Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Ιωάννου του εξ Ιωαννίνων και εν Κωνστανινουπόλει αθλήσας Empty Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Ιωάννου του εξ Ιωαννίνων και εν Κωνστανινουπόλει αθλήσας

Δευ Σεπ 16, 2019 8:09 am
Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Ιωάννου του εξ Ιωαννίνων και εν Κωνστανινουπόλει αθλήσας

Ποίημα Γεωργίου Μηλίτση
Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Ιωάννου του εξ Ιωαννίνων και εν Κωνστανινουπόλει αθλήσας Oe10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ Νεομάρτυρι Χριστοῦ Ἰωάννῃ, εὐσεβοφρόνως οἱ πιστοὶ δεῦτε πάντες, ἐν κατανύξει κράξωμεν ἐκ βάθους ψυχῆς, ῥῦσαι τοὺς προστρέχοντας, λοιμικῆς ἀσθενείας, πάσης περιστάσεως καὶ ποικίλων κινδύνων, ταῖς πρὸς  Χριστὸν λιταῖς σου θαυμαστέ, Ἰωαννίνων προστάτα ἀκοίμητε.

Δόξα. Τό αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξε ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανών οὗ ἡ ἀκροστιχίς:
Ἰωάννη, Χριστῷ σύναψον νοῦν μου Γεώργιος.

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.

Ἰάσεις ποικίλας θαυματουργέ, ταχὺ ἀπελαύνεις, καὶ δαιμόνων ἐπιβουλάς· διό σοι προσέρχονται ἀσμένως, Ὀρθοδόξων τὰ πλήθη τρισένδοξε.


ᾨδάς σοι προσάγωμεν Ἀθλητά, καὶ σοῦ ἐξαιτοῦμεν, προστασίαν καὶ ἀῤῥωγήν, ἥν τάχος παράσχου Ἰωάννη, τοῖς Ὀρθοδόξοις πιστοῖς τρισμακάριστε.
Ἀρχὴν μετανοίας θαυματουργέ, λιταῖς σου παράσχου, τῷ ποθοῦντι διακαῶς, ἰδεῖν Ἰωάννῃ Νεομάρτυς, τοῦ Παραδείσου τὰ κάλλη, θεόζηλε.

Θεοτοκίον.
Νεότητα Μῆτερ τοῦ Λυτρωτοῦ, προστάτευσον τάχος, ἐκ κινδύνων καὶ ἐθισμῶν, καὶ ἐκ χειρῶν ἀνθρώπων δολίων, Σὺ διαφύλαξον Κόρη Πανύμνητε.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Νῦν προστρέχω ὁ τάλας, ἱκετικῶς ἔνδοξε, καὶ σὴν βοήθειαν αἰτοῦμαι, ἀξιομίμητε, ἥν τῷ ἀθλίῳ ταχύ, σὺ Ἰωάννη παράσχου,  ἵνα μὴ ἀπόλωμαι, ὦ πανευφρόσυνε.

Ἡ ἁγία σου κάρα, ἐν Βαρλαὰμ Ἅγιε, λιμὴν ἀνεδείχθη ἐσχάτως, καὶ καταφύγιον, τῶν ἀσθενούντων σοφέ, καὶ τῶν θελόντων σωθῆναι· διὸ οἱ Ὀρθόδοξοι, πίστει προσέρχονται.

Χριστομάρτυς σὲ πόθῳ, ἱκετικῶς δέομαι, ἐκ τῆς μοχθηρίας ἱκέτην, τάχος διάσωσον, ἵνα ὑμνῶ τὸν Θεόν, καὶ Ποιητὴν τῶν ἁπάντων, Ἰωάννη ἔνδοξε, Ἡπείρου κλέϊσμα.

Θεοτοκίον.
Ῥᾳθυμίας κατέστην, ἐργάτης ὁ ἄθλιος, διὸ πρὸς Σὲ καταφεύγω, καὶ πόθῳ δέομαι, σπεῦσον ταχὺ Μαριάμ, καὶ σῶσον Κόρη ἱκέτην, καὶ Υἱόν Σου Ἄχραντε, Σὺ ἐξευμένισον.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ἰωάννη, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, Νεομαρτύρων τὸ κλέος καὶ δόξα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Τὰ ἄνω ζητῶν.

Πρεσβείαν τὴν σήν, ποθοῦμεν ἀξιάγαστε, διὸ τῶν πιστῶν, τὰ πλήθη εἰς σὲ σπεύδουσι, καὶ θερμῶς βοῶσί σε, Ἰωάννη σκέπασον ἅπαντας, καὶ ἐκ τροχαίου φύλαξον ἡμᾶς, Βαρλαὰμ καὶ Ἠπείρου τὸ καύχημα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰατρὸν ὀνομάζομεν, σὲ ὦ Ἰωάννη, Ἠπείρου καύχημα, καὶ δεόμεθα ἱκέται σου, ἐκ παντοίων νόσων διαφύλαξον.

Σωφροσύνην παράσχου μοι, καὶ ταπείνωσιν Ἰωάννη ἔνδοξε, καὶ τὸν νοῦν μου ἀποκάθαρον, ἐκ τῶν φαύλων σκέψεων, θεόφιλε.

Τὴν ψυχήν μου διάσωσον, ἐκ τῶν παθῶν Ἰωάννη μακάριε, καὶ τὸ σῶμά μου προστάτευσον, ἐκ ποικίλων νόσων ἀκατάβλητε.

Θεοτοκίον.
Παρθένε θεόνυμφε, τὸν Υἱόν Σου σκέπε καὶ διαφύλαττε, καὶ τὸ στόμα μου διάνοιξον, τοῦ δοξάζειν Σε Θεοκοινώνητε.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Σὲ παρακαλῶ, Ἰωάννη παμμακάριστε, τοὺς Ὀρθοδόξους ἐκ πλάνης θαυμαστέ, καὶ ἐκ κινδύνων, ταχὺ λιταῖς σου φύλαξον.

Ὕμνους καὶ ᾠδάς, σοί προσφέρομεν Ὀρθόδοξοι, καὶ σοὶ προσπίπτομεν θαυματουργέ, ἐκ τῶν ποικίλων, παθῶν ἡμᾶς ἐλευθέρωσον.

Νέος ἀθλητής, ἀνεδείχθης Μάρτυς ἔνδοξε, καὶ Ὀρθοδόξων πιστῶν καταφυγή, ὦ Ἰωάννη, Ἡπείρου δόξα καὶ σέμνωμα.

Θεοτοκίον.
Ἄχραντε θερμῶς, ἱκετεύω Σε ὁ ἄθλιος, ἐκ τῶν παγίδων ἀρχαικάκου ἐχθροῦ, τὸν Σὸν ἱκέτην, ἀπαύστως Μαριάμ, προστάτευσον.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ψυχήν μου σοῦ, Ἰωάννη δέομαι, ὁ ἀνάξιος διάσωσον τάχος, ἐκ τῶν χειρῶν, τοῦ ἀλάστορος Μάρτυς, καὶ ἐκ ποικίλων παγίδων τοῦ ὄφεως, καὶ ῥῦσαί με διαπαντός, ἐκ ποικίλων παθῶν, ἀξιάγαστε.

Ὁ τάλας σέ, ἱκετεύω ἔνδοξε, καὶ αἰτῶ τὴν σὴν θερμὴν μεσιτείαν, πάντας ἡμᾶς τοὺς προσπίπτοντας πίστει, πρὸ τῆς ἁγίας σου κάρας διάσωσον, ἐκ πάντων τῶν διαβολῶν, ἅς κακότροποι Μάρτυς ὑφαίνουσι.

Νῦν πάντες, ἱκετικῶς προσφεύγομεν, καὶ δεόμεθα θερμῶς Ἰωάννη, ἐκ τοῦ καρκίνου διάσωσον πάντας, καὶ ἐξ ἐχθρῶν ἀοράτων προστάτευσον, καὶ φύλαξον ἐκ συμφορῶν, τοὺς ἱκέτας σου Μάρτυς τρισένδοξε.

Θεοτοκίον.
Νευρώσεις Σύ, ἀπελαύνεις Ἄχραντε, καὶ τὰς νόσους θεραπεύεις Σῶν δούλων, καὶ ταῖς ψυχαῖς ἱκετῶν Σου παρέχεις, ἀκαταπαύστως βοήθειαν ἔνδοξε· Σοῦ δέομαι ὁ δυσμενής, τῆς ψυχῆς μου τὰ ὄμματα ἄνοιξον.


Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ἰωάννη, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, Νεομαρτύρων τὸ κλέος καὶ δόξα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.

Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος, καὶ μεσίτης πρὸς τὸν Λυτρωτὴν ἀμετάθετος, μὴ παρίδῃς ἁμαρτωλῶν ἱκέτιδας φωνάς, ἀλλὰ πρόφθασον θαυματουργέ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν θερμῶς κραυγαζόντων σοι, δέχου ἡμῶν πρεσβείας, καὶ σπεῦσον εἰς ἱκεσίαν, τῶν Ὀρθοδόξων ἰσχυρόν, Ἰωάννη καταφύγιον.

Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καί εἰσήκουσεν τῆς δεήσεώς μου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ιβ΄ 8 – 12).

Εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ Ἰωάννου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ ἐγκαταλείπῃς με, ὦ τοῦ Χριστοῦ Νεομάρτυς, τὸν πρὸς σὲ προστρέχοντα, καὶ καθικετεύοντα, ἀξιάγαστε· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, ἀρχαικάκου τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ καταφύγιον πάντιμε, πάντοθεν εἰμὶ δέσμιος, ἐκ ποικίλων παθῶν ὁ τρισάθλιος, μάκαρ Ἰωάννη, θησαύρισμα καὶ δόξα Βαρλαάμ, μὴ παραβλέπῃς τὴν δέησιν, τοῦ ἀχρείου δούλου σου.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας,
Οὐρανῶν Κυβερνήτην, Ἰωάννη θεόφρων σφοδρῶς ἠγάπησας· διὸ καὶ τὴν ζωήν σου, ὡς ἄκακον ἀρνίον, Αὐτῷ προσενήνοχας· ὦ Νεομάρτυς Χριστοῦ, προστάτευσον ἱκέτας.

Ὑπηρέτης κατέστην, τῆς σαρκὸς Ἰωάννη θεοκοινώνητε· διό σοι καταφεύγω, ὁ τάλας καὶ ἀχρεῖος, καὶ μετὰ πόθου δέομαι, βοήθησόν μοι ταχύ, ἵνα μὴ ἀπολλοῦμαι.

Νικητὴς ἀνεδείχθης, τῶν παθῶν Ἰωάννη ἀξιοθαύμαστε, καὶ τοὺς υἱοὺς τῆς Ἀγαρ, οὐδόλως ἐφοβήθης, διὸ πάντες κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Μὴ παρίδῃς ἱκέτας, Θεοδόξαστε κόρη, πιστῶν τὸ καύχημα, ἀλλὰ ταῖς εὐχαῖς Σου, ἐκ νόσου τοῦ καρκίνου, πάντας Μῆτερ διάσωσον, ἵνα ὑμνῶμεν ἀεί, τὸν Λόγον Θεοτόκε.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Οὐρανοδρόμε, τὸν Βασιλέα καὶ Κτίστην, καθικέτευε δεόμεθα πάντες, ὅπως ῥυσθῶμεν, πυρὸς τοῦ αἰωνίου.

Ὕμνους προσάγουν, ἐν κατανύξει βαθείᾳ, πρὸς σὲ τοῦ Βαρλαὰμ οἱ Πατέρες, καὶ προσκυνοῦσι, τὴν κάρα σου φωσφόρε.

Τὴν τῆς Ἠπείρου, σὺ καθηγίασας Μάρτυς, καὶ κατέστης αὐτῆς ὁ προστάτης, διὸ Ἰωάννη, δοξάζομέν σε πάντες.

Θεοτοκίον.
Ἑλλήνων Κόρη, καταφυγὴ ἀνεδείχθης, καὶ ἀκοίμητος πάντων προστάτης· διὸ Θεοτόκε, ἀπαύστως Σὲ ὑμνοῦμεν.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μάρτυς Ἰωάννη, μὴ ἐγκαταλείπης, τοὺς Ὀρθοδόξους εἰς χεῖρας τοῦ ὄφεως, ἀλλὰ παράσχου ἡμῖν, ἀνώδυνα τὰ τέλη.

Ῥαπίσματα ἐδέχθης, Μάρτυς Ἰωάννη, καὶ μαρτυρίου τὴν χλαῖναν κατέκτησας· διὸ σὲ πάντες ἐν πίστει, μάκαρ δοξάζουσι.

Γαλήνην σὺ παράσχου, ἐμοὶ τῷ ἀχρείῳ, καὶ τῆς πικρὰς τυραννίδος τοῦ ὄφεως, τὸν σὸν ἱκέτην θεόφρον, τάχος ἀπάλλαξον.

Θεοτοκίον.
Ἱλέωσαι Υἱόν Σου, Κεχαριτωμένη, τὸν ἐπ ἐμοὶ ὀργισθέντα δικαίως Ἁγνή, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, τάχος μὲ λύτρωσε.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς,  μακαρίζειν σε ὦ Νεομάρτυς, τὸν ἀειμακάριστον καὶ θεοδόξαστον, τὸν προστάτην καὶ φρουρὸν ἡμῶν. Τὸν διὰ ἀγάπην τοῦ Ἰησοῦ, μαρτυρίου χλαῖναν, ἐνδυθέντα περιχαρῶς, καὶ νῦν σὺν τοῖς Ἀγγέλοις, ὑμνεῖ ἐν Παραδείσου, Χριστὸν τὸν ζωοδότην, καὶ πάντων Κύριον.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Ἠπείρου θεῖος βλαστός, καὶ Ἰωαννίνων, ἀντιλήπτωρ καὶ βοηθός· χαίροις Ἰωάννη, τῶν Ὀρθοδόξων δόξα, καὶ τῶν πιστῶν τὸ κλέος, ἀξιοτίμητε.

Ἐκτενῶς ἱκέτευε τὸν Θεόν, ὑπὲρ τῆς Ἑλλάδος, εἰρηναίαν αὐτὴν τηρεῖν, καὶ λυτροῦσθαι πάντων, δεινῶν τε καὶ κινδύνων, ὦ Ἰωάννη κλέος, δόξα καὶ καύχημα.

Χαίρουσιν Πατέρες τοῦ Βαρλαάμ, ἔχοντες ἐν μέσῳ, σοῦ τὴν κάραν θαυματουργέ, ἥτις ἀπελαύνει, δαιμόνων ἐπιθέσεις, καὶ τοῖς πιστοῖς παρέχει, ῥώμην καὶ δύναμιν.

Μάνδραν τὴν τιμῶσάν σε εὐλαβῶς, φύλαττε ἀπαύστως, ἀπὸ πάσης ἐπιβουλῆς, μάκαρ Ἰωάννη, σὺν τῷ Νεκταρίῳ, καὶ θείῳ Θεοφάνῃ, Χριστὸν πρεσβεύοντες.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ το Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.

Νέον καύχημα, Ἰωαννίνων, καὶ κραταίωμα, τῶν Ὀρθοδόξων, ἀνεδείχθης Ἰωάννη τρισένδοξε, σὺ γὰρ ἐν Πόλει τοῦ Βύζαντος ἤθλησας, καὶ μαρτυρίου τὴν χλαῖναν κατέκτησας, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς


Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Χαῖρε Ἰωάννη θαυμαστέ, χαῖρε τῆς Ἠπείρου τὸ κλέος, καὶ Βαρλαὰμ θησαυρέ, ἄλλον γὰρ οὐκ ἔχομεν πρεσβευτὴν πρὸς Θεόν, οἱ ποθοῦντες Παράδεισον, ἀλλὰ δειλιῶντες, ὡς κατατρυχόμενοι ὑπὸ ποικίλων παθῶν, Μάρτυς τοῦ Χριστοῦ ἀθληφόρε, ὅθεν σοι προσπίπτομεν πόθῳ, πάντες οἱ Ὀρθόδοξοι ἀτίμητε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης