Πήγαινε κάτω
Νηφωνας
Νηφωνας
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 40

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Κουτσουριώτισσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Κουτσουριώτισσαν

Κυρ Μάης 19, 2013 9:13 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Κουτσουριώτισσαν Ερατινή Φωκίδος

Γερασίμου μοναχοῦ Μικραγιαννανίτου

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Κουτσουριώτισσαν Koutso10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, δτι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και τά Τροπάρια

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ θαυμαστῇ Σου καὶ Ἁγίᾳ Εἰκόνι, ἧν Κουτσουριώτισσαν προσφόρως καλοῦμεν, μετὰ σπουδῆς προστρέχοντες ἑκάστοτε, ἐξ Αὐτῆς λαμβάνομεν, τὰ αἰτήματα πάντα, καὶ πάσης λυτρούμεθα, δυσχερείας καὶ λύπης. Σύ γὰρ παρέχεις πᾶσι δαψιλῶς, Θεοχαρίτωτε Κόρη τὴν χάριν Σου.

Δόξα. Καὶ νῦν.
Διὰ φωτὸς ἐπουρανίου Παρθένε, τῷ μοναστῇ τὴν Σὴν Ἁγίαν Εἰκόνα, ὡς ἠβουλήθης Κόρη ἐφανέρωσας, ἧν ἐξ Ἄθω δέδωκας, ἀντὶ ταύτης Σοῖς δούλοις, θεῖον ἀφομείωμα, χαριτόβρυτον ὄντως· ὦ προσιόντες πίστει ἀκλινεῖ, τῶν αἰτημάτων, τὸ πέρας λαμβάνομεν.

Ό Ν' (50) Ψαλμος.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα  ὁ  Κανών  τής Παναγίας τής Κουτσουριώτισσης

ᾨδὴ α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Κυκλοῦντες Παρθένε πανευλαβῶς, πιστῶν αἱ χορεῖαι, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἧνπερ Κουτσουριώτισσαν καλοῦμεν, τὴν πρὸς ἡμᾶς Σου ὑμνοῦμεν ἀντίληψιν.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ὡς λύχνον λαμπρὸν τῆς Σῆς προνοίας, δέδωκας πᾶσιν ἡμῖν, Κουτσουριώτισσα.

Ὑμνοῦντες ἐν πίστει τῆς πρὸς ἡμᾶς, πολλῆς Σου εὐνοίας, Θεοτόκε, τὰς δωρεάς, τῇ Σῇ καταφεύγομεν Εἰκόνι, καὶ ἐξ αὐτῆς θείαν χάριν καρπούμεθα.

Τὸν πάντων κυήσασα Ποιητήν, Αὐτὸν ἐκδυσώπει, οἷα Μήτηρ Αὐτοῦ, Ἁγνή, διδόναι ἡμῖν πταισμάτων λύσιν, καὶ πειρασμῶν, Θεοτόκε, ἐκλύτρωσιν.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίας ἐλπίδα καὶ ἀσφαλῆ ἄγκυραν, τὴν Σὴν παναγίαν Εἰκόνα ἡμῖν δεδώρησαι, Παρθένε Ἄχραντε, ἧ Φωκὶς πᾶσα σπεύδει, καὶ πληροῦται, Δέσποινα, τῆς Σῆς χρηστότητος.

Ὀμβροφόρος νεφέλη ὡς ἀληθῶς δέδεκται, δρόσον εὐφροσύνης ἁγίας ἡμῖν ὀμβρίζουσα, Κουτσουριώτισσα, ἡ παναγία Εἰκών Σου, ἧ πιστῶς προσπίπτοντες ἁγιαζόμεθα.

Ὑπὸ πλήθους πταισμάτων περισχεθεὶς, Ἄχραντε, τῇ Σῇ καταφεύγω Εἰκόνι καὶ ἀνακράζω Σοι• θᾶττόν με λύτρωσαι, τῆς συνεχούσης ἀνάγκης, καὶ παθῶν μου κόπασον, Κόρη, τὸν τάραχον.

Σωστικὴν νέμει χάριν ἡ Σὴ Εἰκὼν, Ἄχραντε, ὅθεν τῆς Δωρίδος ὁ δῆμος ταύτῃ προστρέχοντες, ἀναβοῶμέν Σοι• ῥύου ἡμᾶς πάσης βλάβης, ὡς ἡμῶν βοήθεια, Κουτσουριώτισσα.

Διάσωσον, Κουτσουριώτισσα Κόρη, τοὺς Σοὺς ἱκέτας, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας ἐν πίστει τῇ Σῇ Εἰκόνι.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεία τῇ Σῇ προσπίπτοντες, Πανύμνητε, καὶ πίστει θερμῇ, τῇ Σῇ Εἰκόνι σπεύδοντες, ἐπιφορῶν καὶ θλίψεων καὶ κινδύνων πολλῶν λυτρωθείημεν· Σὺ γὰρ παρέχεις ἀπαύστως ἡμῖν, βοήθειαν Ἄχραντε καὶ δύναμιν.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰσχὺν δίδου δεόμεθα, ἐν παντὶ τῷ βίῳ ἡμῖν, Πανύμνητε, κατισχύειν ἐν ταῖς θλίψεσι, καὶ πληροῦν Κυρίου τὰ προστάγματα.

Ὣσπερ θεῖον ἁγίασμα, ἡ Φωκὶς κατέχουσα τὴν Εἰκόνα Σου, Κουτσουριώτισσα Πανύμνητε, προσφωνεῖ Σοι αἶνον χαριστήριον.

Τοὺς πιστῶς καταφεύγοντας, τῇ σεπτῇ Μονῇ Σου Κουτσουριώτισσα, ῥύου πάσης περιστάσεως, τούτων ἐκπληροῦσα τὰ αἰτήματα.

Ἴασαί μου τὸν καύσωνα, τῆς ψυχῆς, Παρθένε, δρόσῳ τῆς χάριτος, καὶ κακίστης συνηθείας με λύτρωσαι, ἀφάτῳ συμπαθείᾳ Σου.


ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Σκέπη ἀῤῥαγής, Δωριεῦσι πέλεις, Ἄχραντε, τοῖς προστρέχουσι τῇ θείᾳ Σου Μονῇ, καὶ δοξάζουσι τὰ θεῖα μεγαλεῖά Σου.

Σύντριψον Ἁγνή, Κουτσουριώτισσα δεόμεθα, τοῦ Βελίαρ καθ’ ἡμῶν τὰς μηχανάς, καὶ εἰρήνην ἡμῖν δίδου ἀστασίαστον.

Ἅπας εὐλαβῶς, προσκυνῶν Σου τὸ ἐκτύπωμα, ἀθυμίας ἀπαλλάττεται πικρᾶς, καὶ κηρύττει Θεοτόκε τὰ Σὰ θαύματα.

Χαίρει ἀληθῶς, ἡ Δωρὶς τῇ προστασίᾳ Σου, καὶ προσπίπτει, Θεοτόκε, εὐλαβῶς, τῷ ἐξ Ἄθωνος σεπτῷ Σου ἐκτυπώματι.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.  
Ἀγγέλων, ἡ Βασιλὶς καὶ Κυρία, καὶ ἀνθρώπων ἀληθὴς σωτηρία, σῶζε ἡμᾶς Παναγία Παρθένε, ἐπιφορῶν καὶ δεινῶν περιστάσεων, τοὺς προσιόντας εὐλαβῶς, τῇ σεπτῇ καὶ ἁγίᾳ Εἰκόνι Σου.

Ἰάσεις, ἐπισκιάσει Σου θείᾳ, Κουτσουριώτισσα, ἡ θεία Εἰκών Σου, ἀναπηγάζει ἀεὶ καὶ ἰᾶται, ψυχῶν ὁμοῦ καὶ σωμάτων νοσήματα, τῶν προσιόντων εὐλαβῶς, καὶ τὴν Σὴν ἐξαιτούντων βοήθειαν.

Ῥημάτων, ἱκετηρίων Παρθένε, ἡμῶν δέχου συμπαθῶς τὰς δεήσεις, Κουτσουριώτισσα Κόρη καὶ πλήρου, ὡς συμπαθείας πηγὴ ἀνεξάντλητος, τὰς ἱκεσίας τῶν πιστῶς, προσπιπτόντων τῇ θείᾳ Εἰκόνι Σου.

Ἐξ Ἄθῳ, ὡς θεοδώρητον δῶρον, τῆς πολλῆς Σου πρὸς ἡμᾶς συμπαθείας, ἡ Σὴ Ἁγία Εἰκὼν Θεοτόκε, ἐν εὐλαβείᾳ θερμῇ μετενήνεκται, Κουτσουριώτισσα Ἁγνή, καὶ χαρᾶς τὴν Φωκίδα πεπλήρωκε.


Διάσωσον, Κουτσουριώτισσα Κόρη, τοὺς Σοὺς ἱκέτας, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας ἐν πίστει τῇ Σῇ Εἰκόνι.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων Σου.
Ὣσπερ κειμήλιον θεῖον κτησάμενοι, τὴν Σὴν Εἰκόνα Ἁγνὴ Κουτσουριώτισσα, ἁγιασμὸν ἐξ Αὐτῆς κομιζόμεθα, καὶ φωτισμὸν καὶ ὑγείαν καὶ λύτρωσιν, ὑμνοῦντες τὴν ἄφθονον χάριν Σου.

Προκείμενον.
Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στ. Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α´ 39-49,56).

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν· εὐλογημένη Σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριὰμ• μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῳ Σωτήρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός καὶ ἄγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.

Καὶ νῦν. Ταῖς τῆς Παναχράντου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός,…  
Ὄλβον τῆς Σῆς χάριτος, τὴν Σὴν ἁγίαν Εἰκόνα, Κόρη, ἐδεξάμεθα, καὶ τῆς Σῆς χρηστότητος, στήλην ἔνθεον· χορηγεῖ πᾶσι γάρ, πᾶσαν θείαν δόσιν, τῇ σεπτῇ ἐπισκιάσει Σου, ἧ καταφεύγοντες, πάντες Δωριεῖς μετὰ πίστεως, λαμβάνουσιν ἰάματα καὶ τῶν αἰτημάτωντὴν πλήρωσιν, Κόρη Παναγία, κηρύττοντες τὴν Σὴν ἐπισκοπήν, καὶ τῆς πολλῆς εὐσπλαγχνίας Σου, τὰς ἐκφάνσεις πάντοτε.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Καταφύγιον Κόρη, καὶ λιμὴν σωτηρίας πρόκειται ἅπασι, Μονή Σου ἡ ἁγία, Παρθένε Παναγία, ἧ προστρέχοντες ψάλλομεν• χαῖρε ἡμῶν προσφυγή, καὶ κόσμου σωτηρία.

Ὁ τὸ φῶς ἐπαλλήλως, μοναστὴς ὁ θεόφρων ἰδὼν ἀνεύρατο, τὴν θείαν Σου Εἰκόνα, ἐν τῷ κορμῷ τοῦ δένδρου, καὶ αὐτὴν Κουτσουριώτισσαν, ὠνόμασε προσφυῶς, Παρθένε Θεοτόκε.

Ῥῦσαι πάσης ἀνάγκης, καὶ πικρῶν νοσημάτων καὶ πάσης θλίψεως, τοὺς πίστει προσιόντας, τῇ σκέπῃ Σου τῇ θείᾳ, Θεομῆτορ, καὶ ψάλλοντας• χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.

Ἡ ἁγία Εἰκών Σου, παραμύθιον δέδοται καὶ προσφύγιον, πάσῃ τῇ ἐπαρχίᾳ, Παρθένε, τῆς Δωρίδος, πρὸς αὐτὴν γὰρ προστρέχοντες, πληροῦται πάσης χαρᾶς, τῇ Σῇ ἐπιστασίᾳ.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Γενοῦ Παρθένε, Κουτσουριώτισσα πᾶσι, ὅρμος ἄκλυστος καὶ τεῖχος ἀσφαλείας, τοῖς ἐν εὐλαβείᾳ, σπεύδουσι τῇ Μονῇ Σου.

Ἔχει Φωκίς Σε, Κουτσουριώτισσα Κόρη, θεῖον στήριγμα καὶ ἔφορον καὶ σκέπην, ὅθεν καὶ προστρέχει, τῇ θείᾳ Σου Εἰκόνι.

Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, Κόρη Πάναγνε, καὶ ἄλυπον ὑγείαν, τοῖς ὑπερυψοῦσι, τὸν ἄφραστόν Σου Τόκον.

Ἀφ’ ὗψους δίδου, Κουτσουριώτισσα Κόρη, τῆς προνοίας Σου τὰς θείας διαδόσεις, τοῖς δοξολογοῦσι, τὴν ἄῤῥητόν Σου δόξαν.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Σκηνὴ τοῦ θείου Λόγου, Κεχαριτωμένη, Ὑπεραγία Παρθένε Πανύμνητε, σκέπε καὶ φρούρει ἀπαύστως ἡμᾶς καὶ φύλαττε.

Ἰάτρευσον τὴν νόσον, Πάναγνε Παρθένε, τῆς ἀσθενούσης ψυχῆς μου καὶ ῥῦσαί με, τῆς πονηρᾶς δυναστείας τοῦ κοσμοκράτορος.

Μονῇ Σου τῇ ἁγίᾳ, σπεύδοντες Παρθένε, τῇ Σῇ παντίμῳ Εἰκόνι προσπίπτομεν, Κουτσουριώτισσα Κόρη, καὶ Σὲ γεραίρομεν.

Οἱ πίστει προσιόντες, τῇ σεπτῇ Μονῇ Σου, τὸν γλυκασμὸν τῆς Σῆς χάριτος δέχονται, Κουτσουριώτισσα Κόρη, καὶ Σὲ δοξάζουσιν.

Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν ἐννοιῶν τῇ Σῇ χάριτι, καὶ πρὸς οὐράνιον πόθον αὐτὸν ἀνύψωσον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.

Φῶς τὴν Σὴν Εἰκόνα τὴν θαυμαστήν, μοναστῇ τῷ θείῳ, καθυπέδειξε Μαριάμ, ἧν εὑρὼν ἐν πίστει, ἐν τῷ κορμῷ τοῦ δένδρου, προσφόρως Κουτσουριώτισσα ἐπωνόμασε.

Ὥσπερ θεῖον δῶρον καὶ ἱερόν, ἐξ Ἄθω Παρθένε, ἐδεξάμεθα εὐλαβῶς, τὴν Σὴν παναγίαν Εἰκόνα ἀνυμνοῦντες, τὴν δόξαν Σου τὴν θείαν Κουτσουριώτισσα.

Χαίρει ἡ Μονή Σου ἡ εὐαγής, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα Σου τὴν σεπτήν, βρύουσαν τοῖς πᾶσι χάριτος θεῖα ῥεῖθρα, Παρθένε Θεοτόκε Κουτσουριώτισσα.

Πλήρου τὰς αἰτήσεις τῶν εὐλαβῶν, Κόρη, προσκυνούντων Σου, τὴν Εἰκόνα Σου τὴν σεπτήν, καὶ τῇ μητρικῇ Σου πρεσβείᾳ πρὸς τὸν Κτίστην, πταισμάτων δίδου λύσιν ἡμῖν Πανύμνητε.

Χαίρει Θεοτόκε ὡς ἀληθῶς, πᾶσα τῆς Δωρίδος, ἐπαρχία ἡ εὐσεβής, ἔχουσα ἐν κόλποις, τὴν θείαν Σου Εἰκόνα, καὶ χαῖρέ Σοι κραυγάζει Κουτσουριώτισσα.

Δίδου κἀμοὶ Κόρη τῷ ταπεινῷ, χάριν οὐρανόθεν, καὶ πταισμάτων ἀπαλλαγήν, ἐν ὥρᾳ δίκης παράστηθί μοι, Κόρη, καὶ ῥῦσαι αἰωνίου με κατακρίσεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Αγιος ό θεός, Αγιος Ισχυρός, "Αγιος Αθάνατος, έλέησον ήμάς. (τρίς).

«Δόξα Πατρί,...». Καί νΰν...
Παναγία Τριάς, έλέησον ήμάς. Κύριε, ίλάσθητι ταϊς άμαρτίαις ήμών. Δέσποτα, συγχώρησον τάς άνομίας ήμίν, Αγιε, έπίσκεψαι καί ίασαι τάς άσθενείας ήμών, ένεκεν τοΰ ονόματος σου.

«Δόξα... καί νΰν...».
«Πάτερ ημών, ό εν τοίς ούρανοΐς, άγιασθήτω...».
«"Οτι σοΰ έστιν ή βασιλεία...». ’Αμήν.

καὶ τὰ Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τῆς Θεοτόκου καὶ χριομένων δι’ ἁγίου ἐλαίου,
ψάλλονται τὰ παρόντα Τροπάρια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ Σῇ ὑπερτίμῳ Εἰκόνι, Κουτσουριώτισσα, πλήρου τῆς Σῆς χάριτος, ὡς προστασία ἡμῶν καὶ παθῶν ἀπολύτρωσιν καὶ πάσης ἀνάγκης καὶ ποικίλων θλίψεων, δίδου ἑκάστοτε. Σὺ γὰρ προστασία τοῦ κόσμου καὶ πρὸς τὸν Υἱὸν καὶ Θεόν Σου, πρέσβυς καὶ μεσῖτις ἡμῶν, Ἄχραντε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν σεπτήν Σου Εἰκόνα Κουτσουριώτισσα Δέσποινα, ὡς ἁγίασμα θεῖον εὐλαβῶς ἐδεξάμεθα· καὶ πᾶσα ἡ Φωκὶς τῇ Σῇ Μονῇ, προστρέχει καὶ λαμβάνει ἐξ αὐτῆς, τὰς αἰτήσεις τῇ θερμῇ Σου ἐπισκοπῇ, Παρθένε ἀνακράζουσα• δόξα τῇ Σῇ χρηστότητα Ἁγνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου ἀρωγῇ Πανύμνητε.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, άπο πάσης ανάγκης καί θλίψεως.

Την πάσαν έλπίδα μου εις σέ άνατίθημι, Μήτηρ, τοΰ Θεού, φύλαξόν με υπό την σκέπην σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης