Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις τον Απόστολο και Ευαγγελιστή Λουκά Empty Παρακλητικός Κανών εις τον Απόστολο και Ευαγγελιστή Λουκά

Τετ Ιαν 30, 2013 11:35 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός Κανών εις τον Απόστολο και Ευαγγελιστή Λουκά.

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου

Παρακλητικός Κανών εις τον Απόστολο και Ευαγγελιστή Λουκά Loukas10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ ἑξῆς τροπᾶρια

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς ὑποφήτης τῶν Χριστοῦ μυστηρίων, Λουκᾶ θεόφρον Μαθητὰ τοῦ Σωτῆρος, διὰ παντὸς ἱκέτευε δεόμεθα, πάσης ἡμᾶς ῥύεσθαι, συμφορᾶς καὶ ἀνάγκης, τοὺς πιστῶς προστρέχοντας, τῷ ἁγίῳ ναῷ σου• σὺ γὰρ προστάτης πέφηνας ἡμῶν, καὶ ἀρωγός, καὶ μεσίτης πρὸς Κύριον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ• σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς•
Βοήθει ἡμῖν Λουκᾶ παμμάκαρ. Γερασίμου.

Ωδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Βοήθειαν δίδου ταῖς σαῖς λιταῖς, Λουκᾶ θεηγόρε, τοῖς ἐν πίστει εἰλικρινεῖ, τῷ θείῳ προστρέχουσι ναῷ σου, καὶ τὴν θερμήν σου αἰτοῦσιν ἀντίληψιν.

Ὁ μέγας προστάτης τῶν εὐσεβῶν, Λουκᾶ Θεηγόρε, ἀπὸ πάσης ἐπιβουλῆς, καὶ βλάβης ἐχθροῦ τοῦ ἀοράτου, ῥύου ἡμᾶς τοὺς ἀεὶ σὲ γεραίροντας.

Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος μάκαρ, ὡς Ἀπόστολος εὐκλεής, λῦσον τῶν παθῶν ἡμῶν τὸ σκότος, Λουκᾶ Θεόφρον φωτὶ τῆς σῆς χάριτος.

Θεοτοκίον.
Θεὸν συλλαβοῦσα ἄνευ φθορᾶς, καὶ τέξασα Κόρη, ὑπὲρ φύσιν μετὰ σαρκός, ἐκ φθοροποιῶν με νοημάτων, τῶν τυῤῥανούντων με θᾶττον ἀπάλλαξον.


Ωδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἐκ παντοίων κινδύνων καὶ συμφορῶν λύτρωσαι, καὶ πολυειδῶν συμπτωμάτων καὶ περιστάσεων, τῇ προστασίᾳ σου, τὸν σὸν λαὸν θεηγόρε, τὸν προσατενίζοντα, τῇ ἀντιλήψει σου.

Ἰσχυρόν σε προστάτην καὶ βοηθὸν ἕτοιμον, ἔχοντες Λουκᾶ θεηγόρε ἐκ πάσης θλίψεως, ἄτρωτοι μένομεν, καὶ εὐχαρίστῳ καρδίᾳ, τὴν κηδεμονίαν σου, ἀνακηρύττομεν.

Τῇ θερμῇ σου πρεσβείᾳ πρὸς τὸν Χριστὸν ἔνδοξε, τεῖχος ἡμῖν γένοιτο θεῖον, καὶ ἀπερίτρεπτον, ἐχθρῶν ἀπείργουσα, τὰς χαλεπὰς ἐπιθέσεις, καὶ χαρὰν τὴν κρείττονα, ἡμῖν παρέχουσα.

Θεοτοκίον.
Μητροπάρθενε Κόρη ἡ τὸν Θεὸν τέξασα, καὶ μετὰ τὸν ἄφραστον τόκον παρθένος μείνασα, τὸν νοῦν μου καθαρόν, ἐκ μολυσμῶν ἀκαθάρτων, καὶ παθῶν χειρώσεως, ῥῦσαί με δέομαι.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀπόστολε θεηγόρε, ἐκ παντοίων ἐπιφορῶν τε καὶ θλίψεων, Λουκᾶ τοὺς σπεύδοντας πίστει τῇ χάριτί σου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Χριστοῦ Μαθητής, καὶ ἱερὸς Ἀπόστολος, ὑπάρχων Λουκᾶ, προστάτης ἑτοιμότατος, ἡμῶν ἐδείχθης Ἅγιε• διὰ τοῦτο πιστῶς ἐκβοῶμέν σοι• Μὴ διαλίπῃς πρεσβεύων Χριστῷ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.


Ωδὴ δ´. Εἰσακήκοα Κύριε.
Ἰατρὸς πέλων ἔνθεος, ἴασαι τὰ πάθη ψυχῆς καὶ σώματος, τῷ φαρμάκῳ τῆς σῆς χάριτος, ὦ Λουκᾶ τῶν πίστει προσιόντων σοι.

Νοσημάτων καὶ θλίψεων, καὶ δυσπραγιῶν ποικίλων ἁπάλλαξον, τοὺς προστρέχοντας τῇ σκέπῃ, Εὐαγγελιστὰ Λουκᾶ μακάριε.

Λαμπρυνόμενος χάριτι, τοῦ σοῦ διδασκάλου Λουκᾶ Ἀπόστολε, λάμπρυνόν μου τὴν διάνοιαν, τὴν ἐσκοτισμένην πολλοῖς πάθεσι.

Θεοτοκίον.
Ὄρος θεῖον προγράφει σε, κατασκιαζόμενον θείῳ Πνεύματι, ὁ Ἀββακοὺμ ὁ ἐνθεώτατος, Θεοτόκε μόνη Μητροπάρθενε.


Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψιστον Θεόν, τοῖς βροτοῖς προσομιλήσαντα, ὃν ἐκήρυξας Λουκᾶ ἐπὶ τῆς γῆς, καθικέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κόπασον Λουκᾶ, τῶν παθῶν ἄγρια κύματα, ἀπειλοῦντα ἡμῖν ὄλεθρον δεινόν, καὶ εἰρήνην ἡμῖν αἴτει ἀστασίαστον.

Ἄνωθεν ἡμῖν, συμπαθῶς βλέψον Ἀπόστολε, τοῖς ἑστῶσι τῇ Εἰκόνι σου πιστῶς, καὶ παράσχου ἡμῖν πᾶσι τὰ αἰτήματα.

Θεοτοκίον.
Πάθεσι σαρκός, ὑποτέταγμαι ὁ δείλαιος, ἀλλὰ Δέσποινα σὺ δίδου μοι ἰσχύν, τοῦ ἐκφεύγειν τοῦ ἀλάστορος πᾶν νόημα.


Ωδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Ἀχείμαστον, οἷα ὅρμον εὑρόντες, τὸν σὸν ἅγιον ναὸν θεηγόρε, τῷ ἐν τρικυμίαις καὶ ζάλαις τοῦ βίου, τούτῳ Λουκᾷ εὐλαβῶς καταφεύγοντες, λυτρούμεθα τῶν δυσχερῶν, καὶ γαλήνης τελείας πληρούμεθα.

Μεγίστων, ἀξιωθεὶς χαρισμάτων, ὡς Ἀπόστολος Χριστοῦ θεηγόρος, μεγάλων πόνων ἡμᾶς ἀπαλλάττεις, καὶ πάσης βλάβης καὶ λύπης καὶ θλίψεως, τοὺς πολιοῦχόν σε θερμόν, κεκτημένους Λουκᾶ ἱερώτατε.

Μὴ παύσῃ, ταύτῃ τῇ πόλει παρέχων, τὴν σεπτήν σου προστασίαν καὶ χάριν, ὅτι τῇ σῇ ἀρωγῇ ἐγκαυχᾶται, καὶ τῷ ναῷ σου προστρέχει κραυγάζουσα• ῥύου ἡμᾶς ἀεὶ Λουκᾶ, δυσπραγίας ἁπάσης καὶ θλίψεως.

Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως Παναγία Παρθένε, ὡς τὸν πανάγιον Λόγον τεκοῦσα, ἁγιασμὸν ἡμῖν πᾶσι παρέχοντα• διὸ ἁγίασον κἀμοῦ, καὶ ψυχὴν καὶ καρδίαν καὶ ἔννοιαν.


Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀπόστολε θεηγόρε, ἐκ παντοίων ἐπιφορῶν τε καὶ θλίψεων, Λουκᾶ τοὺς σπεύδοντας πίστει τῇ χάριτί σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Ταῖς τῶν αἱμάτων σου.

Ὥσπερ λιμένα κατέχοντες ἄκλυστον, τὸν σὸν ναὸν ἐν αὐτῷ καταφεύγομεν, καὶ ζάλης ἁπάσης ῥυόμεθα, Λουκᾶ τῇ σῇ ἀντιλήψει καὶ χάριτι, Χριστὸν τὸν Σωτῆρα δοξάζοντες.


Προκείμενον
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ…
Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται...

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον.

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων• Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς κώμην Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες• ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Γλῶσσαν θεοκίνητον, τῇ θεϊκῇ ἐπιπνοίᾳ, πλουτήσας ἐχάραξας, τοῦ Χριστοῦ τὸ ἅγιον Εὐαγγέλιον, καὶ φωτὸς ἔμπλεως, τοῦ ἐπουρανίου, γεγονὼς Λουκᾶ Ἀπόστολε, σκότους ἀπάλλαξον, πάσης ἀσθενείας καὶ θλίψεως, καὶ νόσων καὶ κακώσεων, καὶ παντὸς σκανδάλου τοῦ ὄφεως, τοὺς σοὶ προσιόντας, εἰρήνην καὶ ὑγείαν καὶ χαράν, καὶ τῶν πταισμάτων, πᾶσιν ἐξαιτούμενος.

Σῶσον Κύριε τὸν λαόν σου...

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Κατὰ πάσης κακίας καὶ πικρὰς τυραννίδος τοῦ πολεμήτορος, ἰσχύν ἡμῖν παράσχου, Λουκᾶ θαυματοφόρε, καὶ παθῶν σβέσον ἄνθρακας, τῇ ἐπομβρίᾳ τῆς σῆς, ἁγίας προμηθείας.

Ἀσθενοῦσι τὴν ῥῶσιν, καὶ δεινῶς θλιβομένοις τὴν ἀπολύτρωσιν, καὶ πᾶσιν ἀθυμοῦσι, καὶ κατατρυχομένοις, θλιβεραῖς περιστάσεσιν, ἴασιν δίδου Λουκᾶ, καὶ δυσχερῶν τὴν λύσιν.

Ῥοῦν δεινῶν παθημάτων κατακλύζοντα πάντας ῥοπῇ τοῦ χείρονος, τοῖς ῥείθροις τῶν πολλῶν σου, ἀνάστειλον χαρίτων, καὶ ἡμᾶς καταδρόσισον, τοὺς φλεγόμενους Λουκᾶ, πυρὶ τῆς ἁμαρτίας.

Θεοτοκίον.
Γνώμην θείαν μοι δίδου, καὶ τῷ φόβῳ Κυρίου τὸν νοῦν μου τείχισον, ὡς ἂν τοῦ πολεμίου, ἐκφύγω τὰς πλεκτάνας, ὁ προστρέχων τῇ σκέπῃ σου, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, καὶ τύχω σωτηρίας.


Ωδὴ η´. Τὸν Βασιλέα.
Ἐν εὐλαβείᾳ, τῇ ἱερᾷ σου Εἰκόνι, παριστάμενοι Λουκᾶ σοὶ ἐκβοῶμεν• Δίδου ἡμῖν πᾶσι, δυσχερειῶν τῇ λύσιν.

Ῥῶσιν σωμάτων, καὶ τῶν ψυχῶν σωτηρίαν, ἡμῖν αἴτησαι Λουκᾶ παρὰ Κυρίου, τοῖς ἐκδεχομένοις, τὴν σὴν ἐπιστασίαν.

Ἀγαλλιᾶται, αὕτη ἡ πόλις πλουτοῦσα, πολιοῦχόν σε Λουκᾶ καὶ τὰς αἰτήσεις, παρὰ σοῦ λαμβάνει, ὑμνοῦσά σου τὴν χάριν.

Θεοτοκίον.
Σύ μου προστάτις, καὶ ἀσφαλὴς σωτηρία, Παναμώμητε δεδοξασμένη Κόρη, ὅθεν τῇ σῇ σκέπῃ, προστρέχω καθ᾿ ἑκάστην.


Ωδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἡμῖν παράσχου, ἐν ταῖς δυσχερείαις, καὶ ταῖς ἀνάγκαις τοῦ βίου καὶ θλίψεσι, Λουκᾶ πίστει τοῖς προστρέχουσι τῇ πρεσβείᾳ σου.

Μανίας τοῦ Βελίαρ, φύλαττε ἀτρώτους, καὶ πολυπλόκων σκανδάλων Ἀπόστολε, τοὺς ἀδιστάκτῳ καρδίᾳ σὲ μεγαλύνοντας.

Ὁ ἅγιος ναός σου, πάντας ἁγιάζει, τοὺς ἐν αὐτῷ εἰσιόντας Ἀπόστολε, διὸ κἀμὲ ἐξαγίστων πράξεων καθαρόν.

Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, μεθοδειῶν τῶν ποικίλων τοῦ ὄφεως, καὶ φωτισμοῦ οὐρανίου τοῦτον ἀξίωσον.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Μύστης τοῦ Σωτῆρος θεοειδής, Εὐαγγελιστής τε, καὶ Ἀπόστολος εὐκλεής, Λουκᾶ ἀναδείχθης, τῇ θείᾳ ἐπιπνοίᾳ, καὶ πᾶσι καταλάμπεις, τὸ φῶς τῆς χάριτος.

Ἴασαι ψυχήν μου τὴν ἀσθενῆ, ἰατρὸς ὑπάρχων, καὶ Ἀπόστολος τοῦ Χριστοῦ, Λουκᾶ θεηγόρε, καὶ ῥῶσιν καὶ ὑγείαν, τῷ σώματί μου δίδου, καθικετεύω σε.

Αἴγλη διαλάμπων τῇ τοῦ Χριστοῦ, τοῦ Εὐαγγελίου, ὤφθης θεῖος μυσταγωγός, καὶ γράμμασι τοῦτο, σοφῶς διαχαράττεις, ὡς τῶν ἀῤῥήτων μύστης, Λουκᾶ Ἀπόστολε.

Παύλῳ τῷ θεόπτῃ ἀκολουθῶν, σὺν αὐτῷ κηρύττεις, τὴν ἀπόῤῥητον τοῦ Χριστοῦ, σάρκωσιν ἐν κόσμῳ, Λουκᾶ καὶ ἐν ταῖς Θήβαις, τῆς Βοιωτίας δρόμον, τὸν θεῖον ἤνυσας.

Θεῖον πολιοῦχόν σε καὶ φρουρόν, Λουκᾶ θεηγόρε, κεκτημένοι τῷ σῷ ναῷ, σπεύδομεν ἐν πίστει, καὶ τῇ σῇ προστασίᾳ, λαμβάνομεν ταχέως , ἃ ἐξαιτούμεθα.

Φύλαττε ἀτρώτους πάσης ὀργῆς, λοιμῶν λαοφθόρων καὶ κινδύνων καὶ συμφορῶν, Λουκᾶ θεηγόρε, τοὺς ἀρωγὸν καὶ ῥύστην, καὶ θεῖον ἀντιλήπτορα κεκτημένους σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Ἔχων, παῤῥησίαν πρὸς Χριστόν, Εὐαγγελιστὰ θεηγόρε, Λουκᾶ Ἀπόστολε, πρέσβευε δεόμεθα, λυτροῦσθαι πάντοτε, τοὺς πιστῶς σοι προσπίπτοντας, ἐκ πάσης ἀνάγκης, πόνων καὶ κακώσεων, καὶ νοσημάτων πικρῶν, σὺ γὰρ ἡμῶν μέγας προστάτης, καὶ τῷ σῷ ναῷ προσιόντες, πάθη ἀθυμίας ἐκλυτρούμεθα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Λουκᾶ τὴν παράκλησιν πρόσδεξαι ταύτην
Ἢν σοι Γεράσιμος ὑφάνας προσάγει.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης