν Σου Παρθένε, δυσχερῶν τῶν τοῦ βίου με σῶσον, καὶ τὸν σάλον παῦσον, ἀσθενειῶν παντοίων.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πλουτοῦντες Θεοδώρα, τὰ σεπτὰ ὀστᾶ σου, κατασπαζόμεθα ταῦτα δεόμενοι, ῥῦσαι ἡμᾶς ταῖς εὐχαῖς σου, Μῆτερ τῶν θλίψεων.

Κινδύνων τῶν τοῦ βίου, λύτρωσαι Ὁσία, τὸν σὸν οἰκέτην ἐνθέοις πρεσβείαις σου, καὶ πάσης νόσους καὶ βλάβης με, νῦν ἀπάλλαξον.

Ἐν θαύμασι ἀπείροις, βασιλὶς θεόφρον, ὁ Παντοκράτωρ Θεός σε ἐδόξασε· τοῦτον θερμῶς ἐκδυσώπει, ὑπὲρ τῆς ποίμνης σου.

Θεοτοκίον.
Μαρία ὄμβρισόν μοι, ἄφεσιν πταισμάτων, καὶ ἀσθενοῦντά με ἐπίσκεψαι δέομαι, καὶ συμφοραῖς νῦν ποντούμενον, ἐλευθέρωσον.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ἔχοντες Ἀρταῖοι σὰ ἱερά, λείψανα θεόφρον, Θεοδώρα ὡς ὀχυρόν, προπύργιον τούτοις, προσφεύγουσιν ἐν νόσοις, καὶ τὴν ὑγείαν πάντες ἀπολαμβάνουσι.

Φύλαττε σὴν ποίμνην δῶρον Θεοῦ, κακῶν ἐκ παντοίων, καὶ ἐκ νόσων φθοροποιῶν, πίστει τὴν τιμῶσαν, σὴν μνήμην Θεοδώρα, καὶ ἐκ παντοίας βλάβης, ταῖς ἱκεσίαις σου.

Χαίροις ἄνθος πάντερπνον τῆς Ἐδέμ, ἐν γῇ ἐξανθῆσαν, ὥσπερ ἥλιος νοητός, καὶ τὴν τῶν Σερβίων, ἀεὶ φωτίζον χώραν, ψυχὰς δ’ εὐωδιάζον, θερμῶς τιμώντων σε.

Χαίροις τῶν Σερβίων κόρη σεμνή, ἀρετῶν δοχεῖον, εὐωδία Χριστιανοῖς· ζάλης ἐν τῷ βίῳ, δεινῶς ἡμᾶς νεκρούσης, λύτρωσαι Θεοδώρα, Χριστῷ πρεσβεύουσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, οἱ ἐν Ἄρτῃ εὐσεβεῖς, δεῦτε ἐν ᾠδαῖς Θεοδώραν, ἀνευφημήσωμεν, Βασιλίδων σέμνωμα, μοναστριῶν καλλονήν, πρὸς αὐτὴν ἀνακράζοντες· λύτρωσαι εὐχαῖς σου, Θεοδώρα πάνσεμνε, τῶν ἐνεστώτων δεινῶν, πάσης προσβολῆς τε καὶ νόσου, τοὺς τὰ λείψανά σου τιμῶντας, καὶ τῇ ἀντιλήψει σου προστρέχοντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης