Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός κανών εις την Αγία Μεγαλομάρτυρα Μαρίνα Empty Παρακλητικός κανών εις την Αγία Μεγαλομάρτυρα Μαρίνα

Κυρ Μαρ 31, 2013 8:55 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός κανών εις την Αγία Μεγαλομάρτυρα Μαρίνα

Παρακλητικός κανών εις την Αγία Μεγαλομάρτυρα Μαρίνα Marina10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ήχος δ’  ο υψωθείς εν τω Σταυρώ

Την Αθλοφόρον και Παρθένον Μαρίναν, την δι’ αγνείας την ψυχήν ωραίσασαν, ανευφημούντες κράξωμεν εκ μέσης ψυχής. Μάρτυς αξιάγαστε, ταις πρεσβείαις ρύσαι, πάντας τους τιμώντας σε, του λιμού και λοιμού τε, και πάσης άλλης βλάβης του εχθρού, όπως υμνώμεν ενθέως την Μνήμην σου.

Και νύν Θεοτοκίον
Ου σιωπήσομεν, ποτέ, Θεοτόκε, τας δυναστείας Σου λαλείν οι ανάξιοι, εί μη γαρ Συ προίστασο πρεσβέβουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων: Τις δε διεφύλαξεν εως νύν ελευθέρους: Ούκ αποστώμεν, Δέσποινα , εκ Σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ωδή α’ Ήχος πλ δ’ Υγράν διοδεύσας….
Αγία του Θεού πρέσβευε υπέρ ημών
Σκιρτώσαι, Μαρίνα, εν ουρανώ, και των του υψίστου, πληρουμένη μαρμαρυγών, φώτισον τον νουν μου σαις πρεσβείαις, και σκοτασμού των παθών με απάλλαξον.

Αγία του Θεού πρέσβευε υπέρ ημών
Θερμώς ικετεύω σε ο οικτρός, ταις σαις ικεσίαις, ώ Μαρίνα Μάρτυς Χριστού, δυσχερών του βίου λύτρωσαί με, και των παθών μου τον τάραχον κόπασον.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Μέγα το κατόρθωμά σου, Σεμνή, δράκοντα γαρ μέγαν, εταπείνωσας ευθαρσώς, καμέ όθεν δώρησαι, Μαρίνα, περιφρονήσαι αυτού τα σοφίσματα.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Συ εί, Παρθένε άσπιλε, της εμής, διανοίας θάρρος, και ελπίς μου της ταπεινής, ψυχής και καρδίας ταλαιπωρου, συ εί το φώς, η ζωή και ανάστασις.


Ωδή γ ’ Συ εί στερέωμα.…
Αγία του Θεού πρέσβευε υπέρ ημών
Χαίρουσα, Πανόλβιε, εν Ουρανοίς συν τοις Μάρτυσι, πάντας ημάς, φρούρησον ευχαίς σου, και παθών ελευθέρωσον.

Αγία του Θεού πρέσβευε υπέρ ημών
Σκέπην την Εικόνα σου, Σοφή Μαρίνα, οιόμενοι, δαιμονικάς, φεύγομεν παγίδας, και δεινών εκλυτρούμεθα.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Ύμνον ευχαριστήριον, ο σός οικέτης προσφέρω σοι, διασωθείς, δεινής ασθενείας, ώ Μαρίνα, πρεσβείαις σου.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Έχω σε, Πανάσπιλε, βίου προστάτιν και τείχος άρρηκτον, διο δεινών, του ματαίου βίου, ού πτοούμαι την έφοδον.


Ωδή δ’ Εισακήκοα Κύριε…
Αγία του Θεού πρέσβευε υπέρ ημών
Εντρυφώσα, Πανένδοξε, και ενηδομένη θείαις λαμπρότησι, των τιμώντων σε μνημόνευε, και εκ νόσων ρύου, ταις πρεσβείαις σου.

Αγία του Θεού πρέσβευε υπέρ ημών
Των αγίων αιμάτων σου, οι κρουνοί Μαρίνα, κατέσβεσαν, την δεινήν παθών μου φλόγωσιν, και εις υγείαν με οδήγησαν.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Σταλαγμοίς των αομάτων σου, πάσαν αθείας πυράν κατέσβεσας, και των τιμώντων ήρδευσας, τας ψυχάς, Μαρίνα, Θεοδόξαστε.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Ρόδον συ το αμάραντον, ώ Παρθένε μόνη βλαστήσασα, ταις πρεσβείαις σου περίζωσε, τους προστρέχοντάς σοι, Μητροπάρθενε.


Ωδή ε’ Φώτισον ημάς…
Αγία του Θεού πρέσβευε υπέρ ημών
Φώτισον ημάς, τους τιμώντας σε, Θεόπνευστε, φωτί τω μεγάλω νυν προσεγγίζουσα, και φωτοφόρους, τας ψυχάς ημών απέργασαι.

Αγία του Θεού πρέσβευε υπέρ ημών
Ρεύμασι σεπτοίς, των αιμάτων σου κατάσβεσον, πυρ το της απάτης και ξήρανον ρούν, της δυσσεβών τυραννίας, Μαρίνα Πάνσεμνε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Θείαις καλλοναίς, του Νυμφίου σου, αοίδιμε, ενηδομένη των υμνούντων σε, φωτός του θείου, τας ψυχάς ευχαίς σου έμπλησον.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Άχραντε Σεμνή, θείω ύδατι με ράντησον, και ταις λιβάσι του ελέους σου, σταγόνας δίδου, των δακρύων υετίζειν με.


Ωδή στ’ Ιλάσθητί μοι Σωτήρ…
Αγία του Θεού πρέσβευε υπέρ ημών
Ελήλυθε φωταυγής, Σεμνή η Μνήμη σου σήμερον, φωτίζουσα τους πιστώς, εν ταύτη τιμώντας σε, και σκότος διώκουσα, παθών ανιάτων, και δαιμόνων ταις πρεσβείαις σου.

Αγία του Θεού πρέσβευε υπέρ ημών
Στεφάνω παρθενικώ, Χριστός, Μαρίνα, σε έστεψεν, ως καθαράν και αγνήν, και χορώ Παρθένων σε, δεόντως εσκήνωσε, διο υπέρ πάντων, ημών τούτον καθικέτευε.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Υμνούσα συ τον Θεόν, φωναίς απαύστοις μνημόνευε, ημών των αμαρτωλών, Μαρίνα Πανένδοξε, ρυσθήναι εκ θλίψεως, λοιμικής τε νόσου, και δεινών του πολεμήτορος.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Φωνή Αρχαγγελική, Θεόν, Μαρία, εγέννησας, ον εξιλέωσαι νυν, ημίν ως ισχύουσα, τοις πίστει κραυγάζουσι, δορηθήναι λύσιν, των πταισμάτων, Παναμώμητε.

Διάσωσον από κινδύνων, Μαρίνα, ταις σαις πρεσβείαις, τους εν πίστει ειλικρινεί προς σε καταφεύγοντας, και ίασαι τα πολλά ημών πάθη.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.


Κοντάκιον
Νύμφη εκλεκτή του Σωτήρος, Μαρίνα ένδοξε, τας σειράς των πολλών μου πταισμάτων διάρρηξον, παθών φθοράς και κινδύνων ρύσαι, και την αχλύν των νόσων μου διασκέδασον, ταις προς Θεόν λιταίς σου, Παναοίδιμε.


Προκείμενον
Υπομένων υπέμεινα τον Κύριον και προσέσχε μοι, και εισήκουσε της δεήσεώς μου
«Στίχος» Και έστησεν επί πέτραν τους πόδας μου, και κατεύθηνε τα διαβήματά μου.

Ευαγγέλιον Έκ του κατά Λουκάν

Τω καιρώ εκείνω, συγκαλεσάμενος ο Ιησούς τους δώδεκα μαθητάς αυτού έδωκεν αυτοίς δύναμιν και εξουσίαν επί πάντα τα δαιμόνια και νόσους θεραπεύειν. και απέστειλεν ευτούς κηρύσσειν την βασιλείαν του Θεού και ιάσθαι τους ασθενούντας, και είπε προς αυτούς: Μηδέν αίρετε εις την οδόν, μήτε ράβδους, μήτε πήραν, μήτε άρτον, μήτε αργύριον, μήτε ανά δύο χιτώνας έχειν. Και εις ήν αν οικίαν εισέλθητε, εκεί μένετε και εκείθεν εξέρχεσθε. Και όσοι αν μη δέξονται υμάς, εξερχόμενοι από της πόλεως εκείνης και τον κονιορτόν από των ποδών υμών αποτινάξατε εις μαρτύριον επ’ αυτούς. Εξερχόμενοι δε, διήρχοντο κατά τας κώμας ευαγγελιζόμενοι και θεραπεύοντες πανταχού.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Ταις της Αθληφόρου πρεσβείες Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Ταις της Θεοτόκου πρεσβείες Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων


Προσόμοιον

«Στίχος» Ελέησον με, ο Θεός, κατά το μέγα Έλεός Σου, και κατά το πλήθος των οικτιρμών Σου, εξάλειψον το ανόμημά μου
Μαρίνα Πανένδοξε, των Αθληφόρων το κλέος, συν Παρθένων τάγμασι, και χοροίς Μαρτύρων, τους εκτελούντας σου, πίστει την Κοίμησιν, και την θείαν Μνήμην, και τη σκέπη προσπελάζοντας, τη ση, Πανεύφημε, σώζε τω Κυρίω πρεσβεύουσα, και πάσαν νόσον ίασαι, και των ψυχικών ελευθέρωσον, δεινών αλγηδόνων, και ρύσαι εκ κινδύνων του εχθρού, ως παρρησίαν προς Κύριον έχουσαμ Θεόσοφε.

Ο Ιερεύς : Σώσον ο Θεός τον λαόν Σου….


Ωδή ζ’ Παίδες Εβραίων…

Αγία του Θεού πρέσβευε υπέρ ημών
Όμβροις των σων αιμάτων ρείθρα, απεξήρανας ειδώλων φλυαρίας, επομβρίζεις δε νυν, ιάματα παντοία, Μάρτυς Μαρίνα, παύουσα, πυρ δεινών νόσων παντοίων.

Αγία του Θεού πρέσβευε υπέρ ημών
Μάρτυς Μαρίνα, τω Υψίστω, στεφηφόρος αεί παρισταμένη, υπέρ πάντων ημών, των σε υμνολογούντων, διηνεκώς ικέτευε, του ρυσθήναι εκ κινδύνων.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Πάσι πηγάζει, ώ Μαρίνα, ποταμούς ιαμάτων η Εικών σου, τας οδύνας αεί, εξαίροντας σωμάτων, και τας ψυχάς δροσίζοντας, και πληρούντας θυμηδίας.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Έπαινον γλώσσης εξ’ ανάγνου, τη Πανάγνω σοι προσφέρω, Θεοτόκε, εναγών λογισμών, ρυσθήναι δυσωπών σε, και μολυσμών του σώματος, ώ Αμόλυντε Παρθένε.


Ωδή η’ Τον Βασιλέα...
Αγία του Θεού πρέσβευε υπέρ ημών

Τους την σην Μνήμην, την φωτοφόρον τιμώντας, από πάσης ρύσαι σαις πρεσβείαις, νόσου, ώ Μαρίνα, ίνα σε μακαρίζω.

Αγία του Θεού πρέσβευε υπέρ ημών

Των ιαμάτων, χάριν λαβούσα, Μαρίνα, απελαύνεις νόσους ανιάτους, εκ των σε τιμώντων και ποθω γεραιρόντων.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι

Αποκαθαίρει, μολυσμούς παθημάτων, η Εικών σου των πόθω γεραιρόντων, Μνήμην σου την θείαν, Μαρίνα Αθληφόρε.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Ιωθείσαν μου, την ψυχήν αμαρτίας, δραστικώ φαρμάκω σης πρεσβείας, ίασαι, Παρθένε, ελπίς των σε υμνούντων.


Ωδή θ’ Κυρίως Θεοτόκον…
Αγία του Θεού πρέσβευε υπέρ ημών
Θεώσεως τυχούσα, και φωτί τρυφώσα, τω Ουρανίω, Μαρίνα, Θεόληπτε, τους σε υμνούντας λιταίς σου, δεινών απάλλαξον.

Αγία του Θεού πρέσβευε υπέρ ημών
Μαρίνα δωρηθήναι, πάσιν Ορθοδόξοις, απαλλαγήν δεινών νόσων και θλίψεων, Χριστόν δυσώπει, και ρώσιν ψυχής και σώματος.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Μαρίνα Θεού δόξαν, ενοπτριζομένη, υπέρ των σε ευφημούντων αυτόν δυσώπητον, του μετασχείν θείας δόξης τε, και λαμπρότητος.

Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Μαρία Θεοτόκε, σε υμνολογούμεν, ότι κινδύνων και νόσων λύτρωσαι ημάς, διηνεκώς τον σον Τόκον, καθικετεύουσα.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Την άμωμον Νύμφην του Ιησού, Μαρίναν την θείαν, ικετεύσωμεν οι Πιστοί, βοώντες ρύσαι νόσων, και δεινών σαις πρεσβείαις, ημάς τους εκτελούντας την θείαν Μνήμην σου.

Μη παύση, Μαρίνα, του Ποιητού, θερμώς δεομένη, υπερ πάντων των ευσεβώς, σε μακαριζόντων, ως Μάρτυρα Κυρίου, και πόθω γεραιρόντων, την θείαν Μνήμην σου.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η Δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τω σωθήναι ημάς.

Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


Απολυτίκον
Ήχος πλ. α’ Τον Συνάναρχον Λόγον

Του εχθρού τας ενέδρας ρύμη διέφυγες, και αυτώ προσπλακείσα υπερηκόντησας, και εκ Θεού την δαψιλή χάριν απείληφας, αποσοβείν εκ των Πιστών, τας νόσους τας λυμαινώδεις, διο πρέσβευε τω Κυρίω, υπέρ ημών, Μαρίνα ένδοξε


Ή το έταιρον απολυτίκιον της Αγίας.
Ήχος α’ Της ερήμου πολίτης

Του πατρός εκ βρέφους απεστράφης τα είδωλα, και του Ολυβρίου τυράννου την οφρύν κατεπάτησας, Μαρίνα πανεύφημε σεμνή, ρωσθείσα δε ισχύι Σταυρού αισθητού την του φανέντος, κεφαλήν συντρίβεις πολεμήτορος. Δόξα τω σε δοξάσαντι Χριστώ, δόξα τω σε στεφανώσαντι, δόξα τω ενεργούντι δια σου, πάσιν ιάματα.

Απόλυσις και ψάλλομεν τα εξής

Ήχος β’ Ότε εκ του ξύλου

Σήμερον υμνούμεν ευσεβώς, Μάρτυς Αθληφόρε Μαρίνα, σου το εννίκημα και την θείαν Μνήμην σου, και ευκλεή εορτήν, οι ορθώς δογματίζοντες, Τράδαν αγίαν, και σε ικετεύομεν, ρύσαι σους δούλους δεινών, νόσων και παντοίων κινδύνων, και της του εχθρού τυραννίδος, τους σοι προσπελάζοντας αοίδιμε.

Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξον με υπό την σκέπην σου.

Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς.



Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης