Πήγαινε κάτω
Νηφωνας
Νηφωνας
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 40

Παρακλητικός Κανών  εις τον Απόστολον Ανδρέα επι την παλιννοστήσει της Τίμιας Αυτού Κάρας Empty Παρακλητικός Κανών εις τον Απόστολον Ανδρέα επι την παλιννοστήσει της Τίμιας Αυτού Κάρας

Σαβ Φεβ 02, 2013 10:23 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)

Παρακλητικός Κανών  εις τον Απόστολον Ανδρέα επι την παλιννοστήσει της Τίμιας Αυτού Κάρας

Πρ. Πατρών Νικοδήμου


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, δτι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και τά Τροπάρια
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦ πανευφήμου Ἀποστόλου τὴν Κάραν, μετ' ἐκδημίαν προσλαβόντες αἰώνων, ἐν εὐλαβείᾳ δεῦτε ἀσπασώμεθα, καὶ καθικετεύσωμεν τὸν Πρωτόκλητον πάντες, ὅπως δυσωπῶν ἀεὶ τὸν Σωτῆρα αἰτῆται, τῶν οἰκτιρμῶν τὰ πλήθη ἐφ’ἡμᾶς, τοὺς προσιόντας λειψάνῳ σεπτῷ αὐτοῦ.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι. εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ. Σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὖ ἡ ἀκροστιχίς
Ἀνδρέου κάρας παλινοστήσει.

ᾨδὴ α΄.  Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἀνδρέα Ἀπόστολε τοῦ Χριστοῦ, αἰτοῦμέν σε δίδου, λόγον ἄξιον τοῦ ὑμνεῖν, σκήνους σου ὀσμὴν εὐωδίας· σὺ γὰρ Χριστοῦ εὐωδία γεγένησαι.

Νέον νῦν πλουτοῦμεν ὡς θησαυρόν, εἰ καὶ παλαιόθεν, ἐκεκτήμεθα ὡς φρουρόν, Κάραν σου Ἀνδρέα τὴν ἁγίαν, ἥν εὐλαβῶς οἱ πιστοὶ ἀσπαζώμεθα.

Δέξαι παρακλήσεις παρὰ τῶν σῶν,  ἱκετῶν Ἀνδρέα, τῶν κυκλούντων σου τὴν σεπτὴν, Κάραν ἐν ἁγίῳ ναῷ σου, καὶ οὐρανόθεν ἡμᾶς ἐπευλόγησον.

Θεοτοκίον.
Σωτῆρα τεκοῦσάν Σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν. Σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυομένην κινδύνων, καὶ συμφορῶν ἔγνωσαν, ἔκπαλαι σὴν πάντιμον Κάραν οἱ πολιοῦχόν σε, Ἀνδρέα ἔχοντες, καὶ πρεσβευτὴν καὶ προστάτην, καὶ νῦν σκέπε φρούρει τε, πᾶσαν τὴν ποίμνην σου.

Εὐεργέτην σε πάντες, οἱ ἐν ταῖς Πάτραις ἐγνώρισαν, ὡς τῷ σῷ κηρύγματι πάλαι καταφωτίσαντα, τὸν ἐπιχώριον λαόν, ποτε ἀγνοοῦντα Σωτῆρα, Ὅν σὺ ἡμῖν κατήγγειλας, Ἀνδρέα ἅγιε.

Ὀρθοδόξων ἡ πίστις, τῶν Ἀποστόλων τὸ κήρυγμα, Πάτραις καὶ τοῖς πέριξ ἐγνώσθη, τῷ σῷ Πρωτόκλητε, λόγῳ ὅν ἔσπειρας, γῇ ἀγαθῇ καὶ ηὐξήθη, καὶ ἐκαρποφόρησε καὶ οὐκ ἠλλοίωται.

Θεοτοκίον.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς Δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.


Διάσωσον, ὦ Ἀνδρέα Ἀπόστολε, ἀπὸ πάσης, κακώσεως καὶ ἀνάγκης ἡμᾶς, τοὺς πόθῳ σε εὐφημοῦντας καὶ πίστει.

Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβείαν τὴν σὴν οἱ Ἕλληνες ἠτήσαντο, ἐλθεῖν πρὸς Χριστὸν, καὶ γνῶσαι Αὐτὸν θέλοντες. Σὺν Φιλίππῳ τότε δὴ σὺ Ἀνδρέα τούτους προσήγαγες, οὕς προσεδέξατο, εἰς δόξαν μολών, ὁ μόνος Σωτὴρ τῶν ψυχῶν ἡμῶν.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπηρέτην τοῦ Λόγου σε, ἔγνωμεν Ἀνδρέα Πανεύφημε, τῇ σκαπάνῃ σου σπουδάζοντα, Θεοῦ γεωργεῖν τὸ γεώργιον.

Κάραν σέβοντα, Ἅγιε, καὶ τοῖς σοῖς λειψάνοις προστρέχοντα, ἐκ λειψάνων ἐλευθέρωσον, τῶν ἐμῶν παθῶν, ταῖς πρεσβείαις σου.

Ἁγιώτατον γέγονε, χάριτος Θεοῦ ἐνδιαίτημα, ἡ σὴ Κάρα, παναοίδιμε, βίου ἡγεμὼν τοῦ ἐνθέου σου.

Θεοτοκίον.
Ἀπολαμβάνοντες, Πάναγνε, τῶν Σῶν δωρημάτων, εὐχαριστήριον ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές Σε Θεομήτορα.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.  
Ῥώμῃ ὡς σταθμῷ, ἡ σὴ Κάρα ἀναπέπαυται, εἰς Πάτρας δ’αὖθις προφρόνως αὐτὴν, τοῖς Ὀρθοδόξοις προσήνεγκον οἱ φυλάξαντες.

Ἄσπασαι τὴν σὴν, ἐκλογάδα, ὦ Πρωτόκλητε, ἥν ἐπιστεύθη σοι ὁ ὑπὲρ αὐτῆς, ὡς Αὐτοῦ νύμφης τυθείς, ἵνα ταύτην ῥύσεται.

Στῶμεν εὐλαβῶς, οἱ πανέλληνες καὶ ἅπαντες, οἱ ἐξ Ἀνδρέου σχόντες τὴν εἰς Χριστὸν, προσαγωγήν,καὶ Κάραν πάντιμον σέβωμεν.

Θεοτοκίον.
Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν Σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης ἡ γεννήσασα τὸν αἴτιον.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.  
Προδρόμου σε, μαθητὴν πρῶτον ὄντα, πρὸς Χριστὸν χειραγωγεῖ ὁ βαπτίζων, "ἴδε ἀμνὸς τοῦ Θεοῦ ὁ ἀπαίρων, τὰς ἁμαρτίας τοῦ κόσμου", ὡς εἴρηκε. σὺ δ’ἠκολούθησας Αὐτῷ. ὅθεν πάντες τὴν Κάραν σου σέβομεν.

Ἀφέντες μὲν, τὸ ἀμφίβληστρον ἅμα, Σίμων Πέτρος καὶ Ἀνδρέας ὀπίσω, τοῦ προσκλοῦντος Χριστοῦ ἠκολούθουν, ἀνθρώπων ἄγραν τοὐντεῦθεν ἐλόμενοι, οἱ τῶν ἰχθύων ἀλιεῖς, Ἀποστόλων δ’ οἱ πρῶτοι ἐγένοντο.

Λιμναῖον πρὶν, Γενησαρὲτ ἀλιέα, προσδοκῶντα δὲ Χριστὸν τὸν Μεσσίαν, εὑρεῖν Αὐτὸν ἀξιοῖ σε Ἐκεῖνος, καὶ ἐκβοᾶν πρὸς τόν Πέτρον "εὑρήκαμεν". Νῦν οὖν εὑρόντες καὶ ἡμεῖς, τὴν σὴν Κάραν, ὡς μέγιστα χαίρομεν.

Θεοτοκίον.
Προστάτιν Σε, τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείαις δαιμόνων ἐλαύνουσαν·  καὶ δέομαι διὰ παντὸς,  ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.


Διάσωσον, Ἀποστόλων Πρωτόκλητε, ἀπὸ πάσης κακώσεως καὶ ἀνάγκης, ἡμᾶς τοὺς πόθῳ σε εὐφημοῦντες καὶ πίστει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.


Κοντάκιον. Ἦχος β΄.  Προστασία τῶν Χριστιανῶν.
Προστασίας σου ἀξιωθέντες ἀείποτε, τῶν λειψάνων σου τὴν θήκην πόθῳ κυκλοῦμεν νῦν, προσφοιτώντων οὖν μὴ παρίδῃς, Ἅγιε, μηδ’ ἀπόστρεψον ἡμᾶς κενούς, ἀσπαζομένους εὐλαβῶς, σοῦ τὴν Κάραν καὶ λέγοντας. χαῖρε Πατρῶν τὸ κλέος, πρόμαχος καὶ προστάτης, καὶ πολιοῦχος ὁ σεπτὸς, ὦ Ἀνδρέα Πρωτόκλητε.


Προκείμενον
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον ἐκ τοῦ κατά Ἰωάννην (Κεφ. α΄ 35 - 43).

Τῷ καιρῷ ἐκείνῳ, εἰστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἵδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς, τί ζητεῖτε; Οἱ δέ εἶπον αὐτῷ ραββί,  ὅ λέγεται ἑρμηνευόμενον διδάσκαλε, ποῦ μένεις; Λέγει αὐτοῖς, ἔρχεσθε καὶ ἴδετε. Ἦλθον οὖν καὶ εἶδον ποῦ μένει καὶ παρ’αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην,  ὥρα δὲ ἧν ὡς δεκάτη. Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἶς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. Εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ, εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον ὁ Χριστός, καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν.

Δόξα
Ταῖς τοῦ Πρωτοκλήτου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.

Καί νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.


Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός,…

Κάραν σου ἀοίδιμον, ἐπὶ πολύ στερηθέντες, Μαθητὰ Πρωτόκλητε, νῦν ἀνακτησάμενοι εὐφημοῦμέν σε. Πάτραι σεμνύνονται, σχοῦσαί σε ἔνδοξε, πολιοῦχον ἀπαράμιλλον, Κύπρος δὲ τάλαινα, συνευφραινομένη ἀγάλλεται, προστάτην σε γεραίρουσα, ἰατρόν τε νόσων ἀήττητε. Ἔνδοξε Ἀνδρέα, τὴν Κάραν σου τιμῶντες εὐλαβῶς, σὴν ἱκεσίαν αἰτούμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


ᾨδὴ ζ΄.  Οἱ ἐκ τῆς Ἰουδαίας.  
Ἰωνᾶ ὡς υἱόν σε, συμπολίτην δ’αὐτῶν ἐκ Βηθσαϊδά ἔγνωσαν, ὁ Φίλιππος, Ἀνδρέα, καὶ ὁ Βαρθολομαῖος, οἷς Χριστὸν δείξας ἔμελπες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Νέαν κλῆσιν τοῦ Λόγου, ἐπὶ πλοῖα καὶ δίκτυα μένων ἤκουσας, πρὸς θάλασσαν ὡς ἦλθε, Χριστὸς τῆς Γαλιλαίας, προσκάλεσαί σε μέλποντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.

Ὁ καλέσας Ἀνδρέαν, καὶ ἡμᾶς προσεκάλεσας, πλὴν οὖ σπεύσαντας, φωνὰς οὖν νῦν προσδέχου, τῶν πρὸ τῆς αὐτοῦ Κάρας, ἐν αἰνέσει ὑμνούντων Σε· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Θεοτοκίον.
Θελητὴν τοῦ ἔλεους, Ὅν ἐγέννησας, Μῆτερ ἁγνή, δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.  
Σοὶ τῷ αὐτόπτῃ, καὶ μαθητῇ τοῦ Δεσπότου, ἐποφείλουσι πολλαὶ πόλεις χάριν, καὶ ὑπερυψοῦσι Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῷ Βυζαντίῳ, καὶ Βιθυνία καὶ Σκύθαις, καὶ τοῖς γείτοσι λαοῖς, ὦ Ἀνδρέα, ὑψοῦτε διαγγέλλεις, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἡ τοῦ διώκτου, ἐν Σινώπῃ μανία, ἐπιβάλλει πολλαπλᾶς σοι κακώσεις, ἀλλ’ ἐν σοὶ ὑψώθη, Χριστός εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.

Τῶν πειρασμῶν Σὺ, τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους, Παρθένε. ὅθεν Σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.  
Συγχόρευε Στρατόκλες, σεμνῇ σὺν Μαξιμίλλῃ, οἱ τῷ Ἀνδρέα ἐν Πάτραις φοιτήσαντες, καὶ τῷ Χριστῷ συναφθέντες, Ὅν μεγαλύνομεν.

Ἐξέστη ὁ διώκτης, θαυμάσια ὡς εἶδεν, ἐκ σοῦ Ἀνδρέα ἐν Πάτραις γενόμενα, πλὴν ἐν σταυρῷ ἀνυψοῖ σε, ὅν μεγαλύνομεν.

Ἰδόντες σου τὴν Κάραν, τῷ στέφει κοσμηθεῖσαν, τοῦ μαρτυρίου Ἀνδρέα πανεύφημε, κατασπαζόμεθα ταύτην, σὲ μεγαλύνοντες.

Θεοτοκίον.
Χαρᾶς μου τὴν καρδίαν πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τό πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην ἐξαφανίσασα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σε μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.

Τοῦ σεπτοῦ λειψάνου σου ἡ σορὸς, γῆ Πατρῶν ἐδόθη, ἀναφαίρετος θησαυρὸς, ἔκπαλαι Ἀνδρέα Πρωτόκλητε, σήν Κάραν, μετά χαρᾶς μεγάλης κατασπαζόμεθα.

Σκήνους σου τὰ λείψανα τὰ σεπτὰ, διαμελισθέντα, ἐκομίσθησαν πολλαχοῦ, Πάτραις δ’ἀπεδόθη ἡ σὴ Κάρα ὡς θησαυρός, ὦ Ἀνδρέα καὶ πρόμαχος.

Θήκης τῶν λειψάνων σου τῶν σεπτῶν ἀποστερηθεῖσα ἡ σή πόλις ἐπὶ μακρόν, ἄρτι ἀπολαῦσαι ἠξιώθη, θείᾳ συνάρσει, καὶ σέβει τὴν Κάραν σου.

Σκέπε, φρούρει, φύλαττε ἐκ παντός, Ἀνδρέα, κινδύνου τούς φοιτῶντας τῷ σῷ ναῷ, Κάραν τε τὴν σὴν ἀσπαζομένους, καὶ αἰτουμένους πρεσβείαις σου, ἔνδοξε.

Πρέσβευε πρὸς κύριον ἐκτενῶς, δοῦναι ἡμῖν πᾶσι τὰ συμφέροντα ταῖς ψυχαῖς, καὶ τῇ Ἐκκλησίᾳ τὴν εἰρήνην, κόσμῳ παντὶ δὲ Χριστοῦ θεῖον ἔλεος.

Εἰς πᾶσαν ἐξῆλθε φθόγγος ὁ σὸς οἰκουμένην, ἥν περ καταυγάζεις ὡς φαεινὸς ἀστήρ, ὦ Ἀνδρέα, καὶ εἰρήνην εὐαγγελίζῃ αὐτῆς εἰς τὰ πέρατα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Αγιος ό θεός, Αγιος Ισχυρός, "Αγιος Αθάνατος, έλέησον ήμάς. (τρίς).

«Δόξα Πατρί,...». Καί νΰν...
Παναγία Τριάς, έλέησον ήμάς. Κύριε, ίλάσθητι ταϊς άμαρτίαις ήμών. Δέσποτα, συγχώρησον τάς άνομίας ήμίν, Αγιε, έπίσκεψαι καί ίασαι τάς άσθενείας ήμών, ένεκεν τοΰ ονόματος σου.

«Δόξα... καί νΰν...».
«Πάτερ ημών, ό εν τοίς ούρανοΐς, άγιασθήτω...».
«"Οτι σοΰ έστιν ή βασιλεία...». ’Αμήν.
καὶ τὰ Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Ή Εκτενής, παρά τοΰ Ιερέως καί ή Μνημόνεύσις. Άπόλυσις.
Καί προ τοΰ Δι’ ευχών...
άσπαζομένων την εικόνα, ψάλλονται τά Τροπάρια:

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Χαίρει Ὀρθοδόξων ἡ πληθύς, καὶ πανηγυρίζει προφρόνως, σχοῦσα λαμπρὸν θησαυρὸν, θείαν παλιννόστησιν Κάρας σεπτοῦ μαθητοῦ· ἀπεδήμει εἰς Ρώμην γὰρ, αἰώνων πρὸ πέντε, φεύγων τὴν βεβήλωσιν Ἀγαρηνῶν δυναστῶν. Ταύτην μετὰ δέους τιμῶντες, κρήνην ἰαμάτων, Ἀνδρέα, τοῖς πιστοῖς ἀξίως δώρησαι.


Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
Αμήν.


Δίστιχον.
Κάρας σῆς ὑμνωδήσαντος νόστον
μέμνησο Ἀνδρέα, Νικοδήμου λευΐτου.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης