Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Υιόν του Θεού δια τον Κορωνοιό Empty Παρακλητικός Κανών εις τον Υιόν του Θεού δια τον Κορωνοιό

Παρ Μαρ 27, 2020 11:28 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Φιλαθρωπότατον Υιόν του Θεού του Ζώντος Μόνου Νικητού του Ιού της Κορώνης

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας


Παρακλητικός Κανών εις τον Υιόν του Θεού δια τον Κορωνοιό Ihsous11

Μπορείς να ακούσεις την παράκληση πατώντας το Play


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τά Τροπάρια.

Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Υἱὲ Θεοῦ, φιλανθρωπότατε Σῶτερ, ὁ ἰατρὸς ἡμῶν ψυχῶν καὶ σωμάτων, γλυκύτατε Θεάνθρωπε, Χριστὲ Ἰησοῦ, ὡς σεπτὸν ἀντίδοτον τοῦ ἰοῦ τῆς κορώνης, πίστει Σὲ δοξάζομεν καὶ θερμῶς Σοὶ βοῶμεν· ὁ τοὺς πιστοὺς ἀεὶ εὐεργετῶν, λοιμώδεις νόσους ἡμᾶς τάχος λύτρωσαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Υἱὲ Θεοῦ, ἰοῦ κορώνης ἡμᾶς ἐκλύτρωσαι. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Υἱὲ τοῦ Ὑψίστου ἡμῶν Θεοῦ, ἰώμενος πάντας, καὶ θεόθεν εὐεργετῶν, μὴ παύσῃ τοὺς Σὲ δοξολογοῦντας, ὡς εὐσυμπάθητος καὶ πανευΐλατος.

Ἰοῦ τῆς κορώνης ὁ ὀλετὴρ, ὁ μόνος, Σοὺς δούλους, ἐκ τῆς μάστιγος τῆς αὐτοῦ, ἀπάλλαξον τάχος, Ζωοδότα, Υἱὲ Ὑψίστου, φιλάνθρωπε Κύριε.

Ἐλέους ἡ κρήνη καὶ οἰκτιρμῶν, Υἱὲ τοῦ Ὑψίστου, νοσημάτων ἐκ λοιμικῶν, ἀπάλλαξον τάχους Σοὺς οἰκέτας, δοξάζοντάς Σε πανδήμως, Θεάνθρωπε

Θεοτοκίον.
Θεράπευσον νόσους τὰς λοιμικὰς ἡμῶν, Ἐλεοῦσα, δεομένων Σου ἐκτενῶς, Κυκκώτισσα Κεχαριτωμένη, τῇ οὐρανόθεν δοθείσῃ Σοι χάριτι.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εὐλαβῶς Σοὶ βοῶμεν· Υἱὲ Θεοῦ εὔσπλαγχνε, ἰατρὲ ψυχῶν καὶ σωμάτων, μόνε τῶν δούλων Σου, τῆς πανδημίας ἡμᾶς, ἐκ τοῦ ἰοῦ τῆς κορώνης, Σούς δούλους λύτρωσαι Σὲ τοὺς δοξάζοντας.

Οὐρανόθεν ἐλέους, Υἱὲ Θεοῦ ἄχραντε, πέμψον ὑετὸν τοῖς ἐν πίστει δοξολογοῦσί Σε, καὶ ἐξ ἰοῦ ζοφεροῦ, ἀπαλλαγῆς τῆς κορώνης, ὄμβρον, πολυεύσπλαγχνε, Σῶτερ καὶ Κύριε.

Ὑπερύμνητε Λόγε, Θεοῦ, Χριστέ, θέρμανον, Σῆς φιλανθρωπίας ἀκτῖσι, δούλων Σου, Κύριε, καρδίας, τοῦ ἀγαπᾶν, τοὺς ἐνδεεῖς καὶ διώκειν, τὸν ἰὸν ψυχρότητος, φεῦ, τὸν ψυχόλεθρον.

Θεοτοκίον.
Ἱκετῶν Σου ἀκέστορ, Χριστιανῶν σέμνωμα, Μῆτερ τοῦ Θεοῦ, Ἐλεοῦσα, πάντας ἀπάλλαξον, ἐπιδημίας δεινῆς, ἐκ τοῦ ἰοῦ τῆς κορώνης, θαυμαστὴ ὀλέτειρα, νόσων καὶ θλίψεων.


Ἀπάλλαξον, Υἱὲ Ὑψίστου, ἐκ μάστιγος Σοὺς οἰκέτας, ἐνσκηψάσης, ἡμᾶς ἰοῦ κορώνης, Φιλάνθρωπε, ὁ πάντων ἰώμενος ἀσθενείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Υἱὲ τοῦ Θεοῦ, Θεὲ φιλανθρωπότατε, ὁ πᾶσαν δραξὶ, κατέχων τὴν ὑφήλιον, ἐξ ἰοῦ ἀπάλλαξον, τῆς κορώνης, οἴμοι, τῆς μάστιγος, τοὺς ἐκζητοῦντας φάρμακον λαβεῖν, ἐκ Σοῦ, Ἰησοῦ, τὸ ζωοπάροχον.


ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Οὐρανόθεν ἀσθένειαν, ἴδε οἰκετῶν Σου, Υἱὲ καὶ Κύριε, καὶ τὴν ἔμπονον κατάπαυσον, Σὴν παιδαγωγίαν ὡς φιλεύσπλαγχνος.

Ὑμνητάς Σου ἐξάρπασον, ἐξ ἰοῦ κορώνης πανδήμου μάστιγος, Ἰησοῦ, Υἱὲ φιλάνθρωπε, τοῦ εὐσυμπαθήτου Παντοκράτορος.

Καταπράϋνον δούλων Σου, ἄλγη ἐκ κορώνης ἰοῦ, Θεάνθρωπε, μόνε πάντων ὁ δυνάμενος, θεραπεύειν ἄλγη τὰ δυσίατα.

Θεοτοκίον.
Ὅρμον πρὸς τὸν ἀχείμαστον, ὑγιείας ἴθυνον καὶ δυνάμεως, Ἐλεοῦσα, τοὺς ἑκάστοτε, Σὲ ὑμνοῦντας, ἄχραντε Κυκκώτισσα.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῦσαι τοῦ ἰοῦ, τῆς κορώνης τοὺς δοξάζοντας, Σέ Υἱὲ Θεοῦ, καὶ πίστει ἀκλινεῖ, ποτηρίου τῆς ζωῆς μεταλαμβάνοντας.

Ὡς θεραπευτὴν, Σέ Υἱὲ Θεοῦ, δοξάζομεν, νοσημάτων λοιμικῶν καὶ τοῦ ἰοῦ, τῆς κορώνης ταχινόν, μόνε Φιλάνθρωπε.

Νῦν, Υἱὲ Θεοῦ, δυσωποῦμέν Σε· παράβλεψον, τὴν ἡμῶν ἀποστασίαν ἀπὸ Σοῦ,καὶ ἰοῦ ἡμᾶς κορώνης ἀπολύτρωσαι.

Θεοτοκίον.
Ἦμαρ ὑγιές, Ἐλεοῦσα, ἐξανάτειλον, τοῖς καθεύδουσι κορώνης ἐν ἰοῦ, τῇ νυκτί, Θεογεννήτρια Κυκκώτισσα.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Συνέτισον, ἀσυνέτους δούλους Σου, καὶ μὴ σπεύσῃς, Σῶτερ, παιδαγωγῆσαι ἡμᾶς, Χριστέ, δι’ ἰοῦ πανδημίας, κορώνης θανατηφόρου, εὐΐλατε Υἱὲ Παντάνακτος Θεοῦ, λοιμικῶν ἰατρὲ νόσων τάχιστε.

Ἡ χάρις Σου, πανσθενὴς καὶ ἄμεσος, πέλει, Σῶτερ, εὐσυμπάθητε Λόγε, Θεοῦ Ὑψίστου, ἁπάντων νοσούντων, ὁ ἰατρὸς ὁ ταχύς, Πολυέλεε, καὶ τῆς κορώνης τοῦ ἰοῦ, ὁ ὀλέτης, ὑπέρθεε Κύριε.

Μανίας με, τὸν δοξολογοῦντά Σε, ἀπολύτρωσαι ἰοῦ τῆς κορώνης, Υἱὲ Θεοῦ πανοικτίρμον καὶ πάντας, εἰς Σὲ πιστεύοντας, Σῶτερ πανάγαθε, ἀλλ’ ἀγαθότητα τὴν Σὴν, παροργίζοντας λόγοις καὶ πράξεσι.

Θεοτοκίον.
Ἀπέλασον, ἀφ’ ἡμῶν, Κυκκώτισσα, Ἐλεοῦσα, Θεοτόκε Παρθένε, ἐπιδημίαν ἐκ τοῦ τῆς κορώνης, ἰοῦ καὶ πᾶσαν ἀσθένειαν, Δέσποινα, ἀνίατον καὶ λοιμικήν, κατατρύχουσαν, φεῦ, τοὺς οἰκέτας Σου.


Ἀπάλλαξον, Υἱὲ Ὑψίστου, ἐκ μάστιγος Σοὺς οἰκέτας, ἐνσκηψάσης ἡμῖν ἰοῦ κορώνης, Φιλάνθρωπε, ὁ πάντων ἰώμενος ἀσθενείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Μὴ ἀφ’ ἡμῶν ἀποστρέψῃς Σὸν πρόσωπον, Υἱὲ καὶ Λόγε Θεοῦ, δι’ ἀσέβειαν, καὶ ἐξ ἰοῦ τῆς κορώνης τῆς μάστιγος, ἡμᾶς ἀπάλλαξον ὡς εὐσυμπάθητος, Πατήρ, ὁ θέλων σωθῆναι τὰ τέκνα Σου.

Οἱ Ἀναβαθμοί· το α΄ Ἀντίφωνον τοῦ δ΄ἤχου.
Προκείμενον. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια.
Στ. Ὁδήγησόν με, Κύριε, ἐπὶ τὴν ἀλήθειάν Σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ιδ΄ 1 - 11 ).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.  Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν. Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν·  καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε.  Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε καὶ τὴν ὁδόν οἴδατε.  Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;  Λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ.  εἰ ἐγνώκειτέ με καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν· καὶ ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.  Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν.  Λέγει αὐτῷ ὁ Ἰησοῦς· τοσούτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· καὶ πῶς σὺ λέγεις, δεῖξον ἡμῖν τὸν Πατέρα; Οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα.


Δόξα.
Ἐξ ἰοῦ κορώνης, ἀπάλλαξον Σοὺς δούλους, Σὲ δοξολογοῦντας, Υἱὲ Θεοῦ Ὑψίστου.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλέησόν με, ὁ Θεός…  
Προσόμοιον.
Ἦχος πλ β΄. Ὅλην ἀποθέμενοι.

Ἰησοῦ γλυκύτατε, Υἱὲ Θεοῦ τοῦ Ὑψίστου, ἰατρὲ ἀνάργυρε, πάντων τῶν ἐν ᾄσμασι, δοξαζόντων Σε, τοῦ ἰοῦ μάστιγος, τῆς κορώνης ῥῦσαι, τοῦ θανατηφόρου ἅπαντας, ὡς εὐσυμπάθητος, καὶ παντελεήμων, τοὺς σπεύδοντας, τῇ παναλκεῖ δυνάμει Σου, καὶ ἰσχύϊ, Λόγε τοῦ Κτίσαντος, ὁ ἐν γῇ τὸν βίον, ἰώμενος τοὺς πάντας διελθών, εὐεργετῶν καὶ νοσήματα, ἐκδιώκων ἅπαντα.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σέ, Υἱὲ τοῦ Ὑψίστου, ὁλοθύμως δοξάζων, πιστῶς κραυγάζω Σοι· ἰοῦ ἡμᾶς κορώνης, θανατηφόρου ῥῦσαι, ἀπελαύειν νοσήματα, Θεὸς ὡς μόνος ἰσχὺν, καὶ δύναμιν κατέχων.

Εὐσυμπάθητε Σῶτερ, δέξαι πάντων δεήσεις, φιλανθρωπότατε, τρανῶς Σὲ δοξαζόντων, καὶ ἐκ τῆς πανδημίας, τοῦ ἰοῦ ἀπολύτρωσαι, τοὺς κατατρυχομένους.

Καταπράϋνον ἄλγη, ἐξ ἰοῦ τῆς κορώνης, τῶν δοξαζόντων Σε, Υἱὲ Θεοῦ Ὑψίστου, καὶ κοινωνούντων πίστει, τοῦ ἀχράντου Σου Σώματος, καὶ Αἵματός Σου σεπτοῦ, ὑγίειαν πρὸς ἄμφω.

Θεοτοκίον.
Λαμπηδόσιν εὐχῶν Σου, Ἐλεοῦσα Παρθένε, σεμνὴ Κυκκώτισσα, ἀπέλασον τὰ σκότη, τῶν λοιμωδῶν Σῶν δούλων, νοσημάτων καὶ δώρησαι, ἦμαρ ἡμῖν ὑγιές, Κυρία Θεοτόκε.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑμνολογῶν Σε, Υἱὲ Θεοῦ, δυσωπῶ Σε· ὁ λεπροὺς καθαρίσας, ἐκ νόσων, κάθαρόν με, Σῶτερ, τῶν λοιμικῶν ταχέως.

Τῶν νοσημάτων, ὁ ἰατρός, Θεοῦ Λόγε, πανδημίας ἰοῦ τῆς κορώνης, ῥῦσαι ὀρθοδόξως, τοὺς Σὲ δοξολογοῦντας.

Ῥανίδας σμῆξον, Υἱὲ Θεοῦ, τῶν δακρύων, συμπαθείας Σου μάκτρῳ Σῶν δούλων, κατατρυχομένων, ἐκ τοῦ ἰοῦ κορώνης.

Θεοτοκίον.
Ὡς ἰαμάτων, Σέ Ἐλεοῦσα Παρθένε, Ζωοδόχον Πηγὴν ἀνυμνοῦντες, ἐξ Αὐτῆς νῦν ὕδωρ, ἰάσεων ἀντλοῦμεν.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σοῖς δούλοις οὐρανόθεν, ὄμβριζε ἀφθόνως, ὄμβρον σωτήριον, Λόγε τοῦ Κτίσαντος, καὶ ὑγιείας καὶ σθένους, φιλανθρωπότατε.

Ἀπέλασον ταχέως, τὴν λοιμώδη νόσον, τὴν ἐξ ἰοῦ τῆς κορώνης, Θεάνθρωπε, Υἱὲ καὶ Λόγε Ὑψίστου, τοῦ Πανοικτίρμονος.

Ἰοῦ κορώνης παῦσις, Ἰησοῦ Χριστέ μου, Υἱὲ Θεοῦ, σῶσον πάντας οἰκέτας Σου, τοὺς εὐλαβῶς θείαν κλῆσιν ὁμολογοῦντάς Σου.

Θεοτοκίον.
Χαρίτων, Ἐλεοῦσα, κρήνη, Σοὺς ἱκέτας, πότισον νάμασι θάρσους, δυνάμεως, καὶ ὑγιείας κατ’ ἄμφω, Θεογεννήτρια.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε μεταλάβωμεν εὐλαβῶς, Σώματος ἀχράντου, καὶ τοῦ Αἵματος τοῦ σεπτοῦ, τοῦ Υἱοῦ Ὑψίστου, τοῦ μόνου ἀντιδότου, ἰοῦ τοῦ τῆς κορώνης, ὄντως ὑπάρχοντος.

Πανδημίας λύτρωσαι τοῦ ἰοῦ, τῆς κορώνης πάντας, Σὲ δοξάζοντας ἀκλινῶς, ὡς Υἱὸν Ὑψίστου, Θεοῦ, Χριστὲ Παντάναξ, ὁ μόνος ἀσθενείας, παύειν δυνάμενος.

Μνήσθητι τῶν δούλων Σου, Ἰησοῦ, τῶν δεινῶς πασχόντων, ἐκ τῆς μάστιγος τοῦ ἰοῦ, τῆς κορώνης, Σῶτερ, Υἱὲ Θεοῦ, οὗ πέλει, ἀντίδοτον Σὸν Αἷμα, καὶ Σῶμα, Κύριε.

Ἔλεος κατάπεμψον ἐφ’ ἡμᾶς, τοὺς ἡμαρτηκότας, καὶ τὸ κάλλος τῆς Σῆς μορφῆς, ἀτενίσαι, Σῶτερ, μὴ δυναμένους, οἴμοι, νῦν ἐξ ἰοῦ κορώνης, οἱ χειμαζόμενοι.

Σῶτερ ὡραιότατε, Ἰησοῦ, σκέδασον τὸν φόβον, τοῦ θανάτου ἐκ τοῦ ἰοῦ, τῆς κορώνης ἄρτι, ἐνσκήψαντος, ὁ μόνος, ἰώμενος λοιμώδη, πάντων νοσήματα.

Δυσθυμίαν δούλων Σου, Ἰησοῦ, δίωξον ταχέως, ἐκ τῆς μάστιγος τοῦ ἰοῦ, τῆς κορώνης, Σῶτερ, δεινῶς ἐπερχομένην, Υἱὲ Θεοῦ Ὑψίστου, ἄγαν εὐΐλατε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐεργέτα τοῦ γένους βροτῶν, ἐπάκουσον, ἡμῶν δεήσεων τάχος, Υἱὲ καὶ Λόγε Θεοῦ, τῆς κορώνης ἰατὴρ ἰοῦ ταχύτατε, ὁ ἀπελαύνειν λοιμικὰς, ἀσθενείας τοῦ λαοῦ, δυνάμενος καὶ διώκειν, θανάτου φόβον ἐκ πάντων, πανευλαβῶς δοξολογούντων Σε.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Σῶτερ, εὐσυμπάθητε Χριστέ, ἰατρὲ ψυχῶν καὶ σωμάτων, Υἱὲ Ὑψίστου Θεοῦ, ἐξ ἰοῦ, εὐΐλατε, κορώνης, Κύριε, πανδημίαν ἀπέλασον, δριμεῖαν ταχέως, τὴν φιλανθρωπίαν Σου ἡμῖν δεικνύμενος, σπεύδουσι τῇ Σῇ εὐσπλαγχνίᾳ, καὶ ἐπιστασίᾳ ἐν δίναις, ταῖς βιοτικαῖς, οἰκτίρμον Κύριε.

Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχῶν τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.

Δίστιχον.

Υἱὲ Ὑψίστου, ἰοῦ κορώνης ῥῦσαι
πάντας σὺν Νικηφόρῳ καὶ Χαραλάμπει.



Εὐχὴ διὰ τὴν ἐκ τοῦ κορωνοϊοῦ δοκιμασίαν
Πανάγαθε Πάτερ καὶ Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· ὁ ἀπαύστως τὸ γένος ἡμῶν «εὐεργετῶν καὶ ἰώμενος» (Πράξ. ι΄ 38)· ὁ σπεύδων παρασχεῖν φάρμακα κουφισμοῦ τοῦ ἄλγους, ὡς καὶ ὁλοσχεροῦς θεραπείας καὶ σωτηρίας, τοῖς ἀλγεινῶς καὶ δυσιάτως νοσοῦσιν· ὁ μόνος δυνάμενος θεραπεύειν πᾶσαν νόσον ψυχικήν τε καὶ σωματικήν· ὁ καὶ διὰ τῶν ἀσθενειῶν παιδαγωγῶν ἡμᾶς, τοὺς ἐν τρίβοις ἁμαρτίας πορευομένους· ὁ θλιβόμενος ὁρῶν, ὅτι «ἐψύγη ἡ ἀγάπη τῶν πολλῶν» (Ματθ. κδ΄ 12) τῶν ἀσυμπαθῶς, οἴμοι, πολιτευομένων· ὁ φιλάνθρωπος καὶ ἐλεήμων, ὁ ἀεὶ καὶ διὰ παντὸς κηδόμενος τῆς σωτηρίας τῶν ἀνθρώπων καὶ πρὸς τὸ συμφέρον πάντα λυσιτελῶς οἰκονομῶν καὶ προνοούμενος καὶ αὐτὸ πᾶσιν ἀπονέμων, κατὰ τὸ μέγα καὶ πλούσιόν Σου ἔλεος· ὁ ἐπιτρέψας καὶ τὴν παροῦσαν διὰ τοῦ κορωνοϊοῦ δοκιμασίαν, ἐν ᾗ τὸ εὐλογημένον Γένος ἡμῶν κακῶς ὀδυνᾶται· ὁ τῇ ἀφάτῳ Σου ἀγαθότητι σχίσας τὸ χειρόγραφον τῶν ἡμῶν ἁμαρτιῶν διὰ τοῦ ὑπερτίμου Σου αἵματος· ὁ ἐκ τοῦ φλέγοντος πυρὸς τῶν ἀσθενειῶν καὶ περιστάσεων ὁδηγῶν ἡμᾶς εἰς δροσισμὸν καὶ ἀναψυχήν· Αὐτός, Πανοικτίρμον καὶ Πανευΐλατε Θεάνθρωπε, ὁ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀπέλασον ἀφ’ ἡμῶν τῇ πανσθενεῖ δεξιᾷ Σου τὸν ἐκ τοῦ κορωνοϊοῦ κίνδυνον καὶ ἐν ὑγιείᾳ συντήρησον τοὺς εἰς Σὲ πιστεύοντας καὶ τῇ δυνάμει Σου καταφεύγοντας, ὅτι Σὺ εἶ ὁ ταχὺς ἀρωγὸς τῶν ἐν κινδύνοις, ἡ παραμυθία τῶν ἐν θλίψεσιν, ἡ ἐπίσκεψις καὶ ἴασις τῶν ἀσθενούντων, ὁ σωφρονισμὸς τῶν δαιμονώντων, ἡ ἀντίληψις τῶν καμνόντων, ἡ ἔγερσις τῶν παραλύτων, ἡ τῶν τυφλῶν ἀνάβλεψις, ἡ τῶν χωλῶν εὐδρομία, ἡ ῥῶσις τῶν νοσούντων. Πρόσδέξαι οὖν, φιλάνθρωπε Σῶτερ καὶ Κύριε, τὴν δέησιν ἡμῶν καὶ δὸς ἡμῖν τὴν ταχεῖάν Σου ἀντίληψιν· ἴδε ἐν ὄμματι συμπαθείας τοὺς πάσχοντας οἰκέτας Σου καὶ ἀπάλλαξον ἡμᾶς τε καὶ αὐτοὺς τῆς συνεχούσης τοῦ κορωνοϊοῦ μάστιγος. Δὸς τοῖς ἐξ αὐτοῦ νοσοῦσι τὴν τελείαν ἴασιν καὶ ποθεινὴν ὑγίειαν καὶ πᾶσιν ἡμῖν, θερμῶς δεομένοις Σου, τὴν δαψιλῆ χάριν Σου, ὅτι Σοὶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.









Πηγή
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης