Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χοζοβιώτισσα Ιεροσολύμων Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χοζοβιώτισσα Ιεροσολύμων

Δευ Σεπ 16, 2019 11:14 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χοζοβιώτισσα Ιεροσολύμων

Ἱερᾶς Μονὴς Χοζεβᾶ Ιεροσολύμων

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χοζοβιώτισσα Ιεροσολύμων Art-6-10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦ δυσπροσίτου ἐν Χοῤῥὰθ τῷ χειμάῤῥῳ, σεπτοῦ Σεμνείου Χοζεβᾶ, Θεοτόκε, σεμνὴ Χοζοβιώτισσα, ἑτοίμη φρουρέ, φύλαξ ἀπροσμάχητε, ἀντιλῆπτορ ταχεῖα, καὶ ἀκέστορ πρόσδεξαι, ἱκεσίας Σῶν δούλων, καὶ ἐκ κινδύνων ῥῦσαι καὶ δεινῶν, τοὺς αἰτουμένους Σὴν χάριν ἑκάστοτε.

Δόξα.  Καὶ νῦν.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Χοζοβιώτισσα, εὐλόγει Σοὺς ἱκέτας. Χ.Μ.Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Χαρᾶς θείας πρόξενε χοϊκῶν, Κυρία Παρθένε, Μάνδρας σέμνωμα Χοζεβᾶ, ἁγίαζε πάντας χάριτί Σου, Χοζοβιώτσσα Μῆτερ, οἰκέτας Σου.

Ὁδήγησον πάντας προσκυνητὰς, Μονῆς Σου πανσέπτου, πρὸς σκηνώματα οὐρανῶν, ἀπαύστως Σοί, Πάναγνε Παρθένε, Χοζοβιώτισσα, συνεπαγάλλεσθαι.

Ζοφώδη σκοτόμαιναν τῶν παθῶν, ἀπέλασον τάχος, τῶν σπευδόντων Σῇ ἀρωγῇ, καὶ σκέπῃ, Κυρία Θεοτόκε, Χοζοβιώτισσα, Νύμφη ἀνύμφευτε.

Οἱ δῆμοι, Παρθένε, Χριστιανῶν, πιστῶς ἀνυμνοῦντες, Σὴν ἀντίληψιν πρὸς ἡμᾶς, προστρέχομεν χάριτί Σου θείᾳ, Χοζοβιώτισσα, βίου ἐν θλίψεσι.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Βοηθεῖν μὴ ἐλλείπῃς, ἐν πειρασμοῖς δούλοις Σου, σπεύδουσι τῇ Σῇ προστασίᾳ, Χοζοβιώτισσα, Σῆς φερωνύμου Μονῆς, παρὰ Χοῤῥὰθ τῷ χειμάῤῥῳ, ἡ θερμὴ ἀντίληψις, σκέπη καὶ πρόνοια.

Ἱλασμὸν ἡμῖν αἴτει, παρὰ Θεοῦ, Δέσποινα, τοῖς προσερχομένοις ζητῆσαι, Χοζοβιώτισσα, Σὰς μητρικὰς προσευχὰς, καὶ ἀρωγὴν τὴν ἑτοίμην, πρὸς τοὺς χρείαν ἔχοντας, Θεογεννήτρια.

Ὡς Χοῤῥὰθ τοῦ σπηλαίου, θαυματουργὲ ἔνοικε, ἔνθα Ἠλιοὺ ὁ Θεσβίτης, Χοζοβιώτισσα, ἐκρύβη ἀποφυγὴν, πρὸς Ἰεζάβελ μανίας, ῥῦσαι ἡμᾶς μήνιδος, τοῦ παναλάστορος.

Τείχισόν με, Παρθένε, τῇ ἀῤῥαγεῖ σκέπῃ Σου, τὸν ὑμνολογοῦντά Σε πόθῳ, Χοζοβιώτισσα, καὶ Σὴν ἁγίαν μορφὴν, πανευλαβῶς προσκυνῆσαι, χάριν με ἀξίωσον, πᾶσιν ἐκχέουσαν.


Διάσωσον, Χοζοβιώτισσα Μῆτερ, τοὺς Σοὺς οἰκέτας, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πλάνου ἀλάστορος, τοὺς σπεύδοντας πίστει τῇ χάριτί Σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Εὐλόγει ἀεὶ πιστούς, Χοζοβιώτισσα, Παρθένε Ἁγνή, καὶ βίον καθαγίαζε, τῶν λαμπρῶς τιμώντων Σε, καὶ ζητούντων τὴν χάριν Σου, Δέσποινα, ἥνπερ παρέχεις πᾶσι δαψιλῶς, τοῖς Σὲ εἰς αἰῶνας μεγαλύνουσι.


ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἰσχυροὺς τοὺς οἰκέτας σου, δεῖξον ἐν ταῖς μάχαις, Χοζοβιώτισσα, κατ’ ἐχθροῦ, τοὺς αἰτουμένους σου, τὰς θερμὰς δεήσεις πρὸς τὸν Ὕψιστον.

Σῶσον πάντας τοὺς δούλους Σου, ἐξ ἐχθροῦ παγίδων, Χοζοβιώτισσα, καὶ διάλυσον τὴν ζόφωσιν, τῶν ἡμῶν δεινῶν παθῶν καὶ θλίψεων.

Σκέπε, Χοζοβιώτισσα, οὐρανόθεν πάντας τοὺς καταφεύγοντας, τῇ ἑτοίμῃ ἀντιλήψει Σου, εὐσεβῶν διάσωσμα, Μητρόθεε.  

Ἀπαθείας χιτῶνά με, ἔνδυσον, Παρθένε Χοζοβιώτισσα, τὸν δεινῶς κυλινδούμενον, θανασίμοις πάθεσιν ἱκέτην Σου.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Εὔφρανον ἡμᾶς, Σαῖς εὐχαῖς, Χοζοβιώτισσα, ἡ εὐφράνασα σαφῶς Ἰωακεὶμ, τοῦ πατρός Σου τὴν καρδίαν τῇ γεννήσει Σου.

Ὕμνοις μελιχροῖς, καὶ ᾠδαῖς, Χοζοβιώτισσα, καταστέφομεν Σὴν χάριν οἱ πιστοί, τοῦ χοροῦ Χοζεβιτῶν Ὁσίων σέμνωμα.

Λάμψον μοι τὸ φῶς, ἀρετῆς, Χοζοβιώτισσα, ὃ ἐφώτισεν Ὁσίους ἀσκητὰς, καὶ στεῤῥοὺς Ὁσιοάθλους τοῦ Σεμνείου Σου.

Ὄμβρισον ἡμῖν, ὑετόν, Χοζοβιώτισσα, τῆς Σῆς χάριτος, καὶ πίανον ψυχὰς, τὰς ἀνύδρους καὶ ξηρὰς ἐξ ἔργων πίστεως.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Γαυρίαμα τάχος καταπάτησον, τοῦ ἐχθροῦ, Χοζοβιώτισσα Μῆτερ, τῇ βακτηρίᾳ εὐχῶν Σου ἀόκνων, καὶ ῥῦσαι πάντας αὐτοῦ ἐπιθέσεων, Θεογεννῆτορ ἀγαθή, ὁδοιπόρους τῆς θείας Σου χάριτος.

Εὐκλείας με οὐρανῶν ἀξίωσον, καὶ ἀλήκτου εὐφροσύνης, Παρθένε, Χοζοβιώτισσα, τὸν κοπιῶντα, εἰς τὸ δυσπρόσιτον φθάσαι Σεμνεῖόν Σου, ὥσπερ ὀρνέων καλιὰ, ἐν κοιλάδι Χοῤῥὰθ κατακείμενον.

Ἰθύντειρα εὐσεβῶν πρὸς θέωσιν, καὶ χοροῦ τῶν ἀσκητῶν τῆς ἐρήμου, Χοζοβιώτισσα, πρὸς τὰς σκηνώσεις, τῶν οὐρανῶν, καθοδήγει Σοὺς πρόσφυγας, πρὸς κτῆσιν πάσης ἀρετῆς, καὶ σοφίας καὶ νήψεως, Πάναγνε.

Σεμνότητος ἀκρεμών, ἀξίωσον, Σοὺς ἱκέτας εὐσεβῶς καὶ σωφρόνως, καὶ εὐλαβῶς διανῦσαι παρόντος, Χοζοβιώτισσα Μῆτερ, τὸν δόλιχον, ὡ ἂν ὑμνῶμέν Σε ἀεὶ, Σὰς δεήσεις θερμὰς οἱ αἰτούμενοι.


Διάσωσον, Χοζοβιώτισσα Μῆτερ, τοὺς Σοὺς οἰκέτας, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πλάνου ἀλάστορος, τοὺς σπεύδοντας πίστει τῇ χάριτί Σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Χοζοβιώτισσα Μῆτερ, ἱλέωσαι, ἡμῖν Σὸν εὔσπλαγχνον Τόκον καὶ Κύριον, τοῖς εὐλαβῶς  μεγαλύνουσι πλῆθός Σου, τῶν θαυμασίων καὶ ἄκραν συμπάθειαν, ἥνπερ δεικνύεις πρὸς πάντας τοὺς στένοντας.

Προκείμενον.  
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39 - 49, 56 ).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Χοζοβιωτίσσης, Μητρός Σου ἱκεσίαις, ἐξάλειψόν μου, Σῶτερ, τὴν πληθὺν ἁμαρτάδων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου,  πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δέσποινα Πανάχραντε, Χοζοβιώτισσα Μῆτερ, πέμψον πᾶσιν ἔλεος, Σοῦ Υἱοῦ τὸ ἄμετρον, τοῖς τιμῶσί Σε, σὺν σεπτοῖς κτίτορσι, τῆς λαμπρᾶς Μονῆς Σου, Ἠλιοὺ Προφήτῃ ἔμφρονι, τῷ Σῷ γεννήτορι, τῷ Ἰωακείμ, Μητροπάρθενε, στεῤῥοῖς Ὁσιομάρτυσι, τρισχιλίοις, Θεογεννήτρια, καὶ τῷ Ἰωάννῃ, τῷ νέῳ ἀσκητῇ, οὗπερ Χριστὸς, ξένως ἠφθάρτισε σκήνωμα, ἐν ἐσχάτοις ἔτεσι.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἰκετῶν Σου ἀκέστορ, ἀλγεινῶς ἀσθενούντων, Χοζοβιώτισσα, τὰς τετραυματισμένας, ἐκ τῶν παθῶν καρδίας, τῶν πιστῶς προστρέχοντων Σοι, Μῆτερ Ὑψίστου Θεοῦ, θεράπευσον ταχέως.

Ὑπερεύχου Σῶν δούλων, εὐλαβῶς προσκυνούντων, Χοζοβιώτισ-σα, τὴν θείαν Σου εἰκόνα, ἐν Χοζεβᾶ Σεμνείῳ, τὴν ἐκβλύζουσαν νάματα, θαυμάτων παντοδαπῶν, τοῖς μεγαλύνουσί σε.

Στηριγμὸς κλονουμένων, ἐν ἐρήμῳ Πατέρων, Χοζοβιώτισσα, ὑπά-ρχεις, Θεοτόκε, καὶ δὴ τῶν ἀσκουμένων, ἐν σπηλαίοις καὶ ὄρεσι, καὶ τοῦ Χοῤῥὰθ γῆς ὀπαῖς, κοιλάδος, Παναγία.

Ἱλασμὸν οὐρανόθεν, τοῖς Σοῖς δούλοις ἐξαίτει, Χοζοβιώτισσα, καὶ πᾶσι προσκυνοῦσι, πανευλαβῶς εἰκόνα, τὴν σεπτήν Σου, Μητρόθεε, διακοσμοῦσαν ἀεὶ, τοῦ Χοζεβᾶ Σεμνεῖον.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Κόπασον σάλον, Χοζοβιώτισσα Μῆτερ, τῶν παθῶν οἰκετῶν Σου πρεσβείαις, Σοῦ ταῖς διαθέρμοις, πρὸς τὸν Μονογενῆ Σου.

Εὐλόγει πάντας, τοὺς προσκυνοῦντας μορφήν Σου, Μάνδρας, Χοζοβιώτισσα, εὖχος, τὴν ὑπεραγίαν, Κυρία Θεοτόκε.

Τῶν ἐν ταῖς λύπαις, Χοζοβιώτισσα, ὄντων, παραμύθιον ἴσθι, Παρθένε, Κεχαριτωμένη, χαρᾶς ἡμῶν αἰτία.

Ἀπαύστως τήρει, Χοζοβιώτισσα, πάντας, ἀσινεῖς Σοὺς οἰκέτας παγίδων, πτερνιστοῦ ἀρχαίου, τοῦ ἀνθρωπίνου γένους.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σεμνείου ἀντιλῆπτορ, Χοζεβᾶ, Παρθένε, Χοζοβιώτισσα, ῥύου ἀείποτε, τοὺς ἐν αὐτῷ ἀσκουμένους παθῶν καὶ θλίψεων.

Χαρᾶς πιστῶν καρδίας, ἔμπλησον, Παρθένε, τῶν εὐλαβῶς προστρεχόντων Σῇ χάριτι, Θεογεννήτρια Μῆτερ, Χοζοβιώτισσα.

Μὴ παύσῃ δυσωποῦσα, τὸν μονογενῆ Σου, Υἱὸν ὑπὲρ τῶν πιστῶς προστρεχόντων Σοι, Χοζοβιώτισσα Μῆτερ, ἐν περιστάσεσι.

Μετὰ τῶν Προπατόρων, Ἠλιοὺ Προφήτου, Ὁσίων καὶ Ἀθλητῶν τοῦ Σεμνείου Σου, Χοζοβιώτισσα, Κτίστην ἡμῖν ἱλέωσαι.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, τοῦ Σεμνείου τοῦ Χοζεβᾶ, Κεχαριτωμένη, ἡ ἑτοίμη καταφυγή· χαίροις, ἡ προστάτις, τῆς Ἀμοργοῦ, Παρθένε, Κυρία Θεοτόκε, Χοζοβιώτισσα.

Δεῦτε προσκυνήσωμεν ἐν Μονῇ, Χοζεβᾶ εἰκόνα, τοῦ Παντάνακτος τῆς Μητρὸς, καὶ Αὐτῇ ἐν πίστει, βοήσωμεν· δυσώπει, ὑπὲρ ἡμῶν Σὸν Τόκον, Χοζοβιώτισσα.

Φρούρει καὶ ἁγίαζε τοὺς πιστῶς, σπεύδοντας εἰκόνα, κατασπάσασθαι τὴν σεπτὴν, ἐν Χοῤῥὰθ χειμάῤῥῳ, Ὑπερευλογημένη, τοῦ κόσμου προστασία, Χοζοβιώτισσα.

Σὺν Ἀναιρεθέσι ἐν Σῇ Μονῇ, Δέσποινα, Πατράσι, Γεωργίῳ τῷ εὐκλεεῖ, Ἰωάννῃ θείῳ καὶ νέῳ Ἰωάννῃ, εὐλόγει Σοὺς οἰκέτας, Χοζοβιώτισσα.

Χαῖρε, ἡ προστάτις ἐρημιτῶν, χαῖρε, Χριστωνύμων, ἡ ἑτοίμη καταφυγή· χαῖρε, τῶν νοσούντων, ἰάτειρα ταχεῖα, καὶ ἀρωγὸς καμνόντων, Χοζοβιώτισσα.

Δεῖξον τὴν πορείαν πρὸς οὐρανοὺς, τοῖς ὁδοιποροῦσι, ἐν κρημνώδεσιν ἀτραποῖς, βίου τοῦ παρόντος, Κυρία Θεοτόκε, πυξὶς πιστῶν πρὸς πόλον, Χοζοβιώτισσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐγκαλλώπισμα Μάνδρας, Χοζοβιώτισσα, τοῦ Χοζεβᾶ καὶ ἀκέστορ, Ἀμοργινῶν ταχινή, Θεοτόκε, εὐλαβῶς κατασπαζόμενοι, ἔκτυπον θείας Σου μορφῆς, ἐκπηγάζον ἀληθῶς, ἰάσεις τοῖς Σοῖς οἰκέταις, ὡς ἐκ πηγῆς ζωηφόρου, ἀντλοῦμεν νάματα Σῆς χάριτος

Ἕτερον. Ὅμοιον.
Χοζεβᾶ τοῦ Σεμνείου φρουρὲ ἀνύστακτε, Χοζοβιώτισσα Μῆτερ, Ἰωακείμ, Σοῦ πατρὸς, ἱκεσίαις, Ἠλιοὺ Προφήτου ἔμφρονος, Ὁσιοάθλων γεραρῶν, τῶν Κτιτόρων Σῆς Μονῆς, πρεσβείαις καὶ Ἰωάννου, τοῦ ἀλωβήτου Ὁσίου, τὸν Σὸν Υἱὸν ἡμῖν ἱλέωσαι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε φιλοπάρθενοι πιστοὶ, σπεύσωμεν μορφὴν προσκυνῆσαι, ἐν Χοζεβᾶ τῇ Μονῇ, ἔκτυπον πανθαύμαστον τῆς Θεομήτορος, καὶ Αὐτῇ ἐκβοήσωμεν, φωναῖς μελιῤῥύτοις· Θεοτόκε Ἄχραντε, Χοζοβιώτισσα, ῥύου συμφορῶν καὶ κινδύνων, καὶ παντοίας βλάβης ἐχθίστου, τοὺς εἰλικρινῶς Σε μακαρίζοντας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Κωνσταντίνου, Χοζοβιώτισσα, πλῆσον
χαρᾶς καρδίαν, Χαραλάμπης κραυγάζει.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης