Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Αγίαν Σοφίαν και εις τας τρείς Θυγατέρας αυτής Πίστην, Ελπίδα και Αγάπη Empty Παρακλητικός Κανών εις την Αγίαν Σοφίαν και εις τας τρείς Θυγατέρας αυτής Πίστην, Ελπίδα και Αγάπη

Σαβ Οκτ 05, 2019 8:30 am
Παρακλητικός Κανών εις την Αγίαν Σοφίαν και εις τας τρείς Θυγατέρας αυτής Πίστην, Ελπίδα και Αγάπη

Παρακλητικός Κανών εις την Αγίαν Σοφίαν και εις τας τρείς Θυγατέρας αυτής Πίστην, Ελπίδα και Αγάπη S-ei10
Εορτάζετε 17 Σεπτεμβρίου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ εξής τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τᾶς θυγατέρας τὴς Σοφίας τιμῶμεν, καὶ τὴ μητρί αὐτῶν σεμνῶς ἀνυμνούμεν, τῶν Ὀρθοδόξων Πάντες οι χοροί εὐλαβῶς, κράζοντες καὶ λέγοντες˙ καλλιπάρθενοι κόραι, ρύσατε καὶ σώσατε ‘Οθροδόξους ἐκ πλάνης καὶ θεραπεύσατε πάντας ἠμᾶς ἐκ καρκίνου καὶ λοίμης, μακάριαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εῖτα καὶ ὸ Κανῶν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Σοφία προσπέσωμεν, ἀδελφοί, Ἐλπίδι και Πίστει και Ἀγάπη, τὴ πανσθενεί, ἴνα ὐγιείαν τε καὶ ρώμην τὴ μεσιτεία αὐτῶν ἀπολαύωμεν.

Ώ μήτερ Αγία καὶ θαυμαστή, Σοφία θεόφρον, ‘Ορθοδόξων καταφυγή˙ θεράπευσον πάντας τοῦς σοῦς δούλους ἐκ τῶν ποικίλων λοιμῶξεων, Πάνσεμνε.

Τα τέκνα μου φύλαττε ἀγαθή, Σοφία ἐκ πάσης θλίψεώς τε καὶ συμφοράς, καὶ δώρισον πάσι τοῖς αἰτούσι τέλη του βίου ἀνώδυνα, ἄμωμε.

Θεοτοκίον.
Ημέραν καὶ νύκτα, ὠ Θαυμαστή, Δεσπότου το σκεύος, ἰκετεύω σε ταπεινῶς, δυσώπει ‘Υιόν Σου, Θεοτόκε, ἴνα ρυσθώμεν ἐκ νόσων καὶ θλίψεων.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ρυπαρός ἀνεδείχθην ὸ τάλας καὶ ἄσωτος, Σοφία, μητέρων ὴ δόξα καὶ θείον καύχημα, θεράπευσόν μου ταχεί ἐκ τῶν παθῶν τῶν ποικίλων καὶ παράσχου, Κόρη, μοι τὴν προστασίαν σου.

‘Ικετεύομεν πάντες, περικαλλή μέλαθρα, τοῦ πανευκλεοῦς βασιλέως καὶ Πανοικτίρμονος, παύσατε πόνους, σεμναί, καὶ ἐκ ποικίλων παγίδων τοῦ δολίου δράκοντος, ρῦσατε ἄπαντας.

‘Αθλοφόροι παρθένοι, τὸν πλαστουργόν Κύριον καὶ ποιητήν πάντων, ὠ κόραι, καθικετεύσατε, ἴνα ρυσθῶμεν ταχεί ἐκ πᾶσης ἀτασθαλίας καὶ ἐκ τὴν κολάσεως, σμήνος θεόλεκτον.

Θεοτοκίον.
Νῦν προστρέχω ὸ τάλας σεμνοπρεπῶς, Δέσποινα, καὶ χείρας ικέτιδας αίρω, σοι μητροπάρθενε˙ ρύσαι με τάχος, σεμνή, ἐκ τὴς ὀργής τὴς δικαίας τοῦ ‘Υιοῦ σου Ἄχραντε κόρη Πανύμνητε.


Διάσωσον ἠμᾶς ἐκ νόσων Ποικίλων, σεμνή Σοφία, ὄτι πάντες ἰκετικώς πρὸς Σε καταφεύγομεν, ὠς ἄρρηκτον τείχος καὶ προστασία.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἤχος β΄. Πρεσβεία Θερμή.

Πρεσβείαν υμῶν ποθούμεν, τρισμακάριστοι, διό οὶ πιστοί ἐν πόθω ἀνακράζομεν˙ τᾶς ψυχάς ἠμῶν σῶσατε καὶ τὸν νούν ἠμῶν καταυγάσατε, Ἐλπίς ὀλβία, Πίστις θαυμαστή, ὠς καὶ Ἀγάπη, πάντων τὸ σέμνωμα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πρὸς σε, μάρτυς, κατέφυγον, Αγάπη Θεόφρον και Τρισμακάριστε, καὶ σου δέομαι ὸ ἄθλιος ὐγιείαν δὠρησόν μοὶ ἄτρωτον.

Ο λαός ἰκετεύει σε, Σοφία Τρισόλβιε καὶ Πανάριστε, σκέπε πάντας καῖ διάσωζε ἐκ κινδύνων καὶ θλίψεων, ἔνδοξε.

Θεόν, μάρτυς, ἠγάπησας καὶ αὐτοῦ τοῖς ἴχνεσιν ἠκολούθησας˙ διὸ ἔλαβες τὸ δῶρημα τοῦ παρέχειν ιἄσεις τοῖς πάσχουσιν.

Θεοτοκίον.
‘Ως λαμπάς, τρισμακάριστε, σὐ φωτίζεις, ἔνδοξε, τῆν διάνοιαν καὶ θερμαίνεις τᾶς ψυχάς ἠμῶν, φωτοφόρε κόρη, ἀειπάρθενε.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ψάλλομεν σεμνῶς ὠδάς, μάρτυς, παρακλήσεως καὶ σου θερμῶς δεόμεθα, ἀγαθή, χαράν παράσχου ἠμῖν τοῖς πιστῶς προστρέχουσιν.

‘΄Υμνους καῚ Ὠδάς ἀναμέλπομέν σοι, πάνσεμνε μάρτυς, Ἀγάπη τῶν θαυμάτων ἠ πηγή, ὠς καὶ προπύργιον άἄριστον, τρισμακάριστε.

Χάριζε ἀεί τοῖς προστρέχουσι μετάνοιαν, καὶ τοῖς δεινῶς χειμαζομένοις, Ἐλπίς, τὴ σὴν βοήθειαν τάχος παράσχου, πάνσεμνε.

Θεοτοκίον.
Ἤνοιξας ἠμῖν παραδείσου πύλας, Ἄχραντε, καὶ ἠλευθέρωσας ἠμᾶς, ἀληθῶς, ἐκ τὴς κατάρας τοῦ νόμου, Παρθένε ἄφθορε.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωτήρα καὶ Λυτρωτήν καὶ Κύριον ἰκετεύσατε ἀπαύστως, παρθένοι, Πίστι, Ἐλπίς και Ἀγάπη Θεόφρον, τὴς Ἐκκλησίας ἀστέρες πολύφωτοι, καὶ δέομαι˙ ὠ θαυμασταῖ, ἐκ ποικίλων παθῶν ἠμᾶς σῶσατε.

Μαρτύρων καὶ τῶν πιστῶν ὐμεῖς κλέος ἀνεδείχθητε ἐν Ρώμη τὸ Πάλαι, Πίστι, Ἐλπίς και Ἀγάπη τρισμάκαρ, τῶν Ὀρθοδόξων ὴ δόξα καὶ σέμνωμα, δωρισατέ μοι, ἀγαθοί, ὐγιείαν καὶ ρῶμην, τρισόλβιοι.

Ο τάλας ἠμῖν προσπίπτω, ὠ κόραι, καὶ ἐν δάκρυσι ἠμᾶς ἰκετεύω, Πίστι, Ἐλπίς καὶ Ἀγάπη παμμάκαρ, σῶσατε τάχος ἠμᾶς τοῦς ἐν πταίσματι καὶ σπεύσατε θαυματουργοί, εἴς βοήθειαν πάντων τῶν δούλων σας.

Θεοτοκίον.
‘Υμνούσι σε τῶν ἀγγέλων αῖ τάξεις ὠς καὶ πλήθη ‘Ορθοδόξων, Παρθένε, καὶ ὶκετεύουσι πάντες, ὠ νύμφη, ἴνα ρυσθῶσι ἐκ πόνων καὶ θλίψεων καὶ φύλαττε, ὠ θαυμαστή, ἐκ παγίδων τοῦ ὄφεως ἄπαντας.


Διάσωσον ἠμᾶς ἐκ νόσων ποικίλων, σεμνή Σοφία, ὄτι πάντες ἰκετικώς πρὸς Σε καταφεύγομεν, ὠς ἄρρηκτον τείχος καὶ προστασία.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἤχος β’. Τοῖς τῶν αἰμάτων σου.

‘Υμάς, μαρτύρων, χορέ Θεοσύλλεκτε, ἠ ἐκκλησία ὠς μήτηρ φιλόστοργος ἀγαλλομένη τιμά καὶ εὐφραίνεται, ἠμῶν τοῦς θείους ἀγῶνας κηρύττουσα, δι’ ὠν τοῦς στεφάνους ἐκτήσατε.


Καὶ εὐθὺς τὸ Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ιωάννην.  (Κεφ.  ιε`. 17-27, ιστ`. 1-2 ).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.  Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με, εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου, ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε,ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα.
Ταῖς τῶν σῶν Μαρτύρων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ελεήμον, ελέησόν με ο Θεός...
Προσόμοιον.
΄Ήχος β’. Όλην αποθέμενοι.

Τοῦ Χριστοῦ τα σφάγια καὶ ἐκκλησίας τὴν δόξαν οὶ πιστοί δοξάσωμεν καὶ αὐτάς τιμήσωμεν ἀγαλλόμενοι˙ Πίστιν την ἔνδοξον, τὴν σεπτήν Ἐλπίδα καὶ Ἀγάπην τὴν Θεόφρονα˙ Χριστιανῶν εισί πᾶσαι καταφύγια ἄριστα˙ ρῦσατε ἠμᾶς ἄπαντας νόσων λοιμωδῶν, τρισμακάριστοι κόραι τὴς Σοφίας, τὸν Πλάστην καὶ τὸν Κτίστην τοῦ παντός καθικετεύουσαι, Ἄγιαι, Ὀρθοδόξων σέμνωμα.

Σῶσον ὸ Θεός τὸν λαό σου...

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Πειρασμοί τε ποικίλοι ὠς καὶ νόσοι εκὐκλωσάν με, Σοφία σεμνή, άλλ’ ἐκ τούτων ἐρύσθην τὴ σὴ δυνάμει, μήτερ, διό ἄδω ὸ ἄθλιος ὸ τῶν πατέρων ἠμῶν Θεός, εὐλογητός εὶ.

Ο αχρείος ἰκέτης, σοι προσφεύγω, Σοφία, Ρώμης τὸ καύχημα, καὶ δέομαι ἀπαύστως ἐγκράτειαν τὴς γλώσσης ταῖς σαῖς ευχαίς χορήγησον τοῖς σε ὐμνούσιν πιστῶς, ἐν τάχει, Θεοφόρε.

Θελητήν τοῦ ἐλέους, συ ηγάπησας ὄντως, Ἀγάπη ἔνδοξε, καὶ ἔδωκας προθύμως αυτῶ τὴ σὴ καρδία διὸ τέθνηκας ἄδουσα˙ ὸ τῶν Πατέρων ἠμῶν Θεός, εὐλογητός εὶ.

Θεοτοκίον.
Ὠς μητέρα τοῦ Πλάστου σε τιμῶμεν πρεπόντως, ὠ Παναοίδιμε, καὶ σπεύδομεν σοι πάντες προθύμως Θεοτόκε, καὶ ἐν δάκρυσι ψάλλομεν˙ ὸ τῶν Πατέρων ἠμῶν Θεός, εὐλογητός εὶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ο ἐν κινδύνοις καὶ δυσπραγία ποικίλη εὐρεθείς, ὠ Σοφία Θεόφρον, πρὸς σε καταφεύγω, ὸ ἄθλιος, ἰκέτης.

Ἄγιαι κόραι, Ἐλπίς, Ἀγάπη καὶ Πίστι ὀρθοδόξων τὸ κλέος καὶ δόξα, μετάνοιαν δότε ἐμοί τῶ τρισαθλίω.

Νέκρωσον πάθη, Σοφία, μήτερ Ἀγία, τὴς ψυχής καὶ τοῦ σῶματος τάχος, ἴνα σε δοξάζω εἴς πάντας τοῦς αιῶνας.

Θεοτοκίον.
Ἄχραντη κόρη, τοῦ Παντοκράτορος μήτηρ, ὐγείαν καὶ ρῶμην παράσχου ἐμοί τῶ ἀθλίω καὶ πίστει δεομένω.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ξηραίνει με ο φθόνος νύκτα καὶ ἠμέραν, διὸ προστρέχω σοι, μάρτυς Ελπίδα σεμνή, δίδου μοι, κόρη, ἀπαύστως θείον ἀντίδοτον.

‘Ιδείν τὸν Ιησοῦν μου˙ Πίστι, σὐ ἐβόας ἐν τῶ σταδίω τὴς Ρώμης, τρισόλβιε, καὶ πρὸς τὸν θάνατον, κόρη, χαίρουσα ἔδραμες.

Ο τάλας ἰκετεύω σε, σεμνή Σοφία, ἐκ κινδύνων με τάχει ἀπάλλαξον καὶ δὠρισόν μοι, Θεόφρον, πίστιν ἀκράδαντον.

Θεοτοκίον.
Σωτήρα, Θεοτόκε, ἔτεκες ἐν φάτνη καὶ τῶν ἀγγέλων τοῦς ὔμνους ἀκήκοας, διὸ σοι πίστει βοῶμεν˙ χαίρε Παντάνασσα.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σκεύος Θείου Πνεύματος ἰερόν, ἤλιος ἀνδρείας, ἐναθλούντων ὐπογραμμός καὶ τῶν ὀρθοδόξων κειμήλιον ἀγάπης ἐδείχθης, ὠ Σοφία ἀξιοτίμητε.

Ὄνομα το ἄγιον τοῦ Χριστοῦ, μάκαρ ἐν σταδίω συ ἐκήρυξας πανσθενῶς˙ διὸ καὶ ἐτμήθης τῆν σῆν κάραν, Ἀγάπη, καὶ ἔλαβες στεφάνους δόξης, τρισόλβιε.

Φύλαττε ἀπαύστως, ὠ θαυμαστή, Πίστι θεοφόρε, τὴς Σοφίας κόρη σεμνή, τοῦς προσερχομένους ἐν πίστει τὴ σὴ σκέπη καὶ θέλοντας, Θεόφρον, τῆν σῆν βοήθειαν.

Ἴασαι τοῦς δούλους σου ἀγαθή, ἐκ νόσων ποικίλων καὶ κινδύνων παντοδαπών, Σοφία Θεόφρον, τὸ καύχημα ἀπάντων ἠμῶν τῶν ὀρθοδόξων ὠς καὶ τὸ σέμνωμα.

Ἄπασαι αι κόραι σου, ὠ σεμνή, ἔλαβον στεφάνους ἄμαράντους παρά Θεοῦ˙ ἀγάλλονται ἀπαύστως νῦν ἐν Παραδείσω ὀμού σῦν τοῖς ἀγγέλοις, Σοφία ἔνδοξε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθήναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον Ἤχος α’ . Τοῦ λίθου σφραγισθέντος.
Τᾶς τρείς ἐνδόξους Παρθένους, τᾶ τὴς Σοφίας βλαστήματα, Πίστιν, Ἐλπίδα, Ἀγάπην, ὔμνοις ἐνθέοις τιμήσωμεν. Ρωσθείσαι γὰρ δυνάμει τοῦ Σταυροῦ, υπέμειναν βασάνους ἀλγεινάς, καὶ τῶ ξίφει ἐκτμηθείσαι τᾶς κεφαλάς, μαρτυρικοῖς ἐστέφθησαν στεφάνοις. Δόξα τῶ ἐνισχύσαντι αὐτᾶς, δόξα τῶ ταῦτας δοξάσαντι, δόξα τῶ ἐνεργούντι δι’ αὐτῶν πᾶσιν ιάματα.

Ἀπολυτίκιον. Ἤχος α’. Τὸν Τάφον Σου Σωτήρ
Σοφίας τὴς σεμνής ἰερώτατοι κλάδοι, ὴ Πίστις καὶ Ἐλπίς καὶ Ἀγάπη δειχθείσαι, σοφίαν ἀπεμώραναν τῶν ‘Ελλήνων ἐν χάριτι, καὶ ἀθλήσασαι καὶ νικηφόροι φανείσαι, στέφος ἄφθαρτον παρά τοῦ πάντων Δεσπότου, Χριστοῦ ἀνεδήσαντο.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τοῦς προστρέχοντας πιστῶς τὴ σὴ κραταιά προστασία καὶ ἀντιλήψει, ἀγνή, ρῦσαι καῖ διάσωζε ἐκ ποικίλων παθῶν καῖ πενθούσι παράσχου συ χαράν τοῦ Κυρίου, ἤν ποθοῦμεν ἄπαντες διακαῶς, ἀγαθή. Σῶσον τὸν ἀχρείον ἰκέτην, ὠ Σοφία, μήτηρ ἀγίων, ἐκ νόσων καὶ πᾶσης περιστάσεως.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης