Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Οσία Ειρήνη Χρυσοβαλάντου την Θαυματουργόν Empty Παρακλητικός Κανών εις την Οσία Ειρήνη Χρυσοβαλάντου την Θαυματουργόν

Σαβ Φεβ 23, 2013 9:48 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Οσία Ειρήνη Χρυσοβαλάντου την Θαυματουργόν

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Οσία Ειρήνη Χρυσοβαλάντου την Θαυματουργόν Xrisov10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τα παρόντα Τροπάρια.

Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα, βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοῦς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα...καὶ τὸ Ἀπολυτίκιον
Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

Βασιλείας γήινους πάλαι οὐκ ἔτυχες, ἀλλ' ἄφθαρτων στεφάνων νῦν σὲ ἠξίωσεν, ὁ Νυμφίος σου Χριστὸς ὁ ὡραιότατος ὢ καθιέρωσας σαύτην, ὅλη καρδία καὶ ψυχή, Εἰρήνη Ὁσία Μῆτερ, Χρυσοβαλάντου ἡ δόξα, ἠμῶν δὲ προσφυγὴ καὶ βοήθεια.

Και νῦν. Θεοτόκιον
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὀ Κανῶν

Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας

Εἰρήνης τόν ἄρχοντα ἐκτενῶς, Εἰρήνη δυσώπει, εἰρηναίαν καί εὐσταθῆ, ἠμᾶς διανύειν πολιτείαν, καί τοῦ ἐχθροῦ ἀποφεύγειν τά σκάνδαλα.

Ἰλύος ρυσθεῖσα τῆς κοσμικῆς, σκανδάλων τοῦ βίου, καί ἁπάσης ἐπιβουλῆς, καί γλώσσης δολίας καί δυσφήμου, τούς προσιόντάς σοί Μῆτερ ἁπάλλαξον.

Ρευμάτων ἀΰλων τόν γλυκασμόν, ψυχαῖς φαρμαχθείσας τῇ κακία τοῦ δυσμενοῦς, ἐπίσταξον Μῆτερ οὐρανόθεν, καί τόν ἰόν τῶν παθῶν ἀποξήρανον.

Θεοτοκίον
Ἡ ἄρρητος φύσις καί παντουργός, ὤ θαύματος ξένου! Συνεσχέθη ἐν σή γαστρι, σαρκί ἐνωθεῖσα ἀσυγχήτως, εἰς σωτηρίαν ἠμῶν Παναμώμητε.


Ὠδή γ΄. Οὐρανίας ἁψίδος.
Νυμφευθεῖσα τῷ Λόγῳ, ἀσκητικῶς πάνσεμνε, τά τῆς ἀλογίας μου νέφη, μακράν ἀπέλασον, ἐξ ὧν τῆς μήνιδος, ἡ δυσωδία πηγάζει, τήν τοῦ θείου Πνεύματος, σχέσιν μακρύνουσα.

Ἡ ἐκ ρίζης εὐώδους, θεοπρεπῶς λάμψασα, τάς τῆς ἀνομίας ἀκάνθας, πρόρριζον ἔκτιλλον, ἐκ τῆς καρδίας μου, τῶν πρεσβειῶν σου σκαπάνη, καί φόβον τόν ἔνθεον, ταύτῃ ἐμφύτευσον.

Σαρκικῶν ἀλγηδόνων, καί ψυχικῆς θλίψεως, πονηρευομένων ἀνθρώπων, πάσης φαυλότητος, καί συστροφῆς χαλεπῶν, ἀπαρατρώτους ἀπαύστως, Εἰρήνη διάσωζε, τούς εὐφημούντας σε.

Θεοτοκίον.
Ἀπορρήτως ἐν μήτρα τόν τοῦ Πατρός συνθρόνον. Λόγον σαρκωθέντα ἀσπόρως, Ἁγνή χωρήσασαν, παθῶν στενώσεως, πρός πλατυσμόν ἀπαθείας, τόν νοῦν μου κυβέρνησον Θεοχαρίτωσε.

Διαάσωσον ἐκ δυσμενείας καί ἔχθρας θανατηφόρου, τοῦς πρός σέ μετά σπουδῆς καταφεύγοντας, καί αἰτουμένους Εἰρήνη τήν σήν πρεσβείαν.

Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ἠσή ἀρωγή, ὡς μάχαιρα ἀμφίστομος, Εἰρήνη σεμνή, γενέσθω τοῖς ἰκέταις σου, τάς συμπλοκᾶς συγκόπτουσα, δυσμενείας ἁπάσης καί μήνιδος. σύ γάρ εἰρήνην νέμουσα ἠμίν, τῷ σάλω ἐπιτιμᾶς τῶν θλίψεων.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Ξενοτρόπως ἀσκήσασα, ξένωσον τόν νοῦν μου ἐκ πάσης μήνιδος, πονηρίας καί συγχήσεως, καί μνησικακίας Εἰρηνώνυμε.

Ἰαμάτων ἐπόμβρισον, Μῆτερ τάς σταγόνας καί καταδρόσισον, τούς φλογμῶ νόσων καί θλίψεων, κατατηκομένους ἐχθροῦ τοῖς ἀνθραξι.

Ὡραιόθης ποθήσασα, τόν ὡραῖον Λόγον ὄν καθικέτευε, ὡραιῶσαι τήν καρδίαν μου, καί τά τῆς σαρκός παῦσαι σκιρτήματα.

Θεοτοκίον.
Σωτηρίας λιμένα σέ, Κόρη ἐπιστάμενος σοί ἀνέθηκα τάς ἄγκυρας τῆς ἐλπίδος μου μή οὔν ὑπερίδης τόν προσφυγόντα σοί.


Ὠδή ἐ΄ . Φώτισον ἠμᾶς
Ὅλη καθαρά, ὡς παρθένος πανακήρατος, τῷ νυμφίω ἠγγυήθης τῶν ψυχῶν, ὤ ἐγγυᾶς μετανοίας μοί προσάγαγε.

Νέκρωσον ζωῆς, ἑξανθήσασα θανάτωσο, τήν ἔτι ζῶσαν ἁμαρτίαν, ἐν ἐμοί, καί πρός κτῆσιν ἀπαθείας μέ διέγειρον.

Ἤστραψας ἐν γῆ ὡς λαμπάς τοῦ Θείου Πνεύματος, διαλύουσα τοῦ μίσους τήν ἀχλύν, καί ἀγάπης ἀνατέλλουσα τήν ἕλλαψιν.

Θεοτοκίον.
Μήτηρ τῆς ζωῆς, ἀνεδείχθης Παναμώμητε διο νέκρωσον παθῶν μου τάς ὁρμᾶς καί τόν νοῦν μου πρός ἐγρήγορσιν ἀναστησον.


Ὠδή στ΄ . Τήν δέησιν.
Ἀνατειλον, ὁμόνοιας ἡμέραν, καί εἰρήνης ἀληθοῦς τάς ἀκτίνας, τοῖς τοῦ θυμοῦ καί ὀργῆς ἐν τῷ σκότει, κατακειμένοις ἀπάτη τοῦ ὄφεως σοί γάρ ἐδόθη πρός Θεοῦ, εἰρηνεύειν ἠμῶν τήν διάστασιν.

Στομώσασα, τῷ τοῦ Λόγου ἔρωτι, τῆς ψυχῆς σου τάς κινήσεις Ὁσία, ξίφος ἐγένου ἐχθρούς κατακόπτον, καί διχονοίας λικμίζον τό ἄχυρον διο τῆς ἔχθρας ἐν ἐμοί τήν σφριγώσαν κακίαν κατάβαλε.

Ἐπιβλεψον, ἰλαρῶ σου ὄμματι, ἐφ’ ἠμᾶς τούς σούς ἰκέτας Ὁσία, καί τάς ὀδύνας ἠμῶν καί τάς θλίψεις ἐπικουφίζουσα τάχος ἀφάνισον, ἐν ὁμονοία τήν ζωήν, συντηροῦσα ἠμῶν ἀστασίαστον.

Θεοτοκίον.
Ἰσχύος, ἐνυποστάτου σκήνωμα, ἐκ Πατρός προερχομένης ἀναρχως, ἀναδειχθεῖσα Θεονυμφε Κόρη, τήν ἀσθενοῦσαν καρδίαν μου νεύρωσον, πρός ἐργασίαν, ἀρετῶν, ἴνα πίστει καί πόθω δοξάζω σέ.

Διάσωσον ἐκ δυσμενείας καί ἔχθρας θανατηφόρου, τούς πρός σέ μετά σπουδῆς καταφεύγοντας, καί αἰτουμένους Εἰρήνη τήν σήν πρεσβείαν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄ . Προστασία τῶν Χριστιανῶν.

Παρρησίαν κεκτημένη πρός τό νυμφίον σου, ὡς παρθένος Ὁσία φρόνιμη καί ἔνθεος, μή ἐλλείπης ὑπέρ ἠμῶν πρευσβεύειν ἐκτενῶς, ἴνα ρυσθῶμεν πάσης ὀργῆς, καί πολυτρόπων πειρασμῶν, οἱ πιστῶς ἐκβοωντές σοί Προφθασον ὤ Εἰρήνη καί δώρησαι τοῖς σοῖς δούλοις, συμβίωσην εἰρηνικήν, καί ἀγάπην ἀστασίαστον.


Καί εὐθύς τό Προκείμενον.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοί.
Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατεύθυνε τά διαβήματά μου.

Εὐαγγέλιον ἐκ τοῦ κατά Μάρκον.(Κεφ. η΄ , 34-38).

Εἶπεν ὁ Κύριος ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ, καί ἀκολουθείτω μοί. ς γάρ ἄν θέλη τήν ψυχήν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν ὅς δ ἄν ἀπολέση τήν ἑαυτοῦ ψυχήν ἕνεκεν ἐμοῦ καί τοῦ εὐαγγελίου οὗτος σώσει αὐτήν. τί γάρ ὠφελήσει ἄνθρωπον ἐάν κερδήση τόν κόσμον ὅλον, καί ζημιωθῆ τήν ψυχήν αὐτοῦ; ἤ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὅς γάρ ἐάν ἐπαισχυνθῆ μέ καί τούς ἐμοῦς λόγους ἐν τή γενεά ταύτη τή μοιχαλίδι καί ἁμαρτωλῶ, καί ὁ υἱός τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν ὅταν ἔλθη ἐν τή δόξη τοῦ πατρός αὐτοῦ μετά τῶν ἀγγέλων τῶν ἁγίων. Καί ἔλεγεν αὐτοῖς ἀμήν λέγω ὑμίν ὅτι εἰσί τινές τῶν ὧδε ἐστηκότων, οἵτινες οὐ μή γεύσωνται θανάτου ἕως ἄν ἴδωσι τήν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυίαν ἐν δυνάμει.

Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅρμημα ἀκάθεκτον, καί τάς κρυφίους ἐνέδρας, τοῦ δολίου, δράκοντος, καθ’ ἠμῶν ματαίωσον Εἰρηνώνυμε, καί δεινῶν θλίψεων, τάς ἐπαναστάσεις, καταπράϋνον καί κόπασον, ἅπαν σκευώρημα, καί διχοστασίας τά σκάνδαλαν , εἰρήνην ἀστασίαστον, ταῖς εἰρηνοδώροις πρεσβείαις σου, πάσι χορηγοῦσα, Εἰρήνη τῶν Ὁσίων καλλονή, ὡς ἄν ἡσύχως βιώσαντες, δόξης ἐπιτύχωμεν.

Σῶσον ὁ Θεός τόν λαόν σου…

Ὠδή ζ΄ . Οἱ ἐκ τῆς Ἰουδαίας

Ράβδω τῶν πρεσβειῶν σου, τούς κυκλώσαντας κύνας τήν τάλαινάν μου ψυχήν, ἐκδίωξον Ὁσία, καί τή ἀντιτυπία, τῆς θερμῆς προστασίας σου, ἰκάνωσόν μου τόν νοῦν, κατά τοῦ ἀντιπάλου.

Ἠλλοιώθην τό πνεῦμα, ἐνεκρώθην τό σῶμα ταῖς πρός τό χεῖρον ροπαῖς ἀλλ’ ἄνωθεν μοί προσχες, καί ἴδέ μου τήν θλίψην, καί τῶν πόνων τά δάκρυα, καί ὀρεξόν μοί σεμνή, σωτηριώδη χείρα.

Νοσημάτων παντοίων, παθημάτων ποικίλων καί πειρασμῶν χαλεπῶν, δαιμόνων ἐπηρείας, ἀνθρώπων πονηρίας, κακοτρόπων ἁπάλλαξον, τούς προσιόντας θερμῶς, Εἰρήνη τή σή σκέπη.

Θεοτόκιον.
Ἡ Πανάμωμος Κόρη, ἡ τεκοῦσα τόν Κτίστην καί Ποιητήν τοῦ παντός, ἐκ μώμου ἐγκλημάτων, καί σπίλων ἁμαρτάδων, τήν ψυχήν μου καθάρισον, ἴνα ὑμνῶ σέ ἀεί, τήν Κεχαριτωμένην.


Ὠδή ἡ΄ . Τόν Βασιλέα.
Γαλήνην Μῆτερ, τοῖς ἐν θαλάσση του βίου, κινδυνεύουσιν ἑξαίτει οὐρανόθεν, τούτους κυβερνώσα, πρός ὅρμον σωτηρίας.

Ἐκ τῶν σκανδάλων, καί συστροφῶν ὀλεθρίων, περιφρούρησον ἠμῶν τήν πολιτείαν, ταῖς τῆς ὁμονοίας βάρεσι μακριά.

Ρερυπωμένον, τή κοινωνία τοῦ μίσους, ἀποκάθαρον τόν νοῦν μου πανολβία, τῆς φιλαδελφίας, καθαρτική ἀρδεία.

Θεοτόκιον.
Ἁγιωσύνης, περιφανέστατε οἶκε, καθαγίασον ἠμῶν τάς διανοίας, τή σῆ παραμηθεία, Παρθένε Παναγία.


Ὠδή θ΄ . Κυρίως Θεοτόκον.
Συνδέσμω τῆς ἀγάπης, συνδεσον Ὁσία, τούς ἐκλυθέντας ἀπάτη τῆς μήνιδος, τήν ἀπ’ ἀλλήλων διάστασιν διατέμνουσα.

Ἰάσεων χειμάρρουν, βλύζουσα Ὁσία, ψυχῶν ὁμοῦ καί σωμάτων τά τραύματα, ἀποκαθαίρεις δυνάμει τοῦ Θείου Πνεύματος.

Μανίας τοῦ δολίου, ἀτρώτους διατήρει, τούς προσιόντας Εἰρήνη τή σκέπη σου, πρός τήν ὁδόν τῆς εἰρήνης ἠμάςευθυνουσα.

Θεοτόκιον.
Ὑπάρχουσα λυχνία, φωτοειδεστάτη τοῦ Πατρικοῦ ἀπαυγάσματος Δέσποινα, τό νοερόν τῆς ψυχῆς μου ὄμμα καταύγασον.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῶν παρθένων στίφη καί Μοναστῶν ἄσμασιν ἐνθέοις, εὐφημήσωμεν εὐλαβῶς, τῆς Χρυσοβαλάντου, Μονῆς, τήν Ἡγουμένην, Εἰρήνην τῶν θαυμάτων πηγήν ἀκένωτον.

Τῆς Καππαδοκίας ἄνθος τερπνόν, καί Χρυσοβαλάντου, πολιοῦχος καί ὁδηγός τή σή πολιτεία, ἐδείχθης τρισολβία, Εἰρήνη Ἐκκλησίας, λαμπάς θεοφωτός.

Τό τοῦ σώματός σου κάλλος σεμνή, τῆς ψυχῆς ἐδήλου, τό ὡραῖον καί εὐανθοῦν ὅθεν τῶν ἠθῶν σου, ὁ Κύριος ἠράσθη, καί ἄφθοροον σέ νύμφην αὐτῶ ἠγάγετο.

Λαμποῦσαν ἁγνείας σέ τῷ φωτί, κατιδών Ὁσία, ὡς λυχνίαν φωτοειδή, τήν σήν προθεσπίζει, οἰκείωσιν τῷ Λόγω, Προφητικῶς ὁ Μέγας Ἰωαννίκιος.

Χαίροις τῶν παρθένων ἡ καλλονή, καί Χρυσοβαλάντου, νυμφοστόλος θεοειδῆς, τῶν Μοναζουσῶν τέ, κανών ἐν ἐγκρατεία, Εἰρήνη μακαρία, Ἀγγέλων σύσκηνε.

Χαίροις τῆς εἰρήνης μυσταγωγός, καί μνησικακίας, ἀναιρέτις ἡ κραταιά σύ γάρ τῶν σκανδάλων, ἐκτρέπεις τήν μανίαν, ἠμᾶς ἐν ὁμονοία στερρῶς συνέχουσα.

Τῆς Καππαδοκίας τήν καλλονήν, καί Χρυσοβαλάντου, ὁδηγίαν τήν ἀσφαλῆ, τήν στηλογραφίαν, εἰρήνης οὐρανίου, Εἰρήνην τήν Ὁσίαν, ὕμνοις τιμήσωμεν.

Ρύου πολυτρόπων ἐκ συμφορῶν, καί ἀρρωστημάτων, καί κινδύνων ψυχοβλαβῶν, τούς ἐν εὐλαβεία, θερμῶς ἑξαιτουμένους, Εἰρήνη θεοφόρε, τήν προστασίαν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄ . Ὄτε ἐκ τοῦ ξύλου.

Πάντων προστασία εὐμενής, καί καταφυγή ἐν ἀναγκαις, Ὁσία πέλουσα, πάντας ἀπολύτρωσαι, πάσης κακώσεως, πειρασμῶν τέ καί θλίψεων, καί σθενημάτων, πρός εἰρήνην ἔνθεον, ἠμᾶς ἰθύνουσα, ὅπως ἐν συμπνοία συζῶντες, φθάσωμεν Εἰρήνη εἰς μέτρον, τῆς πεποθημένης καταπαύσεως.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Τήν πρεσβεία Κύριε πάντων τῶν Ἁγίων καί τῆς Θεοτόκου, τήν σήν εἰρήνην δός ἠμίν, καί ἐλέησον ἠμᾶς, ὡς μόνος Οἰκτίρμον.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Δέησιν ψυχῆς Μῆτερ Εἰρήνη δέξαι
Ἤν σοί Γεράσιμος θερμῶς ἀνακράζει.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης