Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Ειρήνη Empty Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Ειρήνη

Τετ Ιουν 12, 2019 8:55 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Ειρήνη

Ποίημα του Μητροπολίτου Ρόδου Κυρίλλου.
Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Ειρήνη Irini10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Ὡς τοῦ Κυρίου εὐκλεὴς Ἀθληφόρος, ἐν μαρτυρίῳ κραταιῷ ἐδοξάσθης, Εἰρήνη εἰρηνώνυμε, Μαρτύρων καλλόνη. Ὅθεν τὴν ἀντάμειψιν, ἐν ὑψίστοις εὑροῦσα, βρύσις ἀναδέδειξαι, δαψιλὴς ἰαμάτων, εὐεργετοῦσα ἔνδοξε ἀεὶ, τοῦς τῷ πανσέπτῳ, ναῷ σου προστρέχοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν, ἔως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανὼν, οὖ ἡ ἀκροστιχίς:
Σκέπε με σῇ χάριτι ἀεὶ Εἰρήνη. Κυρίλλου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Συνοῦσα Μαρτύρων ταῖς στρατιαῖς, ἔνδοξε Εἰρήνη, Πρωτοτόκων ἐν ταῖς σκηναῖς, εἰρήνην καὶ χάριν ἡμῖν αἴτει, τοῖς τῷ ἁγίῳ ναῷ σου προστρέχουσι.

Καθεῖλες τὸν ὄφιν τὸν δυσμενῆ, πάνσεμνε Εἰρήνη, δι’ ἀγώνων ἀθλητικῶν, οὗ ῥῦσαι τῇ σῇ ἐπιστασίᾳ, τὴς πονηρίας ἡμᾶς τοὺς ἱκέτας σου.

Εὑροῦσα Εἰρήνη τῆς ὑπὲρ νοῦν, ζωῆς τὰς ἀβύσσους, διὰ πόνων μαρτυρικῶν, ἡμᾶς καταξίωσον εὐχαῖς σου, ἁμαρτημάτων εὑρεῖν τὴν συγχώρησιν.

Θεοτοκίον.
Παρθένε Μαρία ὡς ἀγαθή, τὸν Ἀγαθοδότην, καθικέτευε ἐκτενῶς, ἵνα πάσης θλίψεως ῥυσθῶμεν, οἱ εὐσεβῶς προσκυνοῦντες τὸν τόκον Σου.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εὐσυμπάθητος πᾶσιν, ὡς ἀληθῶς πέλουσα, τοῖς συντρετριμμένῃ καρδίᾳ, πιστῶς προστρέχουσι, τῇ ἀντιλήψει σου, Μεγαλομάρτυς Εἰρήνη, ἐν παντὶ προστάτευε, τῷ βίῳ πάντοτε.

Μαρτυρίου τοὺς πόνους, καρτερικῶς ἤνεγκας, καὶ ἐν οὐρανοῖς τῆς ἀπόνου, ζωῆς ἐτρύφησας· ὅθεν ἐπόπτευε, Μεγαλομάρτυς Εἰρήνη, ἐν ἀγρύπνῳ ὄμματι, τοῦς εὐφημοῦντάς σε.

Ἐν κινδύνοις προστάτις, ἡμῖν θερμὴ φάνηθι, ἐν στενοχωρίαις Εἰρήνη, τελεία ἄνεσις, καὶ ἐν δειναῖς συμφοραῖς, παραμυθία καὶ σκέπη, ἵνα κατὰ χρέος σε, ἐγκωμιάζομεν.

Θεοτοκίον.
Σαρκικῶς ἐπεφάνη, ὁ τοῦ Πατρὸς Ἄχραντε, Λόγος διὰ Σοῦ τῆς Παρθένου, σῴζων τὰ σύμπαντα· Ὅν καθικέτευε, ἐν μητρικῇ παῤῥησίᾳ, εἰρηνεῦσαι ἅπαντα, κόσμον Μητρόθεε.


Διάσωσον, ἀπὸ παντοίων κινδύνων Μάρτυς Εἰρήνη, τοῦς εὐσεβῶς τῷ ναῷ σου προστρέχοντας, καὶ σὲ ὑμνοῦντας, ὡς νύμφην Χριστοῦ ἁγίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἑπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Θαυμάτων πολλήν, πλουτήσασα ἐνέργειαν, νοσοῦντας ἡμᾶς, κατ’ ἄμφω τοὺς ἱκέτας σου, συμπαθῶς ἰάτρευσον, καὶ πρὸς τρίβον κρείττονα ἵθυνον, χειραγωγίᾳ χάριτος τῆς σῆς, Εἰρήνη Χριστοῦ Μάρτυς ἀήττητε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ἀνδρείως ἀθλήσασα, καὶ θαυμάτων χάριν καταπλουτήσασα, τῶν ψυχῶν ἡμῶν τἀ τραύματα, δραστικῶς Εἰρήνη Μάρτυς ἴασαι.

Χαλεπῶς ἡμᾶς θλίψεσιν, ἐξεταζομένους Εἰρήνη λύτρωσαι, τῷ Νυμφίῳ σου πρεσβεύουσα, καὶ Σωτῆρι πάντων τῶν τιμώντων σε.

Ἀπὸ κλίνης κακώσεως, ἔγειρον Εἰρήνη ἡμᾶς καλοῦντάς σε, καὶ εἰρήνην ἀστασίαστον, ταῖς καρδίαις δίδου τῶν προσφύγων σου.

Θεοτοκίον.
Ῥυπωθέντα τοῖς πταίσμασι, Μῆτερ τοὺς οἰκέτας Σου ἀποκάθαρον, μητρικῆς φιλευσπλαγχνίας Σου, ἐφ’ ἡμᾶς τὸ ὕδωρ ἐπιχέουσα.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴθυνον ἡμῶν, ἀσφαλῶς τὰ διαβήματα, πρὸς ἁγίας ἀναβάσεις ἀρετῶν, ὦ Εἰρήνη, θαυμαστῇ ἐπιστασίᾳ σου.

Τείχισον ἡμᾶς, ἐν ἐχθροῦ ταῖς ἐπιθέσεσι, καλλιπάρθενε Εἰρήνη ἐκλεκτή, συμμαχίᾳ τῆς πρεσβείας σου πρὸς Κύριον.

Ἵλεων ἡμῖν, τοῖς ἀφρόνως παραπταίουσι, καθ’ ἡμέραν ὦ Εἰρήνη θαυμαστή, ταῖς εὐχαῖς σου τὸν Φιλάνθρωπον ἀπέργασαι.

Θεοτοκίον.
Ἄχραντε ἡμῖν, τοῖς ἀφρόνως παραπταίουσι, τοῖς οἱκέταις Σου σπλαγχνίσθητι, καὶ παράσχου εὐφροσύνην μυστικήν, ταῖς καρδίαις τῶν ὑμνούντων τὴν λοχείαν Σου.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐνίκησας, τῶν ἐχθρῶν τὰς φάλαγγας, ὑπομείνασα στεῤῥῶς τὰς αἰκίας, καὶ τῶν εἰδώλων τὴν πλάνην καθεῖλες, Μάρτυς Εἰρήνη μεγίστοις ἀγῶσί σου· ὅθεν παρέστης τῷ Χριστῷ, μεμνημένη ἡμῶν τῶν τιμώντων σε.

Ἱκέτευε, ἐκτενῶς τὸν Κύριον, ὡς πλουτοῦσα παῤῥησίαν Εἰρήνη, ἵνα δεινῶν ἀπωλείας βαράθρων, καὶ αἰωνίου θανάτου λυτρώσηται, τοὺς ἀναμέλποντας πιστῶς, σὼν ἀγώνων τὰ ἔνδοξα τρόπαια.

Ἐτρύγησας, ἀκηράτου χάριτος, καὶ εἰρήνης οὐρανίου Εἰρήνη, ὡς τοῦ Νυμφίου παρθένος φρονίμη, καὶ Ἀθληφόρος Αὐτοῦ ἀκατάπληκτος· ὅθεν ἐξαίτει καὶ ἡμῖν, σοῖς ἱκέταις ἀεὶ τὰ συμφέροντα.

Θεοτοκίον.
Ἱλάσθητι, ὁ Θεὸς τοῖς δούλοις Σου, σῶσον πάντας ἁμαρτίας θηράτρων· Σοὶ γὰρ προσάγομεν πίστει βεβαίᾳ, τὴν Παναγίαν Παρθένον Μεσίτριαν, δι’ ἧς ἀνέτειλας βροτοῖς, σωτηρίου ἡμέραν χαρμόσυνον.


Διάσωσον, ἀπὸ παντοίων κινδύνων Μάρτυς Εἰρήνη, τοῦς εὐσεβῶς τῷ ναῷ σου προστρέχοντας, καὶ σὲ ὑμνοῦντας, ὡς νύμφην Χριστοῦ ἁγίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἐν μαρτυρίου τοῖς ἄθλοις ἐμπρέψασα, εἰρηνικῶς πρὸς Χριστὸν ἐξεδήμησας, εἰρήνης Εἰρήνη τῷ Ἄρχοντι, ἐξαιτουμένη ἡμῖν τοῖς ἱκέταις σου, εἰρήνην Αὐτοῦ τὴν σωτήριον.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ πρόσεσχε μοι.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. κε΄ 1-13)

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην. Ὁμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στ. Ἐλέησόν με, ὁ Θεὸς...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Εἰρήνη πολύαθλε, ἠγλαϊσμένη παρθένε, Μάρτυς εἰρηνώνυμε, τῶν Μαρτύρων καύχημα, ὑπερήδιστον, τοὺς καταφεύγοντας, ἀδιστάκτῳ πίστει, τῇ δυνάμει τῆς πρεσβείας σου, ῥῦσαι δεόμεθα, πάσης δυσπραγίας καὶ θλίψεως, κινδύνων τε κακώσεων, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος· σὺ γὰρ παῤῥησίαν, πλουτεῖς πρὸς τὸν φιλάνθρωπον Θεόν, τὸν στεφανώσαντα δόξῃ σε, καὶ τιμῇ ὡς γέγραπται.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥώμῃ χάριτος Μάρτυς, ἐραστοῦ σου τὸ πάθος, ἐξεικονίσασα, ἀπέλαβες Εἰρήνη, ὑψόθεν τῶν θαυμάτων, τῆν ἀείζωον δύναμιν, δι’ ἧς ἡμᾶς χαλεπῶν, ἴασαι νοσημάτων.

Ἡ ἀθλήσεως πόνοις, καλλιμάρτυς Εἰρήνη, Χριστὸν δοξάσασα, παθῶν τῆς ἀδοξίας, θερμῇ σου ἀντιλήψει, τοὺς ἱκέτας σου λύτρωσαι, ᾄδοντας πόθῳ ψυχῆς, τῇ δόξῃ σου αἰνέσεις.

Νικηφόροις σου ἄθλοις, πρὸς σκηνὰς ἀειζώους, μετέστης ἔνδοξε· διὸ ἡμᾶς εὐχαῖς σου, τοὺς περιλειπομένους, τῷ Κυρίῳ οἰκείωσον, Εἰρήνη Μάρτυς σεμνή, Μαρτύρων εὐκοσμίᾳ.

Θεοτοκίον.
Ἡλιόμορφε Κόρη, ἡ τεκοῦσα ἀφράστως, Χριστὸν τὸν Κύριον, τῇ Σῇ φωταγωγίᾳ, σκοτίαν ἁμαρτάδων, ἐξ’ ἡμῶν διασκέδασον, ἵνα εὐφήμως ἀεί, ὑμνοῦμεν Σου τὸν τόκον.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Καταβληθέντας, ταῖς προσβολαῖς τῆς κακίας, ἐνδυνάμωσον ἡμᾶς Μάρτυς Εἰρήνη, ἵνα σε τιμῶμεν, ὡς Μάρτυρα Κυρίου.

Ὑπερκοσμίου, Μάρτυς Εἰρήνη γαλήνης, ἀπολαύουσα Μαρτύρων σὺν χορείαις, πρεσβεῖαις σου παῦσον, παθῶν ἡμῶν τὸν σάλον.

Ῥῶσιν χορήγει, καὶ ψυχικὴν εὐρωστίαν, τοῖς ἱκέταις σου θεόληπτε Εἰρήνη, καταπονουμένοις, πικροῖς πειρατηρίοις.

Θεοτοκίον.
Ἱλάσθητί μοι, τῷ ἀναισχύντως βιοῦντι, Ὑπεράγαθε Σωτὴρ ταῖς ἱκεσίαις, τῆς δι’ εὐσπλαγχνίαν, φρικτῶς Σε κυησάσης.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λαοῦ τοῦ χριστωνύμου, μακαρίζοντός σε, τῇ συμμαχίᾳ τῆς θείας σου χάριτος, πρόστηθι Μάρτυς Εἰρήνη, ἀειμακάριστε.

Λαμπὰς φαεινοτάτη, αἴγλης οὐρανίου, Παρθενομάρτυς Εἰρήνη ὑπάρχουσα, τῆς διανοίας τὸ σκότος, ἡμῶν διάλυσον.

Ὁλόφωτον παστάδα, Μάρτυς εὑραμένη, εἰς κατοικίαν Εἰρήνη αἰώνιον, φῶς ἡμῖν πᾶσιν ἐξαίτει, Θεοῦ τῆς γνώσεως.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἁγνόν με τήρει ψυχῇ τε καὶ σώματι, ἵνα ἀεὶ μακαρίζω, τὸν θεῖον τόκον Σου.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, ἔνδοξον Εἰρήνην, εὐφημήσωμεν εὐλαβῶς, ὅτι τῆς εἰρήνης, τὸν Ἄρχοντα ἐν κόσμῳ, δι’ ἄθλων μαρτυρίου, ὑπερεδόξασε.

Χαίροις παρθενίας σκεῦος σεπτόν, καὶ τῆς εὐσεβείας, ὁ ἀσύλητος θησαυρός· χαίροις εὐσθενείας, ἡ μελουργὸς κινύρα, καὶ λύρα καρτερίας, Εἰρήνη ἔνδοξε.

Πλάνην ἐκφυγοῦσαν τὴν πατρικήν, Χριστῷ συνετάγης, διὰ πίστεως ἀκραιφνοῦς, Ὧ καὶ ἐνυμφεύθης, Αὐτῷ προσαγαγοῦσα, τὸ αἷμά σου ὡς προῖκα, Εἰρήνη ἔνδοξε.

Χαίροις Ἀθληφόρε τοῦ Ἰησοῦ, Περσῶν τὰς τερθρείας, ἡ αἰσχύνασα ἀνδρικῶς· χαίροις ἡ ἐν ἄθλοις, Εἰρήνη μαρτυρίου, τῆς πίστεως δυνάμει, ἀνδραγαθήσασα.

Ἴδε καλλιπάρθενε ἐφ’ ἡμᾶς, ἐπικαλουμένους, τὴν πρεσβείαν σου πρὸς Θεόν, πάντας ῥυομένη, ἐχθροῦ τῆς πανουργίας, κινδύνων πολυτρόπων, καὶ περιστάσεων.

Χαίροις Ἀθληφόρων ἡ καλλονὴ, πάνσεμνε Εἰρήνη, Ἐκκλησίας ἡ χαρμονή· χαίροις ἀσθενούντων, ἀντίληψις ταχεῖα, καὶ εὐφημοῦσιν ὕμνοις, τὴν μαρτυρίαν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθήναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς προστρέχοντας πιστῶς, τῷ χαριτοβρύτῳ ναῷ σου, Εἰρήνη Μάρτυς Χριστοῦ, καὶ ἀνακηρύττοντας, τὴν μαρτυρίαν σου, καὶ τοὺς ἄθλους σου μέλποντας, δι’ ὧν κληρονόμος, τῆς ἀφράστου γέγονας, ἀγαλλιάσεως, ῥῦσαι δραστικαῖς σου πρεσβείαις, πρὸς τὴν Παναγίαν Τριάδα, τῶν δεινῶν ἐν βίῳ περιστάσεων.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Εἰρηνώνυμον κλῆσιν, οὐρανόθεν πλουτήσασα, τῆς θεοεχθρίας ἐπάρσεις, ἀνδρικῶς ἐταπείνωσας, καὶ ἤθλησας ἀγάπῃ τοῦ Χριστοῦ, τὸ κάλλος παριδοῦσα τῆς σαρκός· διὰ τοῦτο τῆς εἰρήνης τὰς δωρεὰς, παρέχεις τοῖς ἐκβοῶσι· δόξα τῷ σε καλέσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ ἐν νυμφῶνί σε ζωῆς, Εἰρήνη εἰσάξαντι.



Δίστιχον.
Πταισμάτων αἴτει συγχώρησιν Εἰρήνη,
Κυρίλλῳ πίστει θερμῇ προσπίπτοντί σοι.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης