Πήγαινε κάτω
Νηφωνας
Νηφωνας
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 40

Παρακλητικός Κανών Αγίων Ταξιαρχών Μιχαήλ και Γαβριήλ Empty Παρακλητικός Κανών Αγίων Ταξιαρχών Μιχαήλ και Γαβριήλ

Κυρ Μάης 19, 2013 9:26 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός Κανών Αγίων Ταξιαρχών Μιχαήλ και Γαβριήλ

Παρακλητικός Κανών Αγίων Ταξιαρχών Μιχαήλ και Γαβριήλ Mixail10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και τά Τροπάρια

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν οὐρανίων στρατιῶν οἱ Ταξίαρχοι, ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ Ἀρχάγγελοι, οἱ τῷ ἀστέκτῳ θρόνῳ παριστάμενοι, μέσον ἡμῶν πάριτε, παρεμβάλλοντες κύκλῳ, σκέποντες ταῖς πτέρυξι, τῆς ἀΰλου ἡμῶν δόξης, καὶ τῶν δεινῶν λυτρούμενοι ἡμᾶς, οἱ ἐν κινδύνοις προστάται θερμότατοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Ἀγγέλων ἀρχηγοῖς ὕμνον ἀΐδω. Νεόφυτος.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀγγέλων Ταξίαρχοι παμφαεῖς, Μιχαὴλ ὁ μέγας καὶ ὁ ἔνδοξος Γαβριήλ, τὴν ποίμνην ὑμῶν ἐκ τῶν κινδύνων, ταῖς προστασίαις ὑμῶν διασώσατε.

Γηγενῶν προστάται θεοειδεῖς, τῆς θείας Τριάδος, παραστάται καὶ λειτουργοί, δυὰς ἀσωμάτων τῆς δυάδος, τῆς ὑλικῆς ἡμᾶς πάντας λυτρώσατε.

Γαβριὴλ ὁ μύστης καὶ λειτουργός, φρικτοῦ μυστηρίου τῆς Παρθένου νυμφαγωγέ, χαρᾶς ὁ προάγγελος τῆς θείας, τοὺς σὲ πιστῶς εὐφημοῦντας χαρίτωσον.

Θεοτοκίον.
Εὐλόγησαι μόνη ἐν γυναιξί, Κεχαριτωμένη, Μητροπάρθενε Μαριάμ, τὸν Εὐλογητὸν ὡς τετοκυῖα, τὸν εὐλογίαις ἡμᾶς καταστέφοντα.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπρυνόμενοι αἴγλῃ, τῆς τριλαμποῦς φύσεως, φῶτα χρηματίζετε δεύτερα, Ἀρχιστράτηγοι· διὸ τοὺς ἄγοντας, τὴν ἱερὰν ὑμῶν μνήμην, φωτὶ θείας γνώσεως, καταπυρσεύσατε.

Ὡσεὶ φλὸξ πυρὸς ὄντες, λειτουργικὰ πνεύματα, δυνατοὶ ἰσχύϊ τὸ θεῖον, ποιοῦντες θέλημα, θεῖοι Ἀρχάγγελοι, φλογὸς πυρὸς τοῦ ἀσβέστου, πάντας τοὺς δοξάζοντας, ὑμᾶς λυτρώσασθε.

Νοεροὶ παραστάται, τοῦ πρώτου Νοῦ πέλοντες, ὕμνον τὸν τρισάγιον μέλπετε, ἀκατάπαυστα, πόθῳ πυρούμενοι, τῆς τριλαμποῦς θεαρχίας, πυρὶ θείου ἔρωτος, ἡμᾶς πυρώσατε.

Θεοτοκίον.
Ἀνερμήνευτον ὄντως, τὸ ἐπὶ Σοὶ Πάναγνε· Ὃν γὰρ ὁ χορὸς τῶν Ἀγγέλων ἰδεῖν οὐ δύναται, ἐκυοφόρησας, συνειληφυῖα ἀσπόρως, καὶ ἀφθόρως τέξασα, Ἀειμακάριστε.


Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται θερμοὶ καὶ τείχη ἀπροσμάχητα, ἁπάντων ταχεῖς ὑπέρμαχοι Ἀρχάγγελοι, ἐκτενῶς δεόμεθα τὴν ὑμῶν προστασίαν αἰτούμενοι, ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, οἱ πάντων ταχέως προϊστάμενοι.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥωμαλέαν διάνοιαν, τοῦ ὑμνεῖν πηλίνοις ὑμᾶς τοῖς στόμασι, τῶν πυρίνων οἱ Ταξίαρχοι, καὶ πιστῶν προστάται πρυτανεύσατε.

Χαίροις ὁ τῆς δυνάμεως, τοῦ Κυρίου μέγιστος Ἀρχιστράτηγος, Μιχαὴλ χαίροις ὁ πάμμεγας, Γαβριὴλ ὁ ὄντως χαριτώνυμος.

Ἡ δυὰς ἡ ἀσώματος, τῆς Τριάδος ἔσοπτρα διαυγέστατα, κοινωνοὺς θείας ἐλλάμψεως, καὶ ἡμᾶς αἰτοῦμεν ἀναδείξατε.

Θεοτοκίον.
Γαβριὴλ φθεγξαμένου Σοι, Κεχαριτωμένη, χαῖρε ὁ Κύριος, ἐν Σοὶ Πάναγνε σεσάρκωται, τῶν Ἀγγέλων δείξας ἀνωτέραν Σε.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Οἱ θεοειδεῖς, Ταξιάρχαι παριστάμενοι, τῷ θρόνῳ δόξης τῆς μεγαλοπρεποῦς, τοῖς ἐν ἀνάγκαις καλοῦσιν ὑμᾶς παράστητε.

Ἴασιν ψυχῶν, καὶ σωμάτων Ἀρχιστράτηγοι, τοῖς τὴν ὑμῶν μνήμην πίστει καὶ στοργῇ, ἐπιτελοῦσιν ἐξ ὕψους διαπορθμεύσατε.

Στάσεως ἡμᾶς, δεξιᾶς καταξιώσατε, τῶν Ἀσωμάτων πρωτοστάται νοῶν, τῆς εὐωνύμου ἐκλυτρούμενοι δεόμεθα.
Θεοτοκίον.

Ὕμνον ἐκτενῶς, Σοὶ Θεόνυμφε προσάγομεν· τὸν γὰρ ὑμνούμενον πρὸς τῶν Χερουβίμ, ταῖς Σαῖς ὠλέναις ἐνανθρωπήσαντα ἐβάστασας.


ᾨδὴ στ΄. Ἰλάσθητί μοι Σωτήρ.
Μύσται σεπτοὶ τῆς Θεοῦ, βουλῆς μεγάλης Ἀρχάγγελοι, ἀκοῦσαι φωνῆς Αὐτοῦ, τῶν λόγων θερμότατοι, πριστήριον ἄνθρακες, ἡμῶν τὰ ὑλώδη, καταφλέξατε φρονήματα.

Ναοῦ ὑμῶν τοῦ σεπτοῦ, τῆς καλλονῆς προμηθούμενοι, χρυσίον ξενοπρεπῶς, ἐκ γῆς ἀνεδώκατε, τὸν δὲ ἀνορύξαντα, τοῦτο νεανίαν, ποντισθέντα ἀνεσώσατε.

Οἱ παλαιῶν καὶ καινῶν, τερατουργοὶ Ἀρχιστράτηγοι, ὕδατος ζῶντος πηγήν, ἀέναα νάουσαν, τοῦ προτεμενίσματος, τῆς Μονῆς ἐν μέσῳ, παραδόξως ἀνεδώκατε.

Θεοτοκίον.
Ναὸς ὡς οὖσα Θεοῦ, τοῦ ἀχωρήτου Πανάμωμε, ναοὺς ἡμᾶς τῆς Αὐτοῦ, ἀνάδειξον χάριτος, τοὺς Σὲ μεγαλύνοντας, ἐν ναῷ τῶν θείων, Ἀρχαγγέλων πάντων Δέσποινα.


Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρεσβεύσατε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.


Προκείμενον
Ὁ ποιῶν τοὺς Ἀγγέλους Αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα.
Στ. Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ Ἄγγελοι Αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον Αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων Αὐτοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ι΄ 16-21).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμην τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί Σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτά νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Δόξα.
Ταῖς τῶν Πυριμόρφων πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.

Στ. Ἐλέησόν με, ὁ Θεός...
Προσόμοιον
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ καταπιστεύσητε, θνητῶν ἡμᾶς προστασία, δυὰς ἡ ἀθάνατος, ἀσωμάτων τάξεων, Ἀρχιστράτηγοι· θλίψεις γὰρ εὕροσαν, ἡμᾶς ἀναρίθμητοι, αἰσθητῶν καὶ νοητῶν ἐχθρῶν, ὧν τὰ τοξεύματα, φέρειν εἰς ἀεὶ οὐ δυνάμεθα, πάντοθεν πολεμούμενοι, μηδαμόθεν σχόντες παράκλησιν, βέλεσι πυρφόροις, τοὺς ἄνθρακας τῶν πειρασμῶν, ἀποσβεννύντες ἐνστάξατε, δρόσον ἡμῖν Πνεύματος.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκλινεῖ πρὸς τὸ θεῖον, Ἀρχιστράτηγοι νεύσει θέσει θεούμενοι, εἰς δόξαν ἀπὸ δόξης, εἰς δύναμίν τε αὖθις, ἐκ δυνάμεως βαίνετε, ὑμνολογοῦντες τρισσῶς, μίαν κυριαρχίαν.

Ἵνα Σου ἡ χρηστότης, ἐκχύθῃ καὶ ὁδεύσῃ Χριστὲ ὑπέστησας, λαμπρότητας δευτέρας, λαμπρότητος τῆς πρώτης, λειτουργοὺς, ὧν οἱ ἔξαρχοι, ὑμνολογεῖν Σε ἡμᾶς, λαμπρῶς νῦν συγκροτοῦσι.

Δεκτικὰ φωτὸς φῶτα, δευτερεύοντα πρώτου θεῖοι Ταξίαρχοι, τοῦ πρώτου παραστάται, Νοὸς δεύτεροι νόες, οἱ φωστῆρες οἱ δίδυμοι, τοῦ τρισηλίου φωτός, ὑμᾶς ἀνευφημοῦμεν.

Θεοτοκίον.
Ὡραιώθης τὸν Λόγον, τοῦ Πατρὸς συλλαβοῦσα Μῆτερ ἀπείρανδρε, τὸν σύμπασαν τὴν κτίσιν, χειρὶ διακρατοῦντα Ὃν οἱ ἄνω διάκοσμοι, τῶν νοερῶν οὐσιῶν, ὑμνοῦσιν εἰς αἰῶνας.


ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Νόας θείους αὐτόπτας τοῦ Σοῦ κάλλους, ὑποστήσας Χριστὲ τούτων τοὺς Πρωτοστάτας, τῶν γηγενῶν προστάτας ἐναπέφηνας, ὧν ταῖς προστασίαις, σῷζε ἐκ κινδύνων τοὺς Σὲ πιστῶς ὑμνοῦντας.

Ἐπιστάντες τῷ νέῳ βυθισθέντι, διαστρόφῳ ποτὲ γνώμῃ τῶν φιλαργύρων, ἐν τῷ ναῷ διάβροχον ἠγάγετε, ζῶντα τοῦ τραχήλου, λίθον παμμεγέθη ἐξηρτημένον σχόντα.

Οἱ τῆς θείας βουλῆς κρυφιομύσται, οἱ ποιοῦντες ἀεὶ τὸ θέλημα Κυρίου, οἱ δυνατοὶ ἰσχύϊ Ἀρχιστράτηγοι, παρεμβολαῖς φρουρεῖτε, ὑμῶν τοὺς ἐν κινδύνοις ὑμᾶς προσκαλουμένους.

Θεοτοκίον.
Φωτοδόχε φωτώνυμε Μαρία, τοῦ ἀδύτου φωτὸς ἡ φωτοφόρος χώρα, τῷ Σῷ φωτὶ τὸν νοῦν μου φωταγώγησον, ἡ τῶν πυριμόρφων, φώτων λαμπροτέρα ἑπτάφωτος λυχνία.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑμῶν τοὺς τὴν φωσφόρον, μνήμην ἐκτελοῦντας, φαεσφόροι φρουρεῖτε Ταξίαρχοι, σκοτεινομόρφους ἐνέδρας τοῦ Σατᾶν λύοντες.

Τῶν ἄνω στρατευμάτων, θεῖοι πρωτοστάται, τῶν εὐσεβῶν οἱ θερμοὶ ἀντιλήπτορες, παντὸς κινδύνου τὴν ποίμνην ὑμῶν λυτρώσατε.

Ὁ Νοῦς ὁ πρὸ αἰώνων, τῇ ἐπιστασίᾳ, τῶν νοερῶν σου ἐξάρχων τὸν νοῦν ἡμῶν, παθῶν ὀμίχλης καθάρας σῷ φωτὶ λάμπρυνον.

Θεοτοκίον.
Σωτήριον λιμένα, Σὲ ἐπεγνωκότες, οἱ διὰ Σοῦ σεσωσμένοι Θεόνυμφε, σὺν ἀρχηγοῖς Ἀσωμάτων Σὲ μακαρίζομεν.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς δύο φωστῆρας, τοὺς μεγάλους καὶ φωταυγεῖς, Μιχαὴλ τὸν μέγαν καὶ Γαβριὴλ τὸν θεῖον, τοὺς δύο Ταξιάρχας τοῦ Παντοκράτορος.

Μιχαὴλ ἰσχύϊ τὸν δυνατόν, τῆς φωνῆς τῶν λόγων τοῦ Κυρίου ἀκουτιστήν, τῶν πρώτων Ἀρχόντων τὸν ἕνα δι’ ὧν νόμος, ὁ πάλαι ἐλαλήθη, ᾄσμασι μέλψωμεν.

Γαβριὴλ τὸν μύστην καὶ λειτουργόν, Θεοῦ πρὸς ἀνθρώπους, εὐδοκίας τῆς ἐν σαρκί, τὸν τῆς παγκοσμίου, χαρᾶς προαγγελέα, τὸν θεῖον νυμφόστολον ὕμνοις τιμήσωμεν.

Τοὺς δύο φωστῆρας τῆς τριλαμποῦς, μιᾶς θεαρχίας, τῶν Ἀγγέλων τοὺς ἀρχηγούς, τοὺς Ἀρχιστρατήγους δυνάμεως Κυρίου, τοὺς τῶν πιστῶν προστάτας ἀνευφημήσωμεν.

Μιχαὴλ Ἀρχάγγελε τοῦ Χριστοῦ, μὴ ἔλθῃς ὡς λέων, ἀγριώτατος ἐπ’ ἐμέ, μηδὲ τὴν ψυχήν μου, ἁρπάσῃς ὡς στρουθίον, ἐν ὥρᾳ τοῦ θανάτου, σύ μοι βοήθησον.

Ἔχω σε προστάτην καὶ βοηθόν, φύλακα καὶ σκέπην, τῆς ψυχῆς μου τῆς ταπεινῆς, Μιχαὴλ Πρωτάρχα καὶ μέγα Ταξιάρχα, ἐν ὥρᾳ τοῦ θανάτου, σύ μοι βοήθησον.

Χαίροις ἱερώτατε Γαβριήλ· χαίροις πρωτοστάτα, τῶν Ἀγγέλων προμηνητά· χαίροις ὁ τὸ Χαῖρε μηνύσας τῇ Παρθένῳ, ἐν Ναζαρὲτ τῇ πόλει· σὲ μεγαλύνομεν.

Τοὺς ὑμνολογοῦντας διηνεκῶς, ὑμᾶς θεῖοι νόες ἐν τῷ θείῳ ὑμῶν ναῷ, ἐξ ἁπάσης βλάβης καὶ σκότους αἰωνίου, Ἀρχάγγελοι Κυρίου, πάντας λυτρώσασθε.

Νόων θείων πάντων τὴν καλλονήν, σκέπην Ὀρθοδόξων, μοναζόντων προασπιστάς, Μιχαὴλ τὸν μέγαν καὶ Γαβριὴλ τὸν θεῖον, τοὺς θείους Ταξιάρχας, ἀνευφημήσωμεν.

Πηγὴ ἁγιάσματος τῆς Μονῆς, Ἀρχάγγελοι θεῖοι, ὑπὲρ κολυμβήθραν τοῦ Σιλωάμ, καὶ τοῦ ἐν ταῖς Χώναις, κοινῶς πᾶσι παρέχει, τοῖς πίστει προσιοῦσιν, ἀεὶ ἰάματα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Αγιος ό θεός, Αγιος Ισχυρός, "Αγιος Αθάνατος, έλέησον ήμάς. (τρίς).

«Δόξα Πατρί,...». Καί νΰν...
Παναγία Τριάς, έλέησον ήμάς. Κύριε, ίλάσθητι ταϊς άμαρτίαις ήμών. Δέσποτα, συγχώρησον τάς άνομίας ήμίν, Αγιε, έπίσκεψαι καί ίασαι τάς άσθενείας ήμών, ένεκεν τοΰ ονόματος σου.

«Δόξα... καί νΰν...».
«Πάτερ ημών, ό εν τοίς ούρανοΐς, άγιασθήτω...».
«"Οτι σοΰ έστιν ή βασιλεία...». ’Αμήν.

καὶ τὰ Τροπάρια.
Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ή Εκτενής, παρά τοΰ Ιερέως καί ή Μνημόνεύσις. Άπόλυσις.
Καί προ τοΰ Δι’ ευχών
τα παρόντα Τροπάρια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων, πρωτοστάται τῶν σεπτῶν, καὶ ὑπερκοσμίων Ταγμάτων καὶ νοερῶν οὐσιῶν, Μιχαὴλ Πρωτάγγελε καὶ φαεινὲ Γαβριήλ, τοὺς τῷ θείῳ ναῷ ὑμῶν, ἐμμένοντας πίστει, καὶ πόθῳ γεραίροντας ὑμᾶς ἑκάστοτε, ῥύσασθε ἐκ βλάβης παντοίας, καὶ ἐκ πολυτρόπου κακίας, καὶ τῆς Βασιλείας ἀξιώσατε.

Πάντων, Ἀσωμάτων ἀρχηγοί, θεῖοι Ταξιάρχαι τῶν ἄνω, θείων Δυνάμεων, μέγιστοι Ἀρχάγγελοι, θεῖοι ἀσώματοι, τοὺς θερμῶς προσεδρεύοντας ὑμῶν τῷ τεμένει, καὶ ζέοντι πνεύματι, ὑμᾶς γεραίροντας, πάντας ἐκ δεινῶν πολυτρόπων, καὶ ἀνυπερβλήτων σκανδάλων, καὶ δεινῶν παντοίων ἐκλυτρώσασθαι.

Πάντων, Ἀσωμάτων οἱ χοροί, πάντων οὐρανίων Ταγμάτων, οἱ νοεροὶ θεωροί, πάντας ἡμᾶς ῥύσασθε, ἐκ πάσης θλίψεως, καὶ ἐκ πάσης κακώσεως, καὶ πάσης ἀνάγκης, μελλούσης τε θλίψεως, καὶ ἐνεστώσης ὀργῆς, πόθῳ τοὺς ὑμᾶς εὐφημοῦντας, καὶ προσκαρτεροῦντας ἐν πίστει, τῷ ναῷ ὑμῶν θεοειδέστατοι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς. ’
Αμήν.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης