Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Σεραφείμ του Σάρωφ Empty Παρακλητικός Κανών εις τον Όσιο Σεραφείμ του Σάρωφ

Πεμ Ιουλ 11, 2019 8:55 am
Παρακλητικός Κανών εις τον Όσιο Σεραφείμ του Σάρωφ

Ποίημα του Μητροπολίτου Ρόδου Κυρίλλου.
Παρακλητικός Κανών εις τον Όσιο Σεραφείμ του Σάρωφ Sarof10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·


Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς τῶν Ὁσίων μιμητὴν θεοφόρον, καὶ τῶν Ἀγγέλων κοινωνὸν στεφηφόρον, οἱ εὐσεβεῖς ὑμνοῦμέν σε, παμμάκαρ Σεραφείμ, καὶ πιστῶς προστρέχοντες, τῇ θερμῇ σου πρεσβείᾳ, συντριβῇ καρδίας σοι, ἀνακράζομεν πάντες· τῷ ἐν Τριάδι πρέσβευε Θεῷ, τοῦ ἐλεῆσαι, ἡμᾶς ὡς φιλάνθρωπος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανὼν, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· Κυρίλλου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Τοῦ Σάρωφ πολίτης ὁ θαυμαστός, Θεοῦ ὡς τῷ Θρόνῳ, παριστάμενος εὐκλεῶς, μνημόνευε Πάτερ τῶν τελούντων, ἐν ἐγκωμίοις ἀξίως τὴν μνήμην σου.

Ἐν τοῖς οὐρανίοις χοροβατῶν, ἐπόπτευε Πάτερ, παμμακάριστε Σεραφείμ, τοὺς προσπίπτοντάς σοι ἐκ καρδίας, καὶ εὐφημοῦντας τὸν ἔνθεον βίον σου.

Τοὺς ἀνακειμένους πανευλαβῶς, τῇ σῇ προστασίᾳ, ἐκ παντοίας ῥῦσαι ὀργῆς, Πάτερ Σεραφεὶμ ὁ ἐν τῷ Σάρωφ, ἀγγελικῶς ἐκτελέσας τὸν βίον σου.

Θεοτοκίον.
Κατάρδευσον ῥείθροις τοῖς μυστικοῖς, Δέσποινα Μαρία, τῶν ἁγίων Σου οἰκτιρμῶν, εἰς κόρον ψυχάς τε καὶ καρδίας, τῶν προσκυνούντων τὸν ἄχραντον τόκον Σου.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωτισμῷ τῷ ἀδύτῳ, καταυγασθεὶς Ὅσιε, τῆς φωτοειδοῦς βιοτῆς σου, τοῖς προτερήμασιν, ἡμᾶς καθεύδοντας, ἐν τῶν παθῶν τῇ σκοτίᾳ, φώτισον πρεσβείας σου, τοῖς ἀπαυγάσμασι.

Τὰ ἐν κόσμῳ μισήσας, δι᾿ ἀρετῆς γέγονας, σκεῦος Σεραφείμ πανευῶδες, ὤφθης τῆς χάριτος· ὅθεν χαρίτωσον, ὡς συμπαθὴς τὰς καρδίας, τῶν ἀνευφημούντων σε, ὅλης ἐκ πίστεως.

Ὡς ζωῆς κληρονόμος, τῷ θαυμαστῷ βίῳ σου, δίδου τῆς ζωῆς μοι τὰ ἔργα, ἀεὶ ἐργάζεσθαι, ἵνα τῆς κρείττονος, ἀξιωθῶ εὐφροσύνης, ὁ πιστὸς ἱκέτης σου, Σεραφεὶμ Ὅσιε.

Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων Σου, ὡς ἄν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές Σε, ὡς Θεομήτορα.


Διάσωσον, ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, τοὺς τῇ σεπτῇ σου πρεσβείᾳ προστρέχοντας, ὦ Σεραφεὶμ ὁ τοῦ Σάρωφ θεῖος πολίτης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις και το Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.

Χριστῷ τῷ Θεῷ, ἀκολουθήσας Ὅσιε, ὡς πλήρης Αὐτοῦ, τοῦ ἔρωτος γενόμενος, ὑπὲρ φύσιν ἤσκησας, καὶ  μεγίστης ἠξίωσαι χάριτος· διὸ ἡμῖν χορήγει Σεραφείμ, εἰρήνης τὴν χάριν ταῖς πρεσβείαις σου.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ ἀσκήσας ὡς ἄσαρκος, καὶ τὸν πολυμήχανον τροπωσάμενος, τῶν αὐτοῦ παγίδων λύτρωσαι, Σεραφεὶμ παμμάκαρ τοὺς ἱκέτας σου.

Μετανοίας ὑπάνοιξον, Σεραφείμ μοι εἴσοδον τῇ πρεσβείᾳ σου, ἵνα εὕρω τὴν συγχώρησιν, τῶν παραπτωμάτων ὁ πανάθλιος.

Ὡς Πατὴρ στοργικώτατος, Σεραφεὶμ μακάριε ἀναπτέρωσον, πρὸς ἀγάπην τὴν οὐράνιον, τὰς ψυχὰς τῶν πόθῳ εὐφημούντων σε.

Θεοτοκίον.
Ῥῦσαι Ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους Σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμῖν, τὴν βοήθειάν σου πάρεχε, Σεραφεὶμ τοῖς εὐφημοῦσί σε πιστῶς, ὡς ἀστέρα τῆς ἀσκήσεως ἀείφωτον.

Σὺ τῶν μοναστῶν, ποιμὴν ὤφθης καὶ διδάσκαλος· ἀλλὰ ποίμανον οὖν Πάτερ Σεραφείμ, καὶ ἡμᾶς τῇ βακτηρίᾳ τῆς σῆς χάριτος.

Φάνηθι ἡμῖν, βοηθὸς καὶ ῥύστης ἕτοιμος, ἐν ἐφόδοις πειρασμῶν πολυειδῶν, Σεραφεὶμ τῶν μοναζόντων ἐγκαλλώπισμα.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν· τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, ἐξ αἱμάτων Σου ἁγίων ἀπεκύησας.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Θαυμάτων, τὰς δωρεὰς δεξάμενος, ὡς βιώσας ἐν τῷ Σάρωφ ὁσίως, τὰς τῆς ψυχῆς μου θεράπευσον νόσους, καὶ τῆς ἀθλίας σαρκός μου τὰ τραύματα, ἴασαι Πάτερ Σεραφείμ, μοναζόντων σεβάσμιον καύχημα.

Χρηστότητος, Σεραφεὶμ θεόληπτε, καὶ ἐλέους ποταμὸς ἀνεδείχθης· τῷ γὰρ Θεῷ ἐν ἀγάπῃ καὶ φόβῳ, καὶ τῷ πλησίον καλῶς ἐθεράπευσας· ὅθεν κατάρδευσον κἀμοῦ, τὴν ψυχὴν ξηρανθεῖσαν τοῖς πάθεσι.

Λαμπόμενος, ἐν Ἐδὲμ μακάριε, τῇ ἀκτίστῳ φωταυγείᾳ τῆς δόξης, ὡς ἀσκητὴς τοῦ Χριστοῦ θεοφόρος, καὶ ἀρετῶν ἐκμαγεῖον οὐράνιον, διάλυσόν μου τῆς ψυχῆς, Σεραφεὶμ ἱκετεύω τὴν νέφωσιν.

Θεοτοκίον.
Λαμπρότατον, τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα· ὅθεν τῆς δόξης Σου φωτί, τὴν ἀθλίαν ψυχήν μου καταύγασον.


Διάσωσον, ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, τοὺς τῇ σεπτῇ σου πρεσβείᾳ προστρέχοντας, ὦ Σεραφεὶμ ὁ τοῦ Σάρωφ θεῖος πολίτης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις και ευθύς το Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς κοινωνήσας τῆς θείας λαμπρότητος, καὶ τῆς ἀφράστου τρυφήσας φαιδρότητος, μὴ παύσῃ ἡμῖν ἐξαιτούμενος, ὦ Σεραφεὶμ μοναζόντων ἀγλάϊσμα, τὸ φῶς τοῦ Κυρίου τῆς χάριτος,


Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνήρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλῦψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στ. Ἐλέησόν με, ὁ Θεός,…  
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην ἀποθέμενος, τὴν κοσμικὴν πραγματείαν, ὑπὲρ φύσιν ἤσκησας, ἐν τῷ Σάρωφ Ὅσιε, ὡς θεόσοφος, καὶ τοῖς ἀγῶσί σου, τῆς σαρκὸς τὰ πάθη, ἀποκτείνας τελεώτατα, σκεῦος τῆς χάριτος, ὤφθης Σεραφεὶμ ἱερώτατον, καὶ γέγονεν ὁ βίος σου, πάσης ἀρετῆς ἐξεικόνισμα. Ὅθεν σε τιμῶμεν, δεόμενοι πρεσβείαις σου εὑρεῖν, ἁμαρτημάτων τὴν ἄφεσιν, καὶ τὸ μέγα ἔλεος.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀναβλύζων ἰάσεις, Σεραφείμ Παρακλήτου, τῇ ὑπὲρ νοῦν δωρεᾷ, θεράπευσον τὰς νόσους, ψυχῶν τε καὶ σωμάτων, ἐν τῶν πίστει βοώντων σοι· χαῖρε κανὼν μοναστῶν, καὶ κλέος τῶν Ὁσίων.

Συστροφῆς καὶ μανίας, Σεραφεὶμ θεομάκαρ, τοῦ ἀρχεκάκου ἐχθροῦ, συντήρει ἀνωτέρους, τοὺς ἐπιβοωμένους, τὴν θερμήν σου βοήθειαν· σὺ γὰρ ἀσκήσει αὐτοῦ, κατέῤῥαξας τὸ θράσος.

Ἱλαρῷ ὄμματί σου, ἴδε Πάτερ ὑψόθεν, ὡς συμπαθὴς ἐφ᾿ ἡμᾶς, τοὺς ἐπικαλουμένους, προστάτην σε ἐν πάσαις, Σεραφεὶμ περιστάσεσι, χαρὰν παρέχων ἡμῖν, καὶ ἄνεσιν παμμάκαρ.

Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων, τῶν ἐν βίῳ συντήρει, ἀπαρατρώτους Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι· χαῖρε Παρθένε Σεμνή, τοῦ κόσμου προστασία.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς Βασιλείας, ἀξίωσόν με τῆς ἄνω, θεοδέκτοις σου πρεσβείαις πρὸς τὸν Κτίστην, Σεραφεὶμ παμμάκαρ, τοῦ Σάρωφ ὁ πολίτης.

Ἔχομεν Πάτερ, τὴν κραταιάν σου πρεσβείαν, καταφύγιον ἐν βίου ταῖς ἀνάγκας· διὸ Σεραφείμ σε, πιστῶς ἀνευφημοῦμεν.

Σῶσόν με Πάτερ, τὸν εὐλαβῶς σε καλοῦντα, ἀντιλήπτορα καὶ σύμμαχον ἐν πᾶσι· σὺ γὰρ παῤῥησίαν, πρὸς τὸν Δεσπότην ἔχεις.

Θεοτοκίον.
Ὅρμον Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείας Σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν Σε, ὡς μόνην Θεοτόκον.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μετέχων τῆς ἀφράστου, Πάτερ εὐφροσύνης, ἐκ τῆς καρδίας ἡμῶν ἀποδίωξον, ὦ Σεραφεὶμ πᾶσαν λύπην, ὡς συμπαθέστατος.

Κακίστης ἐπηρείας, τῆς ἐξ ἁμαρτίας, ῥῦσαι ἡμᾶς Σεραφεὶμ τοὺς ἱκέτας σου, ἵνα ᾠδὴν ᾄδομέν σοι, εὐχαριστήριον.

Ὡς ἔχων παῤῤησίαν, Σεραφεὶμ παμμάκαρ, ἀντιλαβοῦ τῆς θερμῆς παρακλήσεως, τῶν ἱκετῶν σου βραβεύων, αὐτοῖς τὰ κρείττονα.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως κυήσασα, Αὐτὸν δυσώπει σωθῆναι, τοὺς ὑμνολόγους Σου.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις παμμακάριστε Σεραφείμ, ὁ καλῶς ἐκ βρέφους, ἐξασκήσας τὴν ἀρετήν· χαίροις ὁ ἐν Σάρωφ, ὡς Ἄγγελος βιώσας, καὶ ἔχων μετ᾿ Ἀγγέλων, νῦν τὸ πολίτευμα.

Ὅλος παιδιόθεν ἀνατεθείς, Χριστῷ τῷ Σωτῆρι, παμμακάριστε Σεραφείμ, Αὐτῷ τῇ ἀσκήσει, πιστῶς συνεσταυρώθης· διὸ ζωῆς μετέσχες, τῆς ὑπὲρ ἔννοιαν.

Ἔρωτι τῷ θείῳ ὡς πτερωθείς, ἐν Σάρωφ μετῆλθες, τῶν Ὁσίων τὴν βιοτήν, μεθ᾿ ὧν νῦν ἐν πόλῳ, τὴν κοινωνίαν ἔχων, ὦ Σεραφεὶμ παμμάκαρ, ἡμῶν μνημόνευε.

Οἶκον Παρακλήτου ἀσκητικῶς, Σεραφεὶμ παμμάκαρ, ἀπετέλεσας σεαυτόν· διὸ  πλήρωσόν με, Αὐτοῦ τῆς ἐνεργείας, ὡς ἄν ἀξίως μέλπω, τὰς ἀριστείας σου.

Χαίροις τῶν Ὁσίων ὁ μιμητής, καὶ τῆς ἐγκρατείας, ὁ θεόπνους ὑφηγητής· χαίροις ἀπαθείας, εὐώδης μυροθήκη, ὦ Σεραφεὶμ παμμάκαρ, Ὁσίων καύχημα.

Πρέσβυν σε πλουτοῦντες πρὸς τὸν Θεόν, Σεραφεὶμ παμμάκαρ, ἐκβοῶμέν σοι εὐλαβῶς· χαῖρε ὁ Κυρίου, τὰ λόγια πληρώσας, ὡς πλήρης τῆς ἀγάπης, αὐτοῦ γενόμενος.

Δέχου τὰς δεήσεις ὡς εὐμενής, Σεραφεὶμ παμμάκαρ, τῶν ἀθλίων σου ἱκετῶν, τὴν θείαν σου χάριν, αὐτοῖς ἀντιπαρέχων, καὶ σῴζων ἀπὸ πάσης, αὐτοὺς κακώσεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.  


Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τὸν τοῦ Σάρωφ πολίτην, Σεραφεὶμ τὸν θαυμάσιον, τὸν φερωνυμίᾳ ἐν κόσμῳ, δι᾿ ἀσκήσεως λάμψαντα, τιμήσωμεν ἐν ὕμνοις εὐλαβῶς, κηρύττοντες αὐτοῦ τὰς ἀρετάς· πρυτανεύει γὰρ τῆς χάριτος δωρεάς, τοῖς πόθῳ αὐτῷ κράζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε πιστοῖς, μέγιστον πρόμαχον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε αἱ χορεῖαι τῶν πιστῶν, ἐν ἀγαλλιάσει καρδίας, τὸν ἀσκητὴν τοῦ Χριστοῦ, Σεραφεὶμ ὑμνήσωμεν, τὸν ἀγγελότροπον, τὸν τοῦ Σάρωφ κοσμήτορα, χαρίτων τὸ σκεῦος, Πνεύματος τὸ ὄργανον, αὐτῷ κραυγάζοντες· σκέπε ἐν παντὶ ταῖς εὐχαῖς σου, τοὺς πανευλαβῶς προσφωνοῦντας, τὴν ἁγίαν κλῆσιν σου μακάριε.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Κυρίλλῳ αἴτει Σεραφεὶμ θεομάκαρ,
παραπτωμάτων ἱκεσίαις σου λύσιν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης