Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Μακάριο τον Αιγύπτιον Empty Παρακλητικός Κανών εις τον Όσιο Μακάριο τον Αιγύπτιον

Πεμ Ιουν 20, 2019 12:58 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Όσιο Μακάριο τον Αιγύπτιον

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις τον Όσιο Μακάριο τον Αιγύπτιον Makari10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν ἀπλανῆ τῆς ἐγκρατείας ἀστέρα, τὸν διαλάμψαντα πυρσεύματι θείοις, ἐν τῇ Νιτρίᾳ μέγιστον Χριστοῦ ἀσκητήν, Ὅσιον Μακάριον, καὶ ἀζύγων χορείας, τὸν καταφωτίσαντα, ἐπαινέσωμεν πόθῳ, ἀναβοῶντες νέφος σαῖς εὐχαῖς, τῆς ἁμαρτίας ἡμῶν διασκέδασον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Μακάριε, πρόσδεξαι λιτὰς Χαραλάμπους.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Μακάριε ἄνθος μυρεψικόν, ἐρήμου μὴ παύσῃ, ἱκετεύων τὸν Λυτρωτήν, ὑπὲρ τοῦ ἀπαύστως ἐκζητοῦντος, τὴν ἀρωγήν σου καὶ θείας πρεσβείας σου.

Αἰγύπτου ἐκβλάστημα ἱερόν, κατὰ τῶν δαιμόνων, ἐξουσίαν ἐξ οὐρανοῦ, λαβὼν ἀποδίωξον τὰ βέλη, τοῦ πονηροῦ καθ’ ἡμῶν τὰ κινούμενα.

Καθάρας τὸ ὄμμα σου τῆς ψυχῆς, συντόνῳ ἀσκήσει, ἐγκρατείᾳ καὶ προσευχῇ, ναὸς ὁσιότητος ἐδείχθης, καὶ τῶν προσφύγων σου ῥύστης Μακάριε.

Θεοτοκίον.
Ἀνέπλασε φύσιν τῶν χοϊκῶν, ὡς εὔσπλαγχνος Μῆτερ, τὴν φθαρεῖσαν ὁ Σὸς Υἱός, τεχθεὶς ὡς θνητὸς ἐκ τῶν λαγόνων, ὑπερφυῶς τῶν Σῶν θείων ὁ Ἄφθαρτος.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥαθυμίας ἁπάσης ψυχοβλαβοῦς ῥῦσαί με, ταῖς πρὸς τὸν Χριστόν σου πρεσβείαις, Πάτερ Μακάριε, ὁ ταῖς ἀπαύστοις εὐχαῖς, προσκαρτερῶν καὶ βαΐων, τὰς σπυρίδας Ὅσιε, πλέκων ἑκάστοτε.

Ἱκετεύομεν πάθη τὰ τῆς ψυχῆς ἴασαι, ὁ τοῦ ἀσκητοῦ Θεοπέμπτου, πέλων ταχύτατος, καὶ πρακτικὸς ἰατρός, ἐρημιτῶν ὑφηγῆτορ, Ὅσιε Μακάριε, ἵνα τιμῶμέν σε.

Εὐμενῆ σε προστάτην πρὸς τὸν ἡμῶν Κύριον, πάντες προβαλλόμεθα Πάτερ, τὸν καταισχύναντα, τὴν τῶν δαιμόνων ὀφρύν, ὑψοποιῷ ταπεινώσει, καὶ παννύχοις στάσεσι, θεῖε Μακάριε.

Θεοτοκίον.
Παναγία Παρθένε Χριστιανῶν καύχημα, τὰς τῆς σωτηρίας ἐλπίδας, ἀνατιθέμεθα, οἱ γηγενεῖς ἐπὶ Σοί, ἐν Σοὶ γὰρ πάντες θαῤῥοῦντες, ἀναγκῶν λυτρούμεθα, καὶ περιστάσεων.


Καταύγασον, ἐρημιτῶν τῆς Νιτρίας πυρφόρον ἄστρον, τὴν σκοτείαν τῶν σὲ πιστῶς ὑμνούντων Μακάριε, βολαῖς τῶν λιτῶν σου πρὸς τὸν Σωτῆρα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αϊτησις καί το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ἐρήμου κλεινοῖς ἀζύγοις ἀριθμούμενος, καὶ μέγας κληθείς, ἀφθάρτῳ διαδήματι, ἐκοσμήθης Ὅσιε, ἀσκητὰ τῷ ὄντι Μακάριε, καὶ νῦν πρεσβεύεις ῥύσασθαι ἡμᾶς, ἐξ ἄχθους δεινῶν καὶ περιστάσεων.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥῶσιν δίδου Μακάριε, τὴν κατ’ ἄμφω πᾶσι τοῖς ἀνυμνοῦσί σε, ὁ ἰάσας νέον πάσχοντα, ἐκ τῆς ἐπηρείας τοῦ ἀλάστορος.

Ὁ νεκρὸν ἐκ τοῦ μνήματος, ἀναστήσας Ὅσιε θείᾳ χάριτι, πεπτωκότα ἁμαρτήματα, πλείστοις με Μακάριε ἀνάστησον.

Σκοτισθέντα με πάθεσι, λάμπρυνον Μακάριε ἱερώτατε, ὀ φωτίσας τοῖς σοῖς ῥήμασι, καὶ τοῖς θαυμασίοις σου τὴν ἔρημον.

Θεοτοκίον.
Δαψιλῶς Θεονύμφευτε, ἐφ’ ἡμᾶς κατάπεμψον τοὺς ὑμνοῦντάς Σε, καὶ προσφεύγοντας τῇ σκέπῃ Σου, τοῦ Θεοῦ καὶ τόκου Σου τὸ ἔλεος.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔγειρον ἡμᾶς, ἐκ θανάτου κλίνης Ὅσιε, ὁ ἐγείρας τὸν παράλυτον ποτέ, τῇ σῇ κελεύσει Μακάριε θαυματόβρυτε.

Ξένων αὐτουργός, θαυμασίων πέλων ξένισον, τοὺς τιμῶντάς σε Μακάριε σοφέ, εἰς τὸν λειμῶνα τῆς δόξης τὸν πανευφρόσυνον.

Ἄμβλυνον ἰσχύν, τοῦ ἀλάστορος Μακάριε, καὶ καταίσχυνον αὐτὸν ταῖς σαῖς εὐχαῖς, ὥσπερ τοῖς φθόγγοις τὸ πάλαι τοῖς θεοσόφοις σου.

Θεοτοκίον.
Ἵνα ἐσαεί, μεγαλύνω Σε Μητράναδρε, καὶ δοξάζω Σου τὸν τόκον καὶ Θεόν, ἐκλύτρωσαί με κινδύνων φθορᾶς καὶ θλίψεων.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Λουσάμενος, τῷ φωτὶ τῆς χάριτος, ὥσπερ ἥλιος διέλαμψας πᾶσιν, ἀσκητικῆς πολιτείας ἀκτῖσι, φωτολαμπὲς ἐρημῖτα Μακάριε, καὶ νῦν λαμπρύνεις τὰς ψυχάς, τῶν σπευδόντων ταῖς σαῖς παρακλήσεσιν.

Ἰμάτιον, τῆς ψυχῆς καθάρας σου, ἐγκρατείᾳ καὶ ἀσκήσει παντοίᾳ, λευχειμονῶν εἰς τὸν οἶκον Κυρίου, ὑπὲρ ἡμῶν ἱκετεύειν Μακάριε, εἰσῆλθες τὸν ἐν οὐρανοιῖς, ἀρωγὲ ταχινὲ τῶν τιμώντων σε.

Τὰς φάλαγγας, τοῦ ἐχθροῦ διώλεσας, τὸν σὸν νοῦν πρὸς τὸν Παντάνακτα ἔχων, καὶ ὡς φθαρτὰ λογιζόμενος πάντα· διὸ καὶ χάριν Μακάριε εἴληφας, ἐκτρέπειν βέλη ἀφ’ ἡμῶν, τοῦ δολίου σατᾶν τὰ πυρίφλεκτα.

Θεοτοκίον.
Ἀπύθμενον, φρέαρ θείας χάριτος, ζοφερῶν ἡμᾶς ἀπάλλαξον νόσων, γονυπετῶς, τοὺς προστρέχοντας πίστει, τῇ πανσθενεῖ πρὸς Χριστὸν μεσιτείᾳ Σου, καὶ ῥῦσαι πάντας ἐκ φθορᾶς, ἠ ζωὴ τὴν αἰώνιον τέξασα.


Καταύγασον, ἐρημιτῶν τῆς Νιτρίας πυρφόρον ἄστρον, τὴν σκοτείαν τῶν σὲ πιστῶς ὑμνούντων Μακάριε, βολαῖς τῶν λιτῶν σου πρὸς τὸν Σωτῆρα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αϊτησις καί το Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ὡς ἀστὴρ παμφαὴς ἐν Νιτρίᾳ διέλαμψας, τὴν ζοφώδη ἀχλὺν ἀπελαύνων τοῦ δράκοντος, καὶ αὐγάζων ἐρημιτῶν καρδίας ἀστραπαῖς, πολιτείας σου τῆς εὐσεβοῦς, θεοφόρε Μακάριε, παῦσον οὖν ἁμαρτίας, τὸν ζόφον σαῖς ἱκεσίαις, καὶ ἦμαρ πᾶσι φωτεινόν, ἐξανάτειλον δεόμεθα.


Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στ. Ἐλέησόν με, ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Κλῖνον οὖς εὐήκοον, ἡμῖν τοῖς σοῦ δεομένοις, ἀσκητὰ Μακάριε, καὶ τὴν θείαν μνήμην σου ἑορτάζουσι, πᾶσιν οὖν δώρησαι, τῶν δεινῶν λύτρωσιν, ὁσιότητος διάκοσμε, Ἀγγέλων σύσκηνε, καὶ τῆς ἄνω δόξης συμμέτοχε, ταῖς σαῖς πρὸς τὸν φιλεύσπλαγχνον, καὶ Θεὸν ἀπαύστοις δεήσεσι, ἵνα τῶν καμάτων, σεβόμενοι τὸ πλῆθός σου λαμπρῶς, τὸν σὲ κρατύναντα στέφομεν, ἐγκωμίων ἄνθεσιν.


ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σπέρματα σπείρων ἐγκρατείας, καὶ τοὺς δήμους πρὸς ἀπάθειας ἑλκύων, ἀσκητῶν πρὸς μονάς, μετέστης αἰωνίους, ὑπὲρ ἡμῶν Μακάριε, ἱκετεύειν τὸν Σωτῆρα.

Χάριτος εὔχρηστον δοχεῖον, καὶ Πατέρων κοσμιότης μὴ ἐλλίπῃς, δυσωπεῖν τὸν Χριστόν, παρέχειν τοῖς τιμῶσι, τοὺς σοὺς καμάτους δύναμιν, καὶ ὑγείαν τὴν κατ’ ἄμφω.

Ἄσαρκος ὥσπερ ἐν ἐρήμῳ, θεοφόρητε Μακάριε βιώσας, καὶ μισήσας τερπνά, τοῦ κόσμου καὶ ἡδέα, εἰς πόλον ἀναβέβηκας, γεγονὼς ἡμῶν προστάτης.

Θεοτοκίον.
Ῥύστην ἡμῶν καὶ Ζωοδότην, ἡ τεκοῦσα Θεοτόκε ἀνηρότως, ἐκ θανάτου φθορᾶς, διέσωσας τὸ γένος, τὸ χοϊκὸν θεώσασα, τοῦ Ἀδὰμ τοὺς ἀπογόνους.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμέμπτου βίου, θεοειδὲς ὑποφήτα, σοὺς ἱκέτας Μακάριε δεῖξον, λύχνους μετανοίας, καὶ ἐν Χριστῷ σοφίας.

Λειμὼν χαρίτων, ὀσμὰς ἐκπέμπων ἀῤῥήτους, ταπεινώσεως καὶ σωφροσύνης, δεῖξον εὐωδίαν, Χριστοῦ τοὺς ὑμνητάς σου.

Ἀοργησίας, ἀνάδειξόν με ταμεῖον, ὁ διώξας ὀργῆς τὴν ὁμίχλην, θείᾳ συνεργείᾳ, Μακάριε θεόφρον.

Θεοτοκίον.
Μὴ μὲ παρίδῃς, τὸν Σὸν πολύτλαν οἰκέτην, Θεοτόκε τὸν κράζοντα σπεῦσον, ῥύσασθαί με βλάβης, παντοίας τοῦ βελίαρ.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πατέρων ἐχεφρόνων, κόσμημα δυσώπει, τὸν Λυτρωτὴν καὶ Σωτῆρα Μακάριε, τοῖς σὲ τιμῶσι βραβεῦσαι, ζωὴν αἰώνιον.

Οἰκῶν νῦν ἐν τῷ πόλῳ, νεῦσον ἱκεσίαις, τῶν εὐλαβῶς σε ὑμνούντων Μακάριε, καὶ ταῖς λιταῖς σου τὸν Κτίστην, ἡμῖν ἱλέωσαι.

Ὑπερφυῶς ἀσκήσας, καὶ σαρκίον πόνοις, τὸ χοϊκὸν κατατρύχων ἐπτέρωσας, τὸν νοῦν πρὸς ὕψη τῷ ὄντι, σοφὲ Μακάριε.

Θεοτοκίον.
Χριστὸν τὸν Ζωοδότην, τέξασα Παρθένε, ὑπερφυῶς τὴν κατάραν ἐνέκρωσας, τὴν προαιώνιον κόσμῳ, διδοῦσα λύτρωσιν.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Νιτρίας ὁ πολιστής· χαίροις ἰσαγγέλου, πολιτείας ὁ μιμητής· χαίροις ὁ ῥωτήσας, νεκρὸν ποῦ κεκρυμμένην, τὴν παρακαταθήκην, ἔσχε Μακάριε.

Ὡς τῷ Παντοκράτορι παρεστώς, καὶ Αὐτῷ πρεσβεύειν, χάριν ἄφθονον εἰληφώς, πλήρου τὰς αἰτήσεις, τῶν ἐπικαλουμένων, τὴν σὴν ἁγιωσύνην, Πάτερ Μακάριε.

Χάριν τεθνεῶσι συνομιλεῖν, πνεύματα ἐλαύνειν, πονηρίας καὶ τοῦ ἐχθροῦ, τὴν ὀφρὺν αἰσχύνειν, ἀπείληφας ἐρήμου, Μακάριε κοσμῆτορ, θεοειδέστατε.

Τὸν λαμπτῆρα πάντες τὸν παμφαῆ, τὸν ἐκ τῆς Αἰγύπτου, ἐξαστράψαντα νοητῶς, κλέϊσμα Ὁσίων, καὶ αὖχος Ἐκκλησίας, Μακάριον τὸν μέγαν, ἀνευφημήσωμεν.

Ηὔγασας ὡς ἥλιος φαεινός, χθόνα Αἰγυπτίων, τῆς ἐρήμου ὑφηγητά, ἀπόθησας κόσμου, γεώδη καὶ ἡδέα, Μακάριε ἀζύγων, ἡ ὑποτύπωσις.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ῥῦσαι, τῆς Νιτρίας ἀσκητά, μέγιστε Μακάριε πάντας, τοὺς σὲ γεραίροντας, ἐκ παντοίων θλίψεων, ἀνόμων πράξεων, δυσφορήτου κακώσεως, δεινῶν τε κινδύνω, καὶ τῆς τοῦ ἀλάστορος, μανίας ἵνα σου, ὕμνοις, τὴν πανέορτον μνήμην, ἄγωμεν Χριστὸν εὐφημοῦντες, τὸν σὲ κατ’ ἀξία στεφανώσαντα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης