Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών στον Άγιο Σάββα τον Ηγιασμένο Empty Παρακλητικός Κανών στον Άγιο Σάββα τον Ηγιασμένο

Τρι Δεκ 04, 2012 2:13 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών στον Άγιο Σάββα τον Ηγιασμένο

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών στον Άγιο Σάββα τον Ηγιασμένο Aa_cop10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ

Ἁγιασθεῖς ἀπό παιδός θεοφόρε, ἁγιασμόν καί φωτισμόν καί εἰρήνην, καί ὀφλημάτων αἴτησαι συγχώρησιν, νόσων ἀπολύτρωσιν, καί εἰρήνην ἐν βίω πιστῶς προστρέχουσι τή ἁγία σου σκέπη. Σάββα Πατέρων θεία κορωνίς, καί τῆν θερμήν σου, αἰτούσιν ἀντίληψιν.

Θεοτοκίον.
Οὒ σιωπήσωμεν ποτε, Θεοτόκε, τᾶς, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐῤῤύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Και ο κανών ού η ακροστιχίς.
Ρύσαί με στόνων Όσιε Σάββα, Γερασίμου.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ρημάτων ψυχῆς μου τῆς ταπεινῆς, εἰσάκουσον Σάββα, καί παρασχον μοί φωτιομόν, καί ρώμην κατά τοῦ πολεμίου, ὡς ἀντιλήπτωρ μου Πάτερ καί ἔφορος.

Ὑφέρπων δολίως ὁ δυσμενής, προσβάλλει μέ Πάτερ, καθ' ἑκάστην δί’ ἡδονές, ἀλλά τούτου συντριψον τό θράσος καί τήν ζωήν μου βελτίωσον Ὅσιε.

Στολήν ἀμαυρώσας τήν ἱεράν, Θεοῦ ἐμακρύνθην, διά πλῆθος ἁμαρτιῶν, ἀλλά οὐ γενοῦ μοί ὁδηγία, πρός τόν Χριστόν καί οἰκείωσις Ὅσιε.

Θεοτοκίον
Ἁγνή Παρθένε Μῆτερ Θεοῦ, τή σῆ εὐσπλαγχνία, τήν ψυχήν μου τήν ἐναγῆ, ἁγίασον ἔργοις ἐναρέτοις, καί σεσωσμένον Θεῶ μέ προσάγαγε.


Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Ἱλασμόν καί εἰρήνην, καί τῶν παθῶν ἴασιν, καί ἐπηρειῶν πολυτρόπων, τήν ἀπολύτρωσιν, καί εἰρηναίαν ζωήν, ἠμίν ἀπαύστως ἑξαίτει. τοῖς σέ μακαρίζουσι, Σάββα μακάριε.

Μετανοίας πρός τρῖβον, καί πρός ζωήν κρείττονα, ὡς τῆς πολιτείας τῆς θείας, ἔνθεον ὄργανον, ἠμᾶς ὁδήγησον, ὡς ἄν τή σή ἀντιλήψει, τούς καρπούς τοῦ Πνεύματος, καρποφορήσωμεν.

Εὐμενῆ ἀρωγόν ὀε, καί βοηθόν ἕτοιμον, Σάββα Θεοφόρε πλουτοῦντες, διασωζόμεθα, πάσης στενώσεως, καί πειρασμῶν ἀδοκήτων, Πάτερ τή πρεσβεία σου, Χριστῶν δοξάζοντας.

Θεοτοκίον
Συντριβεῖς ταῖς ἀμέτροις. καί πονηραῖς πράξεσι. νῦν τήν παρά σου θεραπείαν, αἰτοῦμαι Ἄχραντε, ἤν μοί πρυτάνευσον, καί πρός ὁδόν σωτηρίας ἴθυνον μέ δέομαι ὡς Ὑπεράγαθος.

Διασωσον Ἠγιασμένε Θεοληπτε Πάτερ Σάββα, ἐκ κινδύνων καί ἀναγκῶν καί κακώσεων, τούς τή σεπτή σου πρεσβεία προσπεφευγότας.

Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε., ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα
Ἦχος β΄. Τά ἄνω ζητῶν

Ἁγίαν ζωήν, ἀνύσας ἐκ νεότητος, παθῶν ἐναγών, καί χαμερπῶν προλήψεων, Σάββα θεομακάριστε, καί ἁπάσης φαυλότητος λύτρωσαι, τούς τήν σήν ἑξαιτούντας ἀρωγήν, βραβεύων ἠμίν Πάτερ τά κρείττονα.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Τῶν παθῶν μου τά κύματα, πράϋνον παμμάκαρ, τή προστασία σου, καί πρός ὅρμον μέ κυβέρνησον, θείων ἐνταλμάτων Σάββα Ὅσιε.

Ὀδυνῶν μέ ἁπάλλαξον, τῶν κατά ψυχήν καί σῶμα ἀοίδιμε. καί τόν νοῦν μου πρός ἐγρήγορσιν θείων θελημάτων Πάτερ ἔγειρον.

Νοσημάτων τήν ἴασιν, καί πλημμελημάτων Πάτερ συγχώρησιν, καί εἰρήνην καί ὁμόνοιαν, αἴτει δωρηθῆναι τοῖς αἰνούσι σέ.

Θεοτοκίον
Ὡς Θεόν σωματώσασα, ὑπέρ νοῦν καί λόγον Θεοχαρίτωτε, τά τοῦ σώματός μου νέκρωσον, πάθη τά ὀλέθρια καί σῶσον μέ.


Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Νέκρωσον ἠμῶν, ζωηφόροις ἰκεσίαις σου τάς κινήσεις τῆς σαρκός καί πρός ζωήν τήν ἀγήρω, Πάτερ Σάββα, ἠμᾶς ἴθυνον.

Ὄμβρησον ἠμίν, ἰαμάτων Πάτερ νάματα, ἀσθενείαις φλεγομένοις χαλεπαῖς, καί φωτί τῶν ἀρετῶν ἠμᾶς καταύγασον.

Σώματος δειναῖς, ἀρρωστίαις ἐταζόμενος τή πρεσβεία σου προστρέχω ἐκ ψυχῆς, ἴασαι μέ, Πάτερ Σάββα, καί σωθήσομαι.

Θεοτοκίον
Ἴνα τήν πολλήν, μεγαλύνω σου χρηστότητα, σκεῦος εὔχρηστον μέ ποίησον Χριστοῦ, τήν ψυχήν μου, Θεοτόκε, καθαγνίζουσα.


Ὠδή ς΄. Τήν δέησιν ἐκχεῶ
Ἐκένωσε κατ' ἐμοῦ ὁ δόλιος, τήν φαρέτραν τῆς αὐτοῦ κακουργίας καί τραυματίσας δεινῶς τήν ψυχήν μου, πρός ἀπογνώσεως βόθρον καθέλκει μέ, ἀλλά σύ προφθασον σοφέ, καί τῆς τούτου κακίας μέ λύτρωσαι.

Συνέχομαι ἡδονῶν τῷ κλύδωνι, καί πολλῶν ἁμαρτιῶν τή θυέλλη ἀλλά τή σῆ καταφεύγω γαλήνη, καί ἐκ βαθέων ψυχῆς ἀνακράζω σοί εἰρήνευσόν μου τήν ζωήν, καί Χριστῷ μέ καταλλαξον Ὅσιε.

Ἀκύμαντον ἀληθῶς καί ἄκλυστον. τήν πρεσβείαν σου πλουτοῦντες λιμένα, οἱ ἐν θαλασσή πικρά τή τοῦ βίου, περιστατούμενοι Σάββα ἑκάστοτε, ἀντιπνοιῶν τῶν χαλεπῶν, ἐκλυτροῦνται Χριστόν μεγαλύνοντες.

Θεοτοκίον
Βοήθεια κατ' ἐχθρῶν καί σύμμαχος, καί γλυκεία προστασία καί σκέπη. Θεοχαρίτωτε ἔσο Παρθένε, τοῖς ἀδιστάκτω ψυχή προσιούσι σοί, τήν τούτων θραύουσα ἰσχύν, καί ἠμᾶς ἀσφαλῶς περιέπουσα.


Διασωσον Ἠγιασμένε Θεοληπτε, Πάτερ Σάββα, ἐκ κίνδυνων καί ἀναγκῶν καί κακώσεων, τούς τή σεπτή σου πρεσβεία προσπεφευγότας.

Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμήνευτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν

Προστατεύειν ἠμῶν καί λυτροῦσθαι ἑκάστοτε, δυσχερείας ἁπάσης καί ἐναντιότητος, μή ἐλλείπης ὡς ἀληθῶς οἴα συμπαθής ἐν πεποιθήσει γάρ στερρά, καταφεύγομεν πιστῶς, τή πρεσβεία σου κράζοντες.Προφθασον Πάτερ Σάββα, καί σκέδασον τήν μανίαν, τήν καθ' ἠμῶν τοῦ πονηροῦ. ἴνα πόθω σέ γεραίρωμεν.


Προκείμενον. Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον (ἴα΄. 27-30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰ μή ὁ Πατήρ οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει, εἰμή ὁ Υἱός, καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ' ὑμᾶς, καί μάθετε ἀπ' ἐμοῦ, ὅτι πράος εἰμι, καί ταπεινός τή καρδία, καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός, καί τό φορτίον μου ἐλαφρόν ἐστίν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Χάριτος τοῦ Πνεύματος, τή ἰσαγγέλω ζωή σου, πλήρης ἐχρημάτισας, καί δαιμόνων ἤλασας τά συστήματα ὧν κάμε λύτρωσαι, τῶν τεκταινομένων, θερμοτατη ἀντιλήψει σου, Σάββα μακάριε, πρόθυμον ἀεί ἐργαζόμενος, πρός ἀρετῶν ἐπίδοσιν, τήν ἐκλελυμένην καρδίαν μου. ἄφεσιν πταισμάτων. καί πάντων τῶν ἐν βίω λυπηρῶν, ἀπαλλαγήν μοί δωρούμενος θείαις μεσιτείαις σου.


Σῶσον ὁ Θεός τόν λαόν σου

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Βοηθός ἐν ἀναγκαις, καί θερμός ἀντιλήπτωρ ἐν περιστάσεσιν ἐν πόνοις θεραπεία, ἐν λύπαις θυμηδία, καί μεσίτης πρός Κύριον, γενού ἠμίν ἀληθῶς, Ἠγιασμένε Σάββα.

Ἀλγεινῶν συμπτωμάτων, καί δεινῶν συντριμμάτων ἠμᾶς ἐκλύτρωσαι, κινδύνων πολυτρόπων καί πάσης δυσπραγίας, τούς θερμῶς καταφεύγοντας τή προστασία τή σή Ἠγιασμένε Σάββα.

Γνούς τό θέλημα Πάτερ, τοῦ Σωτῆρος οὐδόλως τοῦτο ἐτέλεσα διό μέ τῆς μελλούσης, δικαίας καταδίκης, τή θερμή ἱκεσία σου, ἐκλύτρωσαι δυσωπῶ, Ἠγιασμένε Σάββα.

Θεοτοκίον
Ἐνταλμάτων ἁγίων, καί σεπτῶν προσταγμάτων πληρωτήν δεῖξον μέ, ἐγείρουοα τόν νοῦν μου,. δεινῆς ἐκ ραθυμίας πρός σπουδήν ἐγρηγόρσεως, ἴνα ζωῆς ἀληθοῦς, Παρθένε ἐπιτύχω.


Ὠδή ἡ΄. Τόν Βασιλέα
Ρώμην παρασχου, τή ἀσθενούση ψυχή μου, καί ἰκάνωσον τόν νοῦν μου Θεοφόρε, ἴνα εὐαρέστως δουλεύσω τῷ Κυρίω.

Ἀπό παντοίων, ἐπιφορῶν ὀλεθρίων, καί στενώσεων καί πειρασμῶν καί νόσων, ἀβλαβεῖς συντηρεῖ, ἠμᾶς Σάββα Θεοφρον.

Σωματικῶν σέ, καί ψυχικῶν παθημάτων, ὁ Φιλάνθρωπος θεραπευτήν δεικνύει• ὅθεν ἠμᾶς Πάτερ, θεράπευσον κατ' ἄμφω.

Θεοτοκίον
Ἰλέωσαι μέ. τόν σόν Υἱόν, Θεοτόκε. Ὄν ἐλύπησα ἀμέτροις ἁμαρτίαις, καί τῆς μετανοίας, φωτί καταύγασον μέ.


Ὠδή θ΄. Κυρίως Θεοτόκον
Μή παύση ἐποπτεύων, Σάββα Θεοφόρε τούς ἀκλινῶς ἀπορώντας τή σκέπη σου, ὡς ἄν ἠσύχιον βίον Πάτερ διαγωμεν.

Οὐράνωσον τόν νοῦν μου, οὐρανίω πόθοι, καί τῶν γηΐνων τῆς σχέσεως ρύσαι μέ, καί τῷ Χριστῷ μέ οἰκείωσαι. Σάββα Ὅσιε.

Ὑδάτων ἀπωλείας, ἐλκυσόν μέ, Πάτερ, καί πρός ζωῆς μέ τό ὕδωρ ὁδήγηοον, καί σεσωσμένον μέ Σάββα, Χριστῷ προσάγαγε.

Θεοτοκίον
Ὑπέρτερον τόν νοῦν μου, ἐννοιῶν γηΐνων, τή σῆ λαμπρότητι δεῖξον Πανάχραντε καί ἀναπτέρωσον τοῦτον πρός φῶς τό ἄδυτον.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Ἔρωτι τῷ θείω ἀπό παιδός, Πάτερ τετρωμένος, ἠκολούθησας τῷ Χριστῷ, βίω ἰσαγγέλω καί ἀρετῶν τή κτήσει, δί’ ὧν ὡς φῶς ἐν κόσμω, Σάββα ἐξέλαμψας.

Χαίροις τῶν Ὁσίων κλέος λαμπρόν, χαίροις Μοναζόντων, ὁ ἀλείπτης καί ὁδηγός, χαίροις οὐρανίου ζωῆς ὁ ὑποφήτης. Ἠγιασμένε Σάββα, Πατέρων καύχημα.

Τύπος καλῶν ἔργων ἀναδειχθεῖς πράξει τέ καί λόγω, πρός ἀγώνας θεοειδεῖς, ἀσφαλῶς ἰθύνεις, ἀγέλας Μοναζόντων, Ἠγιασμένε Σάββα, μεθ' ὧν τιμῶμεν σέ.

Πράξεσιν ἐμπρέπων, ἀοκητικαῖς λύχνος ἀνεδείχθης, διακρίσεως φαεινός, πρός γάρ θεωρίας, ἐλλάμψεις ἀνυψώθης, καί δωρεῶν ἐπλήσθης, τῶν ὑπέρ ἔννοιαν.

Πνεύματος δοχεῖον ἀναφανεῖς, πνεύματα διώκεις, κι ἀκάθαρτα ἰσχυρῶς, ὧν τῆς κακουργίας, ἠμᾶς λύτρωσαι Πάτερ, καί ὀφλημάτων αἴτει, ἠμίν συγχώρησιν.

Τῆς ζωῆς τοῦ ξύλου κατατρυφῶν, ἐκ θανατηφόροι, παθημάτων καί προσβολῶν, τοῦ ἀντικειμένου καί πάσης ἄλλης βλάβης, ἄτρωτους ἠμᾶς τήρει, Σάββα Πατήρ ἠμῶν.

Σκῆνός σου τό ἅγιον καί σεπτόν, θεοφόρε Σάββα, περιέποντες εὐλαβῶς, τεθησαυρισμένον, ἐν Λαύρα φερωνύμω, προστρέχοντες ἐν  πάθω,κατασπαζόμεθα.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον Ἦχος πλ. δ΄
Ταῖς τῶν δακρύων σου ροαῖς τῆς ἐρήμου τό ἄγονον ἐγεώργησας, καί τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατόν τούς πόνους ἐκαρποφόρησας, καί γέγονας φωστήρ τή Οἰκουμένη, λάμπων τοῖς θαύμασι, Σάββα Πατήρ ἠμῶν Ὅσιε• πρέσβευε Χριστῷ τῷ Θεῶ σωθῆναι τάς ψυχᾶς ἠμῶν.

Ἕτερον. Ἦχος γ΄. θείας πίστεως
Τό τοῦ Πνεύματος, ἠγιασμένον, σκεῦος Ὅσιε, τρισμάκαρ Σάββα, εὐφημοῦμεν νῦν κυκλοῦντες σήν λάρνακα καί εὐφροσύνως Χριστῷ ὕμνον ἄδομεν, χαρισαμένω ἠμίν τό σόν σκήνωμα. Ὄν ἱκέτευε πάσιν ἠμίν δωρήσασθαι, συγχώρησιν πταισμάτων καί μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄ Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν

Μέγας ἐν Ὀσίοις πεφηνῶς, τή συντονωτάτη ἀσκήσει, τῆς πολιτείας σου, Σάββα Θεοδόξαστε, μεγίστης χάριτος, ἀναδέδειξαι ὄργανον ἐντεῦθεν μεγάλων, κινδύνων καί θλίψεων, λυτροῦσαι πάντοτε, πάντας τούς πιστῶς προσιόντας, τή συμπαθεστάτη σου σκέπη, καί εἰλικρινῶς σέ μακαρίζοντας.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.


Δι’ ευχῶν τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης