Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Οσία Κασσιανή την Υμνογράφο Empty Παρακλητικός Κανών εις την Οσία Κασσιανή την Υμνογράφο

Σαβ Οκτ 05, 2019 8:16 am
Παρακλητικός Κανών εις την Οσία Κασσιανή την Υμνογράφο

Ποίημα Ἰσιδώρας Μοναχῆς Ἀγιεροθεϊτίσσης
Παρακλητικός Κανών εις την Οσία Κασσιανή την Υμνογράφο St-kas10
Εορτάζετε 7 Σεπτεμβρίου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν ἐκλεκτὴν τῆς Ἐκκλησίας τρυγόνα, τῶν ὑμνῳδῶν τὸ θεοτύπωτον κάλλος, Κασσιανὴν ὑμνήσωμεν, πρεπούσῃ τιμῇ· αὕτη γὰρ ἐξύμνησε, τὴν οὐράνιον δόξαν, μέλψασα τὰ ἄῤῥητα, τοῦ Θεοῦ μεγαλεῖα· τῇ συγγραφῇ ᾠδῶν τε ἱερῶν· θεῖα ἐδείχθη, κινύρα τοῦ Πνεύματος.

Δόξα.
Τοῦ Κωνσταντίνου ἡ περίδοξος πόλις, ἀγαλλιάσθω καὶ σκιρτάτω τιμῶσα, Κασσιανὴν ποιήτριαν ἐνθέων ᾠδῶν· φίλτρου γὰρ πρὸς Κύριον, τῇ στοργῇ κινουμένη, ἵδρυσε ἡ πάνσεμνος, τὴν Μονὴν τοῦ Ἑβδόμου· μοναζουσῶν παρθένων τε χορόν, ὡς ἡγουμένη, σοφῶς καθωδήγησεν.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Κασσιανὴν τὴν ὑμνογράφον ᾄδω. Ἰσιδώρας.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Καρδίας ἐν σάλπιγγι οἱ πιστοί, αἰνέσωμεν δεῦτε τὴν Ὁσίαν Κασσιανήν, τὴν μέλψασα ὕμνοις ἁρμοδίοις, τὰ τοῦ Θεοῦ μεγαλεῖα τὰ ἄῤῥητα.

Ἀγγέλων τὰς τάξεις Κασσιανή, ἐζήλωσας πόθῳ, εὐσεβείας καὶ ἀρετῆς, συμφώνως Θεὸν ὑμνολογοῦσα· καὶ τὴν Αὐτοῦ Βασιλείαν δοξάζουσα.

Σκιρτάτω χορεύουσα μητρικῶς, τῇ μνήμῃ Κασσίας, Ὑμνογράφου τῆς θαυμαστῆς, ἡ ἔνδοξος πόλις Κωνσταντίνου· ἡ Ἐκκλησία τε πᾶσα εὐφράνθητι.

Θεοτοκίον.
Σαρκὸς προσελάβετο ἀπὸ Σοῦ, τὸ εἶναι Παρθένε, ὁ τῶν ὅλων Δημιουργός, ἡ Σὴ δὲ πανάμωμε ἁγνεία, πανασφαλής τε καὶ ἄφθορος ἔμεινεν.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰησοῦν τὸν Νυμφίον Κασσιανὴ στέρξασα, κόσμου ὑπερεῖδες τὴν τύρβην, καὶ ἠκολούθησας, τὴν τεθλιμμένην ὁδόν, ἐπιδοθεῖσα προθύμως, εἰς καλῆς ἀσκήσεως, τὰ ἀγωνίσματα.

Ἀρεστόν σου τὸ κάλλος Κασσιανὴ εὕρατο, ἄναξ ὁ Θεόφιλος πάλαι, θέλων εἰς γάμον σε, ὡς ἐκλεκτὴν ἀγαγεῖν, ἀλλ’ ὁ Χριστός σου ἠράσθη, συνετῆς σοφίας σου, τὴν ὡραιότητα.

Νουνεχῶς ἐκαρτέρεις ἐν τῷ ναῷ ψάλλουσα, ὕμνους τῷ Θεῷ ἐξαισίους καὶ μεγαλύνουσα, Κασσιανὴ ὑμνῳδέ, τὰς δωρεὰς τὰς ἀῤῥήτους, τῆς Αὐτοῦ χρηστότητος, καὶ ἀγαθότητος.

Θεοτοκίον.
Ἡλιόμορφε Κόρη τῶν Οὐρανῶν ἄνασσα, κτίσεως ἁπάσης Κυρία, καὶ ὐπερέχουσα, Θεοκυῆτορ ἁγνή, τὴν σκοτεινήν μου καρδίαν, ἱλαρῶς καταύγασον, καὶ καταφαίδρυνον.

Παράστησον, ἡμῶν τὰ χείλη ὡς μέλη δοξολογίας, Ὑμνογράφε Κασσιανὴ Θεῷ τῷ παντάνακτι, καὶ δίδαξον στέργειν ἡμᾶς τὰ θεῖα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Τὸ κάλλος τὸ σὸν ποθήσας ὁ Θεόφιλος, Κασσία σεμνή, εἰκότως σοὶ ἐφθέγξατο, ἐκ γυνῆς τὰ χείρονα· σὺ δ’ ἐκ ταύτης κρείττονα εἴρηκας, τὴν Θεοτόκον ἔχουσα εἰς νοῦν, ὡς κόσμον ἐκ πλάνης διασώζουσαν.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νηφαλέᾳ καρδίᾳ σου, καὶ κεκαθαρμένῃ ψυχῇ σου ἔγνωκας, τὰ οὐράνια μυστήρια, ὦ Κασσιανὴ ἀξιοθαύμαστε.

Τελειότητι βίου σου, καὶ ἀκεραιότητι πολιτείας σου, τῷ Κυρίῳ εὐηρέστησας, ὦ Κασσιανὴ θεομακάριστε.

Ἡ τῶν πόλεων ἄνασσα, ἡ Κωνσταντινούπολις ἀνατίθησι, τὰ μητρῷά σοι ἐγκώμια, ὦ Κασσιανὴ Ὁσία πάντιμε.

Θεοτοκίον.
Νηπιάσαντα Κύριον, δι’ ἡμᾶς Παρθένε σαρκὶ ἐκύησας, καὶ ἀγκάλαις Σου ἐβάστασας, τὸν τὴν κτίσιν ἅπασαν συνέχοντα.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕμνοις σου τερπνοῖς, Ἐκκλησίαν κατεκόσμησας, ὑπερθέως ὦ σοφὴ Κασσιανή, τῶν ὑμνογράφων κορωνὶς ἡ ἀξιέραστος.

Μνήσθητι ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων σε, ὑμνογράφε θαυμαστὴ Κασσιανή, ταῖς εὐπροσδέκτοις ἱκεσίαις σου πρὸς Κύριον.

Νάρδος ἡ σεπτή, ἀποστάζουσι τὰ χείλη σου, τὴν ἐξαίρετον ὠδὴν Κασσιανήν, καὶ τὰς καρδίας κατευφραίνουσι τῶν δούλων σου.

Θεοτοκίον.
Ὅλος τῷ Πατρί, καὶ ἐκ Σοῦ ὅλος πανάμωμε, ὁ Θεάνθρωπος ἐγένετο Χριστός, τὰ διεστῶτα, τοῦ συνάψαι εἰς ἑνότητα.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Γραφίδος σου, ἡ σφραγὶς ὡς κάλαμος, γραμματέως ὀξυγράφου ἐδείχθη, Κασσιανή, ἱερὰ ὑμνογράφε, μετὰ πολλῆς ἱκανότητος γράψασα, ᾠδὰς Θεῷ χρεωστικῶς, τῷ τοιούτῳ ταλάντῳ σε στέψαντι.

Ῥανάτωσαν, αἱ νεφέλαι ἄνωθεν, γλυκασμὸν τῆς μυστικῆς εὐφροσύνης, καὶ οἱ βουνοί, σταλαξάτωσαν δρόσον, τῆς εὐλογίας καὶ θείας ἡδύτητος, οἱ ὕμνοι γὰρ Κασσιανῆς, τῆς χαρᾶς ἡμῖν χάριν παρέχουσιν.

Ἀνέσεως, καὶ τρυφῆς τὰ θέλγητρα, καὶ τὴν δόξαν τὴν ψευδῆ ἀπηρνήθης, Κασσιανή, ἑκουσίᾳ σου γνώμῃ, καὶ τῆς ἀσκήσεως κόπους ἀνέλαβες, δι’ ἔργων δείξασα καλῶν, τὸν ἁγνόν σου πρὸς Κύριον ἔρωτα.

Θεοτοκίον.
Φαιδρύνονται, Παναγία Δέσποινα, ἐπὶ Σοὶ τῶν οὐρανῶν αἱ δυνάμεις, αἱ στρατιαί, τῶν Ἁγίων σκιρτῶσι, καὶ τῶν πιστῶν αἱ χορεῖαι ἀγάλλονται· καὶ ψάλλουσι ἀπὸ κοινοῦ· Σοὶ τὸ χαῖρε ἁγνὴ χαριτώνυμε.


Παράστησον, ἡμῶν τὰ χείλη ὡς μέλη δοξολογίας, Ὑμνογράφε Κασσιανὴ Θεῷ τῷ παντάνακτι, καὶ δίδαξον στέργειν ἡμᾶς τὰ θεῖα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Συμφωνίᾳ τῶν θεοτερπῶν ποιημάτων σου, Ὑμνογράφε ὦ Κασσιανὴ θεοδίδακτε, κατευθύνεις πνευματικῶς τὴν αἴσθησιν ἡμῶν· διὸ εὔθυνον ἐν ἀγαθοῖς, τὰ διαβήματα ἡμῶν, εἰς ὁδὸν τὴν σωτήριον· δίδαξον τοῦ προσάγειν, Κυρίῳ ἐν ταπεινώσει, εὐχαριστήριον ᾠδήν, τῆς ἐνθέου ἀγαπήσεως.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ εν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον Ὁσιακόν.


Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὕμνοις θεσπεσίοις σου, Κασσιανὴ Ὑμνογράφε, τὸν Θεὸν ἐξύμνησας, τὸν πολλά σοι τάλαντα δωρησάμενον, ὡς πιστὴ δούλη οὖν, ἀγαθῶς εἰργάσθης, καὶ πλειόνως ὑπερηύξησας, Αὐτῷ δουλεύσασα, ἐν εἰλικρινεῖ διαθέσει σου, προκόψασα ἐν χάρισι, καὶ ἐν ἐξαιρέτῳ χρηστότητι· ὅθεν καὶ παρέχεις, τὸν κάλλιστον ἡμῖν ὑπογραμμόν, τῆς θεαρέστου ἀσκήσεως, Ὁσία πανόλβιε.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ οὐράνιος ἔρως τὴν καρδίαν σου μῆτερ καὶ τὴν διάνοιαν, κατέφλεξεν ἐνθέως, καὶ ὅλη ἐπεδόθης, τῇ σπουδῇ τῆς ἀσκήσεως, Κασσιανὴ ὑμνῳδέ, Ὁσίων ἡ σεμνότης.

Νυσταγμὸν σοῖς βλεφάροις ὀφθαλμῶν σου ὡσαύτως ὕπνον οὐχ ἔδωκας, Θεοῦ δὲ τὰς προστάξεις, νυκτός τε καὶ ἡμέρας, μελετῶσα ἀοίδιμε· Κασσιανὴ ἡ λαμπάς, τῶν θείων ὑμνογράφων.

Ἀγγελόφρονι γνώμῃ τὴν Ἑβδόμου ἐν λόφῳ Μονὴν ἀνήγειρας, Κασσία θεοφόρε, ἐν ᾗ ὡς ἡγουμένη, ἐν πειθῷ τῆς σοφίας σου, μοναζουσῶν τὸν χορόν, προσήγαγες Κυρίῳ.

Θεοτοκίον.
Δανιὴλ ὁ Προφήτης Σὲ προεῖδε Παρθένε ὡς ὄρος ἅγιον,ἐξ οὗ ζωῆς ὁ λίθος, Χριστὸς ἐναπετμήθη, καὶ ἀλάξευτος ἔμεινεν, ἡ παρθενία ἡ Σή, φθορὰν μὴ ὑποστᾶσα.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς γλυκυτάτη, Κασσιανὴ τῶν σῶν ὕμνων, ἡ θεόῤῥυτος χάρις ὑπάρχει, τέρπουσα ἐνθέως, πιστῶν τὰς διανοίας.

Ἱστίῳ θείας, Κασσιανὴ εὐποιΐας, εἰς γαλήνιον ἦλθες λιμένα, ἔνθα ἀπολαύεις, χαρᾶς εἰρηνοδώρου.

Σὲ ἐξαιρέτως, Κασσιανὴ ὁ Νυμφίος, καὶ Δεσπότης Χριστὸς ὃν ἠγάπας, ἔστεψε τῷ κάλλει, τῆς θείας εὐπρεπείας.

Θεοτοκίον.
Ἰδού Σε πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων, μακαρίζουσι Κόρη Παρθένε, ὅτι μεγαλεῖα, Θεὸς ἐποίησέ Σοι.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δανείσασα προθύμως, πένησι σὸν πλοῦτον, Κασσιανὴ ὑμνογράφε τῆς ἄνω ζωῆς, ἐξ ἀκενώτου κρατῆρος εὗρες τὸ ἔλεος.

Ὡς ἔαρ εὐφροσύνης, Πνεύματος τὴν χάριν, καὶ τὴν οὐράνιον δρόσον οἱ ὕμνοι οἱ σοί, Κασσιανὴ ὑμνογράφε, ἐναποπνέουσιν.

Ῥαδίως τῶν τιμίων, κόπων καὶ ἀγώνων, τὴν τεθλιμμένην διέβης στενήν τε ὁδόν, Κασσιανὴ εἰς τὴν ἄνω, φθάσασα ἄνεσιν.

Ἀσμένως νῦν προσδέχου, ὕμνους τοὺς πτωχούς μου, Κασσιανὴ Ὑμνογράφε οὗς φέρω πρὸς σέ, ἐν ταπεινώσει καρδίας, χήρας τὸ δίλεπτον.

Θεοτοκίον.
Σοὶ πρέπει κατ’ ἀξίαν, δόξα καὶ τιμή τε, καὶ ἐξαιρέτως Σοι ὕμνος ἁρμόζει ἁγνή, ὅτι χαρᾶς Θεοτόκε, γέγονας πρόξενος.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις θεηγόρε Κασσιανή, κλέος τῶν Ὁσίων, τελειότης μοναζουσῶν, χαίροις ἡ τιμία, εἰκών τῆς σωφροσύνης, τῶν θείων ὑμνογράφων, ἡ καλλιέπεια.

Ἄσατε σκιρτήσατε ἐν χαρᾷ, πλήθη φιλεόρτων, μεγαλύνοντες τὸν Θεόν, τὸν ὑπερβαλλόντως, Κασσιανὴν τὴν θείαν, τιμήσαντα τῶν ὕμνων, θείοις χαρίσμασιν.

Ἴδε τῇ πτωχείᾳ μου τῇ οἰκτρᾷ, βλέψον τῇ ἐσχάτῃ, ταπεινώσει μου εὐμενῶς, δίδου μοι εὐχαῖς σου, Κασσιανὴ τὸν πόθον, τοῦ στέργειν τοῦ Κυρίου, τὰ δικαιώματα.

Ῥάνατε νεφέλαι τὸν γλυκασμόν, ὄρη εὐφροσύνης, ἐπιστάξατε χαρμονήν, νῦν ἡ ὑμνογράφος, Κασσιανὴ ὑμνεῖται, χαρὰν ἡ προξενοῦσα, ὕμνων συγγράμμασιν.

Ὅλῃ σου καρδίᾳ ὅλῃ ψυχῇ, ὅλῃ σου ἰσχύϊ, καὶ ἐξ ὅλης σου τῆς στοργῆς, Κύριον τῶν ὅλων, ἠγάπησας ἐμφρόνως, Κασσιανὴ καὶ Τούτῳ, πίστει ἐδούλευσας.

Ἴσθι σοῖς ἱκέταις Κασσιανή, μετὰ συμπαθείας, καὶ παράστηθι εὐμενῶς, τοῖς ἐπιζητοῦσι, τὰς σὰς πρὸς τὸν Δεσπότην, εὐχὰς πανευπροσδέκτους, ἐν περιστάσεσιν.

Σκότος δυσσεβείας τὸ δυσαχθές, ἔλυσας φωτί σου, γλυκυτάτῳ Κασσιανή, καὶ τῆς εὐσεβείας, ἀνέτειλας τὸ κάλλος, ἐκλάμπουσα τῇ δόξῃ, τῆς εὐπρεπείας σου.

Ἔδειξας ἐμπράκτως Κασσιανή, τῶν κατορθωμάτων, τῶν ἐνθέων σου τὴν ἰσχύν καὶ τῆς ὑμνῳδίας, τῆς σῆς τὰς ἀριστείας, Θεοῦ σοι συνεργοῦντος, καὶ βοηθοῦντός σοι.

Νεύματι τὰ πάντα ὁ συντηρῶν, κτίσιν ὁ συνέχων, καὶ κρατῶν τε ἐν τῇ χειρί, Κύριος τῆς δόξης, Κασσιανὴ τιμία, σὲ εἵλετο εἰς νύμφην, Τούτου περίδοξον.

Δόξαν παριδοῦσα καὶ τὴν τιμήν, κόσμου τοῦ ματαίου, θεοφόρε Κασσιανή, εὗρες ἀθανάτου, ζωῆς τὰς διακρίσεις, ὡς σύνοικος Ἀγγέλων, καὶ ἰσοστάσιος.

Ὄμμασι καρδίας σου καθαρᾶς, κάλλη ἐραστοῦ σου, οὐρανίου Κασσιανή, θείᾳ θεοπτίᾳ, ἑώρας ἐκβοῶσα· σοὶ πρέπει εἰς αἰῶνας, δόξα φιλάνθρωπε.

Ξένη τῶν ματαίων Κασσιανή, πάροικος ἐν κόσμῳ, παρεπίδημος ἐν τῇ γῇ, ὤφθης παριδοῦσα, προσκαίρους ἀπολαύσεις, ποθήσασα Χριστοῦ τε, τὴν ὡραιότητα.

Ἔγραψας γραφίδι σου ἱερᾷ, ὕμνους καὶ ᾠδάς τε, μελογράφε Κασσιανή· ὅθεν γραμματέως, ἐδείχθη ὀξυγράφου, ὡς κάλαμος ἡ χείρ σου, ἣν μακαρίζομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Χαίροις, ἀρετῶν ὑπογραμμός, χαίροις εὐσεβείας τὸ μέτρον, τῆς σωφροσύνης εἰκών, σκεῦος τὸ πολύτιμον, τῆς εὐπρεπείας τε, τῆς ἀγάπης πρὸς Κύριον, σφραγὶς ἡ γνησία, στάθμη ἐγκρατείας τε, ἐν ὁσιότητι· χαίροις, τῆς χρηστῆς πολιτείας, ὦ Κασσιανὴ ὑμνογράφε, παρακαταθήκη καὶ βεβαίωσις.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης