Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Χαιρετισμοί εις τον Όσιο Νικόλαο του εν Βουνένοις Empty Χαιρετισμοί εις τον Όσιο Νικόλαο του εν Βουνένοις

Δευ Αυγ 05, 2019 9:40 am
Χαιρετισμοί εις τον Όσιο Νικόλαο του εν Βουνένοις

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Χαιρετισμοί εις τον Όσιο Νικόλαο του εν Βουνένοις Nikola12

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐξ Ἑῴας ἀνατείλαντα ὡς ἥλιον, Μαρτύρων κλέος καὶ Ὁσίων ἀκροθίνιον, καταυγάσαντα συνέσει τε καὶ ἀνδρείᾳ, τῶν Βουνένων τοὺς δρυμοὺς νῦν μελῳδήσωμεν, καὶ τὴν ἄθλησιν αὐτοῦ ἐν ὕμνοις στέψωμεν, ἀνακράζοντες· Χαῖροις Μάρτυς Νικόλαε.

Ἄγγελος φωτοφόρος, ἀληθῶς ἀνεδείχθης, Νικόλαε Βουνένων λαμπρότης· (ἐκ γ΄) ἀρετῆς γὰρ ἐκλάμψας βολαῖς, καὶ ἀνδρείας νέε Ἀθλητὰ ηὔγασας, πιστοὺς ἀνευφημοῦντάς σε, καὶ ὕμνοις μελιχροῖς βοῶντας·

Χαῖρε, βολὶς ἀρετῶν καλλίστων·
χαῖρε,  κρηπὶς ἀθλητῶν ἀρίστων.
Χαῖρε, τῆς ἀγάπης ἀστὴρ ὁ ἀνέσπερος·
χαῖρε,  τῆς ἀπάτης πρηστὴρ ὁ ὀλέθριος.
Χαῖρε, ὅτι καθηγίασας τῶν Βουνένων τὰς κλιτῦς·
χαῖρε,  ὅτι κατεφώτισας σαῖς αὐγαῖς τοὺς εὐσεβεῖς.
Χαῖρε, ὅτι καθεῖλες τῶν Ἀράβων τὰ στίφη·
χαῖρε,  ὅτι ἀνεῖλες τῶν ἀπίστων τὰ πλήθη.
Χαῖρε, βροτῶν ταχεῖα ἀντίληψις·
χαῖρε,  πολλῶν νοσοῦντων ἡ ἴασις.
Χαῖρε, καρπῶν ζηλωτὰ ἀιωνίων·
χαῖρε,  ναπῶν πεζοπόρε τιμίων.

Χαίροις Μάρτυς Νικόλαε.

Βλάστημα τῆς Ἑῴας, εὐανθὲς καὶ εὐῶδες, ἀνέθηλας σοφίας τὰ ῥόδα· ἐν λειμῶνι γὰρ θείῳ Χριστοῦ, ἐξανθήσας πίστεως καρποὺς ἤνεγκας, ἀνδρείαν καὶ εὐσέβειαν, Χριστὸν ἀξιοχρέως μέλπων·

Ἀλληλούϊα.

Περισσότερα Εδώ...


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης