Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιον Νικάρονα τον Θαυματουργόν Empty Παρακλητικός Κανών εις τον Όσιον Νικάρονα τον Θαυματουργόν

Σαβ Ιουλ 20, 2019 12:07 pm
Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Νικάρονα τον Ζαβορδηνόν τον Θαυματουργόν

Εποιήθη εν Αγίω Όρει του Άθωνος υπό Αθανασίου ιερομονάχου Σιμωνοπετρίτου, Υμνογράφου της Αγίας του Χριστού Μεγάλης  Εκκλησίας φιλοσίω αιτήσει του Σεβασμιωτάτου Μητροπολίτου Καστορίας Κυρίου κου Σεραφείμ
Παρακλητικός Κανών εις τον Όσιον Νικάρονα τον Θαυματουργόν Agiosn13
Εορτάζετε στις 7 Αυγούστου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια˙

Ἤχος δ'. ‘Ο ὐψωθείς ἐν τὠ Σταυρῶ.

Ἀσκητικῶς ἐν Καλλιστράτου τῷ ὄρει, ζήσας, Νικάνορ, τῶν θαυμάτων τήν χάριν, ἀπείληφας καί ἤγειρας Μονήν σου ἱεράν• τήν Μακεδονίαν δε κατεφώτισας πᾶσαν, βίῳ τῷ ἐνθέῳ σου, καί σημείοις ποικίλοις, ὡς μαρτυροῦσιν καί Καστοριείς, οἱ ἐξαιρέτως, τυχόντες σής χάριτος.

Δόξα. Το αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὒ σιωπήσομέν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προῖστασο, πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ κανῶν, οὐ ἡ ἀκροστιχίς:
«Καστοριείς φύλαττε, πανόσιε Νικάνορ. Α(θανάσιος)».

Ὠδή ἀ .Ἦχος πλ. δ' .  Ὑγράν διοδεύσας.

Κυρίου τήν χάριν ἀπό παιδός, πλουτήσας, Νικάνορ, σκεῦος γέγονας ἱερόν, θαυμάτων πληροῖς τούς χριστωνύμους, οἱ εὐγνωμόνως τιμώμέν σε πάντοτε.

Ἀτέκνους πρίν ὄντας τούς σούς γονεῖς, εὐτέκνους Δεσπότης, εναπέδειξε θαυμαστώς, σε δούς, παμμακάριστε Νικάνορ, τόν τῶν ἀτέκνων τήν στείρωσιν λύοντα.

Σπουδαίως ἠγάπησας τόν Χριστόν, Νικάνορ τρισμάκαρ, ὤσπερ ἄλλος τις Σαμουήλ, ναοῖς αὐλιζόμενος ἐκ βρέφους, ὤν τήν ἀγάπην ἡμῖν δός πρεσβείαις σου.

Θεοτοκίον.
Τόν Λόγον κυήσασα τοῦ Πατρός, ηγίασαι ὄλῃ, Θεοτόκε, ὑπερφυῶς• διό καί ἡμῖν τοῖς σε τιμῶσιν, ἁγιασμόν ἀναφαίρετον πάρεχε.


Ὠδή γ' . Οὐρανίας ἁψῖδος.
Οὐρανόν τήν Μονήν σου ἐπί τῆς γῆς ἔδειξας, ἔνθα μοναστῶν αἱ χορεῖαι Χριστόν ἐδόξασαν. Ὅθεν, τούς ὅσοι σε ἐπικαλοῦνται, Νικάνορ, οὐρανούς ἀνάδειξον Χριστοῦ οἰκήματα

Ρυπωθείσας καρδίας ἐκ πονηρῶν πράξεων κάθαρον, Νικάνορ, παρέχων τήν ἀδιάλειπτον καί ἁγιάζουσαν τοῦ Ἰησοῦ θείαν μνήμην, ἤν ὡς κτῆμα ἄσυλον σύ κατεπλούτησας.

Ἰατρός ἐκ Κυρίου Χριστιανοῖς δέδοσαι πάθη θεραπεύων καί νόσους ψυχῆς καί σώματος• ὅθεν προσπίπτομεν καί ἐξαιτοῦμεν, Νικάνορ• τάχιστα θεράπευσον ποικίλως πάσχοντας.

Θεοτοκίον.
Ἐν νυκτί καί ἡμέρα ικετικῶς κράζομεν Πάναγνε, ὡς βρέφη ποιοῦσι καί σου δεόμεθα• τροφήν τήν μένουσαν καί σωτηρίαν ποιοῦσαν πάρεχε πρεσβείαις σου πρός τόν Φιλάνθρωπον.


Διάσωσον, ἀπό παντοίας ἐχθροῦ ἐπηρείας σούς δούλους, ὦ Νικάνορ ὁσίων τό καύχημα, καί αἴτησαι παρά Χριστοῦ αἰτημάτων παντοίων τήν λύσιν.

Ἐπίβλεψον ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἲτησις καὶ τὸ Κάθισμα.  
Ἦχος β' . Πρεσβεία θερμῇ.

Σωτῆρος Χριστοῦ ἐδείχθης οἰκητήριον διό καί Μονήν Αὑτῷ σεπτήν ἀνήγειρας ἰατήρ γενόμενος  τοῖς προστρέχουσι τοῖς λειψάνοις σου καί προσκυνοῦσιν εὐλαβῶς, Νικάνορ, τήν εἰκόνα σου.


Ὠδή δ' . Εἰσακήκοα, Κύριε.
Ἱερεύς αγγελότροπος ὤφθης τῷ Κυρίῳ, Νικάνορ τίμιε• ὅθεν βίον καθαρότητοςιερεύσι πάρεχε τιμῶσι σε.

Στῦλος ἦσθα, πανόσιε, ἐν ταῖς προσευχαῖς σου ἀδιατάρακτος πρό ὀμμάτων ἔχων Κύριον, Ὀν ἀεί ιλέωσαι τοῖς δούλοις σου.

Φώς θαβώρειον ἔβλεπες, ὡς κεκαθαρμένος, Νικάνορ, πάντοτε, οὐ ἀκτῖνα μίαν πάρεχε τοῖς σε υιικώς ἀεί γεραίρουσιν.

Θεοτοκίον.
Ὑπεράγαθε Δέσποινα, δέξαι τά αἰτήματα τῶν τιμώντων σε καί Κυρίῳ ταύτᾳ πρόσφερε, ἶνα δῶ ἑκάστῳ τά συμφέροντα.


Ὠδή ἕ’ . Φώτισον ἡμᾶς.
Λύτρωσαι ἡμῶν, πόλιν, Πάτερ θεοδόξαστε, ἀπό δεινῶν τοῦ πολεμήτορος ἐχθροῦ, ὤσπερ τό πάλαι, τοῦ λοιμοῦ ταύτην διέσωσας.

Ἄνισος ἀγών ἡμῖν πρόκειται, τρισόλβιε, κατά ἀσάρκων πολεμοῦσιν προσβολῶν• διό αἰτοῦμεν, σήν, Νικάνορ, συναντίληψιν.

Τείχισον ἡμᾶς πατρική ἐπιστασία σου, θεῖε Νικάνορ, ὡς ἐτείχισας Μονήν Ζαβόρδης, τοῦ Σωτῆρος οἰκητήριον.

Θεοτοκίον.
Τραύματα ψυχῶν, Θεοτόκε, ἡμῶν ἴασαι, ἡ τόν σωμάτων καί ψυχῶν τόν Ἰατρόν ἀποτεκοῦσα, Ἰησοῦν τόν πολυέλεον.


Ὠδή ς’ . Τήν δέησιν.
Ἐβόησεν ἐν ἡμέρα θλίψεως, Καστορίας ἡ πληθύς σοι, Νικάνορ, καί παρευθύς τοῦ κινδύνου ἐρρύσθη• διό ἀείποτε πόθῳ προσπίπτει σοι αἰτοῦσα λύσιν τῶν δεινῶν μεσιτεία τῆ σή πρός τόν Εὔσπλαγχνον.

Πεποίθαμεν φιλανθρώποις σπλάγχνοις σου καί προβάλλομεν σε πρέσβυν, Νικάνορ, πρός τόν Θεόν, ὅπως ἔλεος δείξῃ ἡμῖν τοῖς ἄμετρα πταίουσιν πάντοτε καί μή εἰς πῦρ τό φοβερόν ἀποστείλῃ ἡμέρα τῆς Κρίσεως.

Ἀξίωσον, Θαβωρείου λάμψεως, τούς τιμῶντας σε, Νικάνορ τρισμάκαρ• σύ θεατής τῶν ἀρρήτων γάρ ὤφθης, κατά τούς πάλαι ὁσίως ἀσκήσαντας καί νῦν ἀκτίστων δωρεῶν ἀπολαύεις οἰκῶν τόν Παράδεισον.

Θεοτοκίον.
Νοῦν,  Ἄχραντε, καί καρδίας σπήλαια  Ἰησοῦ ταῖς ἱκεσίαις σου δεῖξον, ὅσοι θερμῶς θεοτόκοι γενέσθαι, ἐπιποθοῦσιν Κυρίου ἐν χάριτι καί μέτοχοι παμποθήτου, παραδείσου γενέσθαι, Πανάμωμε.


Διάσωσον, ἀπό παντοίας ἐχθροῦ ἐπηρείας σούς δούλους, ὦ Νικάνορ Ὁσίων τό καύχημα, καί αἴτησαι παρά Χριστοῦ αἰτημάτων παντοίων τήν λύσιν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικήν παρρησίαν.


Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος Β . Προστασία τῶν Χριστιανῶν.

Πυρωθείς τῆ ἀγάπη τοῦ Κτίσαντος, τόν σταυρόν τοῖς σοῖς ὤμοις ἀνείληφας• ὅθεν, πάτερ, ἁμιλληθέντα πάλαι ἀσκηταῖς πολλοῖς θαύμασι Χριστός, Ω αφιέρωσας Μονήν, τήν ζωήν σου ἐκόσμησεν. Ἐν οἷς Καστοριέων λύμην φθοράς διώξας, Νικάνορ, δέξαι εὐμενῶς τήν εὐγνώμονα ανύμνησιν.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὑτοῦ.
Στίχος. Τι ἀνταποδώσομεν τῷ Κυρίῳ περί πάντων ὤν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον Ἐκ τοῦ κατά Ματθαῖον (11, 27-30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς• Παντᾷ μοι παρεδόθη ὑπό τοῦ Πατρός μου, καί οὐδείς επιγινώσκει τόν Υἱόν εἰ μή ὁ Πατήρ, οὐδέ τόν Πατέρα τις επιγινώσκει εἰ μή ὁ Υἱός καί ὦ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς.  Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶος εἰμι καί ταπεινός τῆ καρδία καί εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ο γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα .
Ταῖς τοῦ σου Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Εἶτα ψάλλομεν τό προσόμοιον.
Στιχ. Ελέησόν με ὁ Θεός…
Ἦχος πλ. Β .  Ὅλην ἀποθέμενοι.

Ἅπαντα τόν βίον σου ἀνατεθείς τῷ Δεσπότῃ, τῷ Θαβώρ ἐκλάμψαντι, τούτῳ ᾠκοδόμησας Μονήν, Ὅσιε• ἄσκησιν δ’ υπέρλογον ἐξασκήσας εὗρες τήν ἀνάπαυσιν τῶν κόπων σου, Νικάνορ, θαύμασι τιμηθείς ὡς δοῦλος φιλότιμος. Τούτων δε πλήσας ἅπασαν τήν Μακεδονίαν διέσωσας τῶν Καστοριέων, λαόν ἀπό θανάτου λοιμικοῦ, ὑπέρ οὐ πάντοτε πρέσβευε τῷ Θεῶ, μακάριε.


Ὠδή ζ . Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ὀχλούμενοι νόσοις, καί προβλήμασι πλείστοις συμπιεζόμενοι πρός σε, σεπτέ Νικάνορ, προστρέχομεν βοῶντες• τόν Δεσπότην ἱκέτευε, ἶνα ἐπίδῃ ταχύ καί ἄνεσιν παράσχῃ.

Σε εἰδότες ταμεῖον εὐσπλαγχνίας ἀκένωτον, πάτερ  Ὅσιε, καθικετεύομεν σε• ἐκ μάστιγος καρκίνου τούς νοσοῦντας ἐξίασαι, ὅπως τιμῶμεν ἀεί, Νικάνορ, τήν σήν μνήμην.

Ἱερώτατον σκεῦος Παρακλήτου ὑπάρχων ἀπό συλλήψεως φώτισον τάς κυούσας καί λύτρωσαι τά βρέφη ἐκ κινδύνου ἐκτρώσεως ἀναδεικνύων αὑτά, Νικάνορ, θεία σκεύη.

Θεοτοκίον.
Ἐχαρίσθης θεόθεν τοῖς ἀνθρώποις μεσῖτις, Παρθένε πάναγνε, καί γάρ ἐν πάσῃ θλίψει εὑρίσκομεν σε σκέπην καί ἀήττητον πρόμαχον, ἐξιλεοῦσαν ἡμῖν Φιλάνθρωπον Υἱόν σου.


ᾨδή ἡ . Τόν βασιλέα.
Νίκην ἀρίστην, κατά ἐχθροῦ διαβόλου, Χριστωνύμοις, Νικάνορ, δός ταχέως ἀγωνιζομένοις τηρεῖν Κυρίου νόμον.

Ἱερωσύνης κοσμηθείς τῷ ποδήρει παρεδρεύοντας θυσιαστηρίῳ φύλαττε, Νικάνορ, ἐκ μιασμοῦ παντοίου.

Καστοριεύσιν τόν ἁγνόν τοῦ Δεσπότου φόβον δίδου, Νικάνορ, ὅπως πάγας τοῦ Σατάν νικῶσι πρεσβείαις σου ἁγίαις.

Θεοτοκίον.
Ἀγνῇ Παρθένε, τούς ἁγνεύοντας νέους τήρει ὤσπερ Χριστοῦ ναούς ἐμψύχους, ὅπως σε ὑμνῶσιν τό πρότυπον ἁγνείας.


Ὠδή θ'. Κυρίως Θεοτόκον.
Νικάνορ, θεῖε πάτερ, τούς προστρέχοντας σοι, ἐν ὤρα δίκης ἐσχάτης εκλύτρωσαι, ἐκδυσωπῶν τόν Σωτῆρα, ταῖς ἱκεσίαις σου.

Ο οἶκος οὗτος, Πάτερ, ὀν ἀνέθηκε σοι, ἡ Καστορία εἰς μνήμην τοῦ θαύματος ὡς Σιλωάμ κολυμβήθρα ἅπασι γένοιτο.

Ῥεόντων ὑπερόπτα καί τῆς Βασιλείας τῶν οὐρανῶν κληρονόμε ἀξίωσον ταύτης τούς ὅσοι, Νικάνορ, σοι καταφεύγουσιν.

Θεοτοκίον.
Ἀπάλλαξον, Παρθένε, πόλιν Καστορίας, τήν σε τιμῶσαν Ναοῖς ἐπωνύμοις σου, πάσης ἀνάγκης καί νόσου καί περιστάσεως.


Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως, Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σε μεγαλύνομεν.

Καί τά Μεγαλυνάρια.
Χαίροις, ὦ Νικάνορ θαυματουργέ, τῶν Καστοριέων, πρέσβυς ἔνθερμος πρός Θεόν, ὕς διαφυλάττοις ἐκ νόσων καί κινδύνων καί πάσης ἐπηρείας τοῦ πολεμήτορος.

Ὤσπερ πάλαι ἔσωσας τόν λαόν Καστορίας πάτερ, ἀπό νόσου τῆς λοιμικῆς, οὕτω καί νῦν σῶσον ἀπό τῆς ἁμαρτίας, Νικάνορ, ἀπειλούσης ψυχῶν ἀπώλειαν.

Χαίρετε, Νικάνορ σύν τῷ Μῆνα, οἱ τῆς Καστορίας, ἀντιλήπτορες κραταιοί, δέησιν ποιεῖτε απαύστως πρός Δεσπότην, ὅπως εκλυτρωθώμεν δεινῆς κολάσεως.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον.  Ἦχος γ' . Θείας πίστεως.
Νίκην εἴληφας ἄφθαρτον στέφος, Πάτερ ὅσιε, παρά τοῦ Κτίστου, τῶν σῶν ἀγώνων ἀντάξιον έπαλθον• τήν γάρ πατρίδα λιπών τήν ἐπίγειον τῆς οὐρανίου οἰκήτωρ γεγένησαι• ὅθεν πάντες σε πίστει καί πόθῳ γεραίρομεν• Χαίροις Νικάνορ, Ὁσίων ὁμόσκηνε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β' .  Ὅτε ἐκ τοῦ ξύλου σε.

Ὤσπερ πάλαι τούς Καστοριείς ἔσωσας λοιμοῦ τοῦ παμφθόρου, Νικάνορ ὅσιε, οὕτω καί νῦν λύτρωσαι τῆς ἁμαρτίας λοιμοῦ, ἱκετεύω ἑκάστοτε, Σωτῆρα Δεσπότην, Οὗπερ ἀφομοίωμα ἐδείχθης ἔκλαμπρον, ὅπως ὑγιαίνοντες πάντες καί κατά ψυχήν καί τό σῶμα δόξαν Αὑτῷ δῶμεν τήν ἐμπρέπουσαν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Στίχοι

Νίκας, Νικάνορ, δίδου Καστοριεύσι,
κατ’ ἐχθροῦ παλαίουσι κακομηχάνου.





Πηγή
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης