Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Σκιαδενής Ρόδου Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Σκιαδενής Ρόδου

Κυρ Ιουν 16, 2019 12:33 pm
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Σκιαδενής Ρόδου

Ποίημα του Μητροπολίτου Ρόδου Κυρίλλου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Σκιαδενής Ρόδου Skiade10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Θεοτόκῳ εὐλαβῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες, ἐκ βάθους ψυχῆς• Σκιαδενὴ Πανάχραντε, τῶν Ῥοδίων τὸ κλέος, πρόφθασον καὶ λύτρωσαι, ἐκ παντοίας ἀνάγκης, τοὺς πεποιθότας Μῆτερ ἐπὶ Σοί, καὶ τὴν ἁγίαν. τιμῶντας Εἰκόνα Σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι• εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσού-ων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ• Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανὼν, οὗ ἡ ἀκροστιχὶς
ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης ᾠδῆς• Κυρίλλου.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Πανάχραντε Μῆτερ τοῦ Λυτρωτοῦ, Δέσποινα Μαρία, Θεονύμφευτε Σκιαδενή, βοήθεια πάρεσο ἑτοίμη, τῶν προσιόντων πιστῶς τῇ Εἰκόνι Σου.

Ἰδού Σοι ἐκ πόθου οἱ εὐσεβεῖς, προστρέχομεν Κόρη, καὶ βοῶμεν ἀπὸ ψυχῆς• Μῆτερ Σκιαδενὴ Εὐλογημένη, τῆς εὐσπλαγχνίας Σου πάντας ἀξίωσον.

Εἰσάκουσον πάντων ὡς εὐμενής, τῶν ἐξαιτουμένων, τὴν ταχεῖάν Σου ἀρωγὴν, αὐτοὺς Σκιαδενή ἐξαιρουμένη, τῶν ἐν τῷ βίῳ δεινῶν περιστάσεων.

Καθέδρα ἁγία τοῦ Λυτρωτοῦ, ὑπάρχουσα Κόρη, Θεονύμφευτε Σκιαδενή, λύτρωσαι ἡμᾶς τοὺς ὑμνητάς Σου, ἐκ τῶν δολίων ἐχθροῦ ἐπιθέσεων.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἡ κραυγή μου ἐλθέτω, πρὸς Σὲ Ἁγνὴ τάχιον• κλῖνόν μοι τὸ ἅγιον οὖς Σου, Μῆτερ καὶ πρόφθασον, ὦ Σκιαδενὴ θαυμαστή, Εὐλογημένη Μαρία, τὴν ζωήν μου σῴζουσα, πάσης κακώσεως.

Ἐξηράνθην ὡς χόρτος, ταῖς πονηραῖς πράξεσι, καὶ ταῖς ἁμαρτίαις ἐπλήγην, ὅλος ὁ ἄθλιος• ἀλλ᾿ εὐμενῶς Σκιαδενή, τῇ ταπεινώσει μου πρόσχες, καὶ γενοῦ τελεία μοι, Μῆτερ παράκλησις.

Ἐκ φθορᾶς τὴν ζωήν μου, ὡς ἀγαθὴ λύτρωσαι, καὶ τῶν διωκόντων με ῥῦσαι, ἐχθρῶν καὶ σῶσόν με, ὦ Σκιαδενὴ θαυμαστή• καὶ γὰρ τιμῶ καὶ γεραίρω, τῆς σεπτῆς Εἰκόνος Σου, πίστει τὰ θαύματα.

Ὑπερύμνητε Κόρη, Μῆτερ Θεοῦ Πάναγνε, ἐλεημοσύνας μὴ παύσῃ, ποιοῦσα πάντοτε, τοῖς καταφεύγουσι, τῇ εὐαγεῖ Σου Εἰκόνι, Σκιαδενὴ καὶ ψάλλουσιν, ὕμνον τῇ δόξῃ Σου.


Διάσωσον, ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων, ὦ Σκιαδενὴ τοῦ Θεοῦ Μῆτερ Ἄχραντε, τοὺς προσιόντας Εἰκόνι Σου τῇ ἁγίᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Ἐλέους πηγή, ὑπάρχουσα ἀστείρευτος, Ἁγνὴ Σκιαδενή, Εἰκών Σου ἡ ὑπέρτιμος, τὰς καρδίας πάντοτε, ἀναψύχει τῶν πίστει βοώντων Σοι• χαῖρε τῆς Ῥόδου σκέπη θαυμαστή, Παρθένε καὶ ἄσειστον προπύργιον.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Σκιαδενὴ Παντευλόγητε, δός μοι τὰ αἰτήματα ὡς φιλεύσπλαγχνος• ἐπὶ Σοὶ γὰρ Μῆτερ πέποιθα• μὴ με καταισχύνῃς τὸν ταλαίπωρον.

Σκιαδενὴ ἐν τῷ θλίβεσθαι, συμπαθῶς ἐπίσκεψαι τοὺς οἰκέτας Σου, καὶ αὐτοῖς δὸς παραμύθιον, χάριν τὴν ἁγίαν τῆς Εἰκόνος Σου.

Ἐν ἐρήμῳ πλανώμενον, Σκιαδενὴ Πανύμνητε ἀπογνώσεως, πρὸς χαρὰν με καθοδήγησον, τοῦ ἐκ Σοῦ τεχθέντος ὑπὲρ ἔννοιαν.

Ῥῦσαι Μῆτερ Πανάμωμε, Σκιαδενὴ Θεόνυμφε τῇ Σῇ χάριτι, θλιβερῶν ἐκ περιστάσεων, τοὺς ἀσπαζομένους τὴν Εἰκόνα Σου.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἐν τῶν ἐντολῶν, τοῦ Θεοῦ ἡμᾶς ὁδήγησον, ταῖς εὐθείαις Θεομῆτορ Σκιαδενή, ἀσφαλεῖ χειραγωγίᾳ τῆς πρεσβείας Σου.

Κλῖνον Σκιαδενή, τοῦ Θεοῦ εἰς τὰ μαρτύρια, χάριτός Σου προμηθείᾳ μυστικῇ, τὰς καρδίας τῶν τιμώντων τὴν Εἰκόνα Σου.

Ποίησον πολλήν, Σκιαδενὴ Μῆτερ χρηστότητα, μετὰ πάντων τῶν ὑμνούντων εὐλαβῶς, τῆς τιμίας Σου Εἰκόνος τὰ θαυμάσια.

Ἴδε ἐφ᾿ ἡμᾶς, παρεστῶτας τῇ Εἰκόνι Σου, καὶ ἀπάλλαξον ἡμᾶς ἐκ πειρασμῶν, Σκιαδενὴ καὶ νοσημάτων ὡς φιλεύσπλαγχνος.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Κατέσχε με, ἀθυμία Δέσποινα, καὶ ὀδύναι με πολλαὶ περιέσχον• ἀλλὰ ἐλθέτω ἡ θεία Σου χάρις, ἀναψυχήν τῇ ψυχῇ μου παρέχουσα, καὶ εὐφροσύνην μυστικήν, Σκιαδενὴ τῶν Ῥοδίων κραταίωμα.

Ἐπίφανον, τὸ γλυκύ Σου πρόσωπον, ἐφ᾿ ἡμᾶς τοὺς ταπεινούς Σου οἰκέτας, καὶ τῷ φωτὶ τῆς πολλῆς χάριτός Σου, τὸ ψυχικὸν ἡμῶν σκότος διάλυσον• Σὺ γὰρ ὑπάρχεις εὐμενής, Σκιαδενὴ τοῖς φωνοῦσι τὴν κλῆσίν Σου.

Ἀγάθυνον, Σκιαδενὴ Θεόνυμφε, τοῖς προσπίπτουσι ἐκ πόθου καρδίας, τῷ χαρακτῆρι τῆς θείας Μορφῆς Σου, θαυμαστωθέντι τῷ πλούτῳ τῆς δόξης Σου, καὶ ἀναβλύζοντι ἀεί, ἰαμάτων τὰ ῥεῖθρα τοῖς χρήζουσι.

Λαμπρόμορφος, καθορᾶται Ἄχραντε, ἡ Εἰκών Σου τοῖς πιστῶς προσιοῦσι, καὶ θαυμαστῶς οἰκτιρμῶν Σου ἐκπέμπει, τὸν φωτισμὸν Σκιαδενὴ τὸν σωτήριον• ὅθεν καταύγασον Ἁγνή, καὶ ἡμῶν τὰς ψυχὰς τῶν ὑμνούντων Σε.


Διάσωσον, ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων, ὦ Σκιαδενὴ τοῦ Θεοῦ Μῆτερ Ἄχραντε, τοὺς προσιόντας Εἰκόνι Σου τῇ ἁγίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων Σου.

Τῆς Σκιαδενῆς τῇ Εἰκόνι προσπέσωμεν, ἐν μετανοίᾳ πιστοὶ καὶ βοήσωμεν• Παρθένε Μαρία Πανάχραντε, τῆς φοβερᾶς προστασίας Σου πάντοτε, τὴν χάριν τοῖς δούλοις Σου πάρεχε.


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ πατρός Σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στ. Ἐλέησόν με, ὁ Θεός,…  
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Παρθένε Πανάχραντε, Εὐλογημένη Μαρία, Σκιαδενὴ Θεόνυμφε, τῶν Ῥοδίων καύχημα, καὶ κραταίωμα, Σὺ τὴν τιμίαν Σου, ἀληθῶς Εἰκόνα, ὑπὲρ λόγον θαυμαστώσασα, πηγὴν ἀνέδειξας, ταύτην τοῦ ἀπείρου ἐλέους Σου, καὶ σκεῦος τιμιώτατον, τῆς σωτηριώδους Σου χάριτος• ἣν καταφιλοῦντες, δοξάζομεν Χριστὸν τὸν διὰ Σοῦ, ἡμῖν εἰρήνην παρέχοντα, καὶ τὸ μέγα ἔλεος.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐξαπόστειλον Κόρη, μητρικῆς χάριτός Σου, τὸν φωτισμὸν Σκιαδενή, φωτίζουσα τὰς τρίβους, τῶν ἐπικαλουμένων, τὴν θερμήν Σου ἀντίληψιν, καὶ ὁδηγοῦσα αὐτούς, πρὸς πλάτος σωτηρίας.

Ἀπὸ πάσης ἀνάγκης, ἀσφαλῶς σκέπασόν με, Μῆτερ Θεοῦ Σκιαδενή, καὶ πρόσχες ἱκετεύω, εἰς τὴν βοήθειάν μου, ἐν ἡμέρᾳ κακώσεως• καὶ γὰρ πιστῶς εὐλογῶ, τὸν ἄφραστόν Σου Τόκον.

Πλεονάζουσα Μῆτερ, τῆς ἀμέτρου στοργῆς Σου, τὰς πολλαπλὰς δωρεάς, μὴ παύσῃ ἐπὶ πάντας, τοὺς κατασπαζομένους, Σκιαδενὴ τὴν Εἰκόνα Σου, ὡς εὐσπλαγχνίας τῆς Σῆς, ἀκένωτον ταμεῖον.

Λογισμῶν πονηρίας, Σκιαδενὴ Θεομῆτορ, ἀπάλλαξόν μου τὸν νοῦν, καὶ δίδου μοι σοφίαν, ὡς ἂν ἐν σωφροσύνῃ, ἐκπληρώσω τὸ θέλημα, τοῦ σαρκωθέντος ἐκ Σοῦ, εἰς κόσμου σωτηρίαν.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Συντετριμμένος, νῦν τῇ καρδίᾳ ὑπάρχων, Σκιαδενὴ τῇ Σῇ Εἰκόνι καταφεύγω• ἴασαί με Κόρη, Ὑπερευλογημένη.

Ταλαιπωρίας, τῶν ἀκαθέκτων παθῶν μου, Σκιαδενὴ ἀνάγαγέ με ἐκ τοῦ λάκκου, καὶ ἐν μετανοίας, ἑδραίωσόν με στάσει.

Τοὺς οἰκτιρμούς Σου, ὡς ἀγαθὴ μὴ μακρύνῃς, ἀφ᾿ ἡμῶν τῶν ἀναξίων οἰκετῶν Σου, Σκιαδενὴ τῆς Ῥόδου, ἀγλάϊσμα καὶ κλέος.

Ὄμβρισον Μῆτερ, τῆς χάριτός Σου τὰ ῥεῖθρα, ἀναψύχουσα ἡμῶν τὰς διανοίας, Σκιαδενὴ Παρθένε, τῶν Σὲ μακαριζόντων.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ἀνάστηθι Παρθένε, εἰς βοήθειάν μου, ἐνίσχυσόν μου ψυχῆς τὴν ἀσθένειαν, ὦ Σκιαδενὴ ὡς πλουτοῦσα, πλῆθος χρηστότητος.

Ταχὺ ἐπάκουσόν μου, Σκιαδενὴ Παρθένε, ἀντιλαβοῦ μου εὐσπλάγχνως Πανύμνητε, καὶ ἀσφαλῶς ἐν ὁδῷ με, Θεοῦ ὁδήγησον.

Τὸ θεῖον πρόσωπόν Σου, Σκιαδενὴ Παρθένε, μὴ ἀπ᾿ ἐμοῦ ἀποστρέψῃς τοῦ δούλου Σου, ὅτι εἰς Σὲ τὴν ἐλπίδα, ἔχω Πανύμνητε.

Ὑπὲρ τῶν ὑμνητῶν Σου, Σκιαδενὴ δεήσεις, ὡς ἀγαθὴ μὴ ἐλλίπῃς προσάγουσα, τῷ ἐξ ἁγνῶν Σου αἱμάτων, ἐνανθρωπήσαντι.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε καὶ προσπέσωμεν οἱ πιστοί, τῇ θείᾳ Εἰκόνι, Παναγίας τῆς Σκιαδενῆς• ἐκβλύζει γὰρ χύδην, τὰ ῥεῖθρα τῶν θαυμάτων, καὶ πάθη ἀποπλύνει, ψυχῆς καὶ σώματος.

Χαίροις Θεονύμφευτε Σκιαδενή, καύχημα τῆς Ῥόδου, καὶ προπύργιον κραταιόν• χαίροις προστασία, τῶν ἐπικαλουμένων, τὴν θαυμαστήν Σου χάριν, ἐν περιστάσεσι.

Χαίρει ἡ Ῥοδόνησος εὐσεβῶς, ἔχουσα ἐν κόλποις, ὡς τῆς χάριτος θησαυρόν, Σκιαδενὴ Παρθένε, τὴν θείαν Σου Εἰκόνα• διὸ καὶ μεγαλύνει, ἀεὶ τὴν δόξαν Σου.

Σκέπε τὴν Μονήν Σου τὴν ἱεράν, ἀπὸ δυσπραγίας, καὶ κινδύνων ἐπιβουλῆς, καὶ δίδου ἀπαύστως, τῆς μητρικῆς στοργῆς Σου, ὦ Σκιαδενὴ τὴν χάριν, τοῖς προσιοῦσί Σοι.

Ἄλλη ἀναδέδεικται Σιλωάμ, πηγὴ ἡ Εἰκών Σου, ἡ ὑπέρτιμος Σκιαδενή• ῥεῖθρα γὰρ θαυμάτων, ἀπαύστως πελαγίζει, καὶ νόσους θεραπεύει, ψυχῆς καὶ σώματος.

Δέσποινα Πανύμνητε Σκιαδενή, ἔλεος καὶ χάριν, ἡ Εἰκών Σου νέμει ἀεί, κινδύνων παντοίων, ἡμᾶς ἐξαιρουμένη, τοὺς ἐπικαλουμένους, τὴν προστασίαν Σου.

Τοὺς προσερχομένους τῇ Σῇ Μονῇ, καὶ ἀσπαζομένους, τὴν Εἰκόνα Σου Σκιαδενή, ἀξίωσον πάντας, τῆς θείας Σου εὐνοίας, καὶ φύλαττε ἐκ πάσης, ὀργῆς καὶ θλίψεως,

Δέξαι τὰς δεήσεις ὡς ἀγαθή, ἃς προσάγομέν Σοι, Θεονύμφευτε Σκιαδενή, καὶ πλήρωσον ταύτας, τῇ θείᾳ χάριτί Σου, ἵνα Σε κατὰ χρέος, ἐγκωμιάζομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε καὶ προσπέσωμεν πιστοί, τῇ χαριτοβρύτῳ Εἰκόνι, τῆς Παναγίας Μητρός, δάκρυα ἐκχέοντες, καὶ ἀνακράζοντες• Σκιαδενὴ Θεονύμφευτε, τὴν χάριν Σου δίδου, τῷ λαῷ Σου πάντοτε, ὡς πολυεύσπλαγχνος, σῴζουσα αὐτὸν ἐκ κινδύνων, καὶ ἐπηρειῶν ὀλεθρίων, τῇ ἀπροσμαχήτῳ προστασίᾳ Σου.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.
Κύριλλον ἀεί, τὸν Ῥόδου Ποιμενάρχην,
Σκέπε Σκιαδενή, τῆς χάριτός Σου σκέπῃ.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης