Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Απόστολο ο εκ  Πηλίου Empty Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Απόστολο ο εκ Πηλίου

Πεμ Σεπ 19, 2019 1:24 am
Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Απόστολο ο εκ Πηλίου

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Απόστολο ο εκ  Πηλίου Aposto11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς τῶν πασχόντων ἑτοιμότατος ῥύστης, καὶ τῶν νοσούντων ἰατρὸς καὶ θεράπων, Ἀπόστολε πανεύφημε Μαρτύρων κοινωνέ, πρόφθασον καὶ λύτρωσαι, τῆς παρούσης ἀνάγκης, τοὺς προσκαλουμένους σε, εἰς βοήθειαν Μάρτυς, καὶ τῶν σωμάτων ἅμα καὶ ψυχῶν, τὴν θεραπείαν, παράσχου τοῖς δούλοις σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Ἐπιβοώμεθα, Ἀθλητά, σὴν χάριν. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἐπάκουσον Μάρτυς ὡς συμπαθής, τῶν σὲ προσκαλούντων, εἰς βοήθειαν ἐκ ψυχῆς, καὶ πᾶσι παράσχου τὰς αἰτήσεις, τοῖς προσιοῦσι θερμῶς τῇ πρεσβείᾳ σου.

Παθῶν δυσιάτων καὶ χαλεπῶν, νόσων δυσφορήτων, καὶ παντοίων ἐπιφορῶν, ἀτρώτους διάσωζε λιταῖς σου, τοὺς σὲ προστάτην πλουτοῦντας Ἀπόστολε.

Ἰάσεις πηγάζων παντοδαπάς, ψυχῶν τὰς κηλῖδας, καὶ σωμάτων ἕλκη δεινά, ἀπόπλυνον ῥείθροις ζωηφόροις, καὶ τὴν ὑγείαν παράσχου τοῖς δούλοις σου.

Θεοτοκίον.
Βασίλισσα πέλουσα τοῦ παντός, παθῶν βασιλέα, κἀμὲ ἔργασαι Μαριάμ, καὶ τῆς τοῦ Υἱοῦ Σου Βασιλείας, μετὰ τὸ τέλος πολίτην με ποίησον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανίων χαρίτων τὰ δαψιλῆ νάματα, οἷάπερ κρουνὸς εὐσπλαγχνίας βλῦσον Ἀπόστολε, τοῖς τηκομένοις δεινῶς, τῶν πειρασμῶν τῇ καμίνῳ, ἴασιν καὶ λύτρωσιν, τούτοις δωρούμενος.

Ὡς θερμὸς ἀντιλήπτωρ καὶ ἀρωγὸς ἕτοιμος, τῶν εἰλικρινῶς ἀφορώντων τῇ προστασίᾳ σου, ἱλέῳ ὄμματι, ἴδε ἡμῶν τὴν ὀδύνην, καὶ τὸν πόνον κούφισον, ἐκ τῶν ψυχῶν ἡμῶν.

Μολυσμῶν κατωδύνων ἀνιαρῶν θλίψεων, νόσων λοιμικῶν ἀκαθάρτων καὶ περιστάσεων, βιαίων λύτρωσαι, τοὺς ἐκ ψυχῆς αἰτουμένους, τὴν κηδεμονίαν σου, Μάρτυς Ἀπόστολε.

Θεοτοκίον.
Εὕροιμί Σε προστάτην καὶ βοηθὸν ἄχραντε, ὥρᾳ χαλεπῇ τοῦ θανάτου, ἐκ τοῦ δράκοντος, χειρῶν με σκέπουσαν, καὶ ἀσφαλῶς ὁδηγοῦσαν, πρὸς τὰ ἐπουράνια, Κόρη σκηνώματα.


Διάσωσον, ἐκ συμφορῶν πολυτρόπων καὶ πάσης βλάβης, τοὺς ἐκ πόθου σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμὸς καὶ φύλαξ ἀπροσμάχητος, καὶ σκέπη στεῤῥά, καὶ ἀσφαλὲς προσφύγιον, γενοῦ τοῖς σὲ γεραίρουσιν, Ἀθλοφόρε παμμάκαρ Ἀπόστολε, ἑνὶ ἑκάστῳ παρέχων δαψιλῶς, τὰ πρὸς σωτηρίαν αἰτήματα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θεραπείας ἀξίωσον, τῆς κατὰ ψυχὴν καὶ σῶμα Ἀπόστολε, τοὺς προστρέχοντας τῇ κάρᾳ σου, καὶ ἀπὸ ψυχῆς ἀντιβολοῦντάς σε.

Ἀσθενέσιν τοῖς ἴασιν, καὶ τοῖς τεθλιμμένοις τὴν ἀνακούφισιν, καὶ τοῖς πάσχουσιν τὴν λύτρωσιν, Ἀθλητὰ παράσχου ὡς φιλάγαθος.

Ἀνωτέρους διάσωζε, τῶν κατὰ τὸν βίον ποικίλων θλίψεων, Νεομάρτυς ἀξιάγαστε, τοὺς ἐκδεχομένους τὴν σὴν εὔνοιαν.

Θεοτοκίον.
Θανατώσασα Δέσποινα, τὸν ἐν τῇ σαρκί μου νόμον τοῦ χείρονος, ζωῆς θείας με ἀξίωσον, διὰ πολιτείας φωτοδότιδος.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύμης τῶν παθῶν, καὶ σκανδάλων τοῦ ἀλάστορος, καὶ παντοίας χαλεπῆς ἐπιβουλῆς, διαφύλαττε ἡμᾶς ἀτρώτους ἔνδοξε.

Ἤδη πειρασμῶν, ἐπελθοῦσαί μοι αἱ μάστιγες, κατατρύχουσι δεινῶς μου τὴν ψυχήν, ἀλλὰ σύ με ἐλευθέρωσον Ἀπόστολε.

Τεῖχος ἀῤῥαγές καὶ χαράκωμα καὶ στήριγμα, ἡ πρεσβεία σου γεννήθητι ἡμῖν, πᾶσαν χάριν τοῖς ἱκέταις σου παρέχουσα.

Θεοτοκίον.
Ἄφθορε ἁγνή, Θεοτόκε Μητροπάρθενε, ἐκ φθορᾶς καὶ πολυτρόπων συστροφῶν, τὴν ζωήν μου ἱκετεύω Σε ἀπάλλαξον.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Στροβούμενοι, πειρασμῶν τῷ κλύδωνι, καὶ δεινῶν ἀῤῥωστήματων τῶ σάλῳ, πρὸς τὴν θερμήν σου προστρέχομεν σκέπην, καὶ ἐκ βαθέων ψυχῆς ἐκβοῶμέν σοι· γαλήνην δίδου εὐσταθῆ, καὶ ἀνάῤῥωσιν Μάρτυς τοῖς δούλοις σου.

Ἠκόντισε, κατ’ ἐμοῦ ὁ δόλιος, τῆς αὐτοῦ κακεντρεχείας τὰ βέλη, καὶ τὴν ψυχήν μου καιρίως πληγώσας, ὀδυνηρὰν τὴν ζωήν μοι πεποίηκεν, ἀλλ’ ἐπιστὰς ὦ Ἀθλητά, τῆς αὐτοῦ κακουργίας με λύτρωσαι.

Ναόν σου, τὸν ἱερὸν Ἀπόστολε, ὡς λιμένα ἀσφαλῆ σωτηρίας, καὶ γαληνότατον ὅρμον εὑρόντες, διαπαντὸς ἐν αὐτῷ καταφεύγομεν, καὶ νοητῶν τρικυμιῶν, τῶν ἐν βίῳ ἀεὶ ἐκλυτρούμεθα.

Θεοτοκίον.
Χαρίτωσον, ὡς πηγὴ τῆς χάριτος, Μαριὰμ θεοχαρίτωτε Κόρη, τὴν ταπεινήν μου ψυχὴν δυσωπῶ Σε, τὴν ἐν αὐτῇ ἁμαρτίαν ἐξαίρουσα, καὶ πρὸς ἐνάρετον ζωήν, ἐξ ὁδοῦ ἐσφαλμένης με ἴθυνον.


Διάσωσον, ἐκ συμφορῶν πολυτρόπων καὶ πάσης βλάβης, τοὺς ἐκ πόθου σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστασίᾳ τῆς πρὸς Θεὸν μεσιτείας σου, καὶ προνοίᾳ τῆς μαρτυρικῆς σου χρηστότητος, μὴ ἐλλίπῃς ὡς εὐμενής, ἐποπτεύειν ἐσαεί, τοὺς ἀφορῶντας ὁλοσχερῶς, τῇ ὀξυτάτῃ ἀρωγῇ, τῆς στεῤῥᾶς βοηθείας σου· φύλαξ γὰρ καὶ προστάτης, δέδοσαι Ἀθλοφόρε, παρὰ Χριστοῦ ὡς ἀληθῶς, τοῖς τιμῶσί σε Ἀπόστολε.

Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὑαγγέλιον κατά Ιωάννην ( ιε`. 17-27, ιστ`. 1-2 ).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.  Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με, εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου, ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε,ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Νάματα ἀείῤῥοα, θεαρχικῶν δωρημάτων, καὶ πηγὴν θεόβρυτον, ἰαμάτων Ἅγιε θείῳ Πνεύματι, νοητῶς βλύζουσα, ἡ σὴ θεία κάρα, νοησμάτων τὰ μιάσματα, ἐκπλύνεις πάντοτε, καὶ παθῶν κηλῖδας καὶ μώλωπας, καὶ ῥώννυσιν Ἀπόστολε, τοὺς αὐτῇ πιστῶς προσπελάζοντας· ὅθεν τῆς ἐν ταύτῃ, ἀΰλου ἐνεργείας ζωτικῆς, κἀμοὶ μετάδος τῷ κάμνοντι, συμφοραῖς καὶ θλίψεσι.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀσφαλῆ σε προστάτην καὶ θερμὸν κηδεμόνα καὶ ἀρωγὸν εὐμενῆ, πλουτοῦντές σε θεόφρον, ποικίλων συμπτωμάτων, ἐκλυτρούμεθα ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥυπτικῇ σου πρεσβείᾳ καὶ θερμῇ ἱκεσίᾳ πρὸς τὸν Δεσπότην Χριστόν, παθῶν τῶν ἀκαθάρτων, καὶ νόσων ἀνιάτων, ἀποκάθαρον ἔνδοξε, τοὺς τῷ σεπτῷ σου ναῷ, ἐνθέως προσιόντας.

Ἱλαστήριον θεῖον καὶ ταμεῖον χαρίτων καὶ ἰαμάτων πηγή, ἡ πάνσεπτός σου κάρα, ἐδείχθη Ἀθλοφόρε, πᾶσαν χάριν παρέχουσα, τοῖς εὐφημοῦσιν ἀεί, τοὺς εὐαγεῖς σου ἄθλους.

Θεοτοκίον.
Νεκρωθεὶς τῇ  κακίᾳ, ἐδουλώθην τῷ πλάνῳ δι’ ἐγκακίστου ζωῆς, ἀλλ’ ὦ Παρθενομῆτορ, τῆς τούτου με δουλείας, συμπαθὴς ἐλευθέρωσον, ἵνα ὑμνῶ Σοῦ ἀεί, τὰς θείας δυναστείας.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γενοῦ μοι Μάρτυς, καταφυγὴ ἐν ἀνάγκαις, καὶ ἀντίληψις ἐν θλιβεροῖς τοῦ βίου, ἵνα μεγαλύνω, τὸν σὲ ἐνισχυκότα.

Ἐπιφοιτήσας, ἀπ’ οὐρανοῦ Ἀθλοφόρε, περισκέπασον ἡμᾶς τὰ σὰ νοσσία, ἐκ τῶν πυριφλέκτων, βελῶν τοῦ παλαμναίου.

Ῥῶσιν σωμάτων, καὶ τῶν ψυχῶν τὴν ὑγείαν, ἐπιβράβευσον Ἀπόστολε τρισμάκαρ, τοῖς ἐξαιτουμένοις, τὴν σὴν ἐπιστασίαν.

Θεοτοκίον.
Ἄχραντε Μήτηρ, εὐλογημένη Μαρία, τῶν ποικίλων με σκανδάλων τοῦ βελίαρ, λύτρωσαι ἐν τάχει, ὡς Μήτηρ εὐσπλαγχνίας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωμάτων τὰς ὀδύνας, παῦσον Ἀθλοφόρε, καὶ περιστάσεων λῦσον τὸν τάραχον, τῶν ἀκλινεῖ διανοίᾳ μεγαλυνόντων σε.

Ἱλέῳ ὄμματί σου, πρόσχες οὐρανόθεν, καὶ τὰς φωνὰς ἐνωτίζου Ἀπόστολε, τῶν ἐκζητούντων θεόφρον τὴν προστασίαν σου.

Μεγίστων χαρισμάτων, μέτοχος ὑπάρχων, μεγίστων πόνων καὶ θλίψεων λύτρωσαι, Μεγαλομάρτυς Ἀπόστολε τοὺς ὑμνοῦντάς σε.

Θεοτοκίον.
Ὑψίστου θεῖε θρόνε, Κεχαριτωμένη, ἀπὸ κοπρίας παθῶν με ἀνύψωσον, πρὸς ἀρετὴν ἀναβάσεως, ἵνα δοξάζω Σε.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Μαγνησίας ἄνθος τερπνόν, καὶ τῆς Θεσσαλίας, ἐγκαλώπισμα ἱερόν· χαίροις Ἀθλοφόρων, Ἀπόστολε προσθήκη, καὶ τῶν πιστῶν ἁπάντων, θερμὸς ὑπέρμαχος.

Λάμψας ἐν ἐσχάτοις Μάρτυς καιροῖς, ὡς ἀστὴρ φωσφόρος, κατελάμπρυνας τοὺς πιστούς, τῇ σῇ ἀνενδότῳ, σεπτῇ ὁμολογίᾳ, καὶ ἄθλοις μαρτυρίου, ἀξιοθαύμαστε.

Ἄνθος τῆς νεότητος παριδών, εὐτόλμως ὑπῆλθες, ἐν φρονήματι καρτερῷ, τὸν τοῦ μαρτυρίου, θεοπρεπῆ ἀγῶνα, καὶ νικητὴς ἐδείχθης, κατὰ τοῦ δράκοντος.

Χαίροις Ἀθλοφόρε νέε Χριστοῦ, χαίροις ἰαμάτων, ὁ ἀκένωτος θησαυρός, χαίροις ὁ παρέχων, ἀφθόνως τὰς ἰάσεις, τοῖς πόθῳ προσιοῦσι, τῇ ἀντιλήψει σου.

Πνεύματος ἑστία ζωαρχικοῦ, ἡ σεπτή σου κάρα, ἀναδέδεικται Ἀθλητά· ὅθεν ἁγιάζει, ταῖς θείαις ἐνεργείαις, τὴν πάτριόν σου χθόνα, σὲ μεγαλύνουσαν.

Δόξης ἀπολαύων θεαρχικῆς, παθῶν ἀδοξίας, καὶ παντοίων ἐπιφορῶν, ῥύου καθ’ ἑκάστην, Ἀπόστολε θεόφρον, τοὺς προσιόντας Μάρτυς, τῇ προμηθείᾳ σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ προστασίᾳ θεόφρον, καὶ αἰτουμένους σε, πάσης περιστάσεως καὶ χαλεπῶν συνοχῆς, καὶ κινδύνων καὶ θλίψεων, καὶ νόσων ποικίλων, ἀσινεῖς διάσωσον, ταῖς ἱκεσίαις σου· σὺ γάρ, βοηθὸς ἐν ἀνάγκαις, ὤφθης τοῖς θερμῶς σε ὑμνοῦσιν, Ἀθλητὰ Ἀπόστολε μακάριε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης