proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Παρακλητικός Κανών της Αγίας Ενδόξου Οσιομάρτυς Θεοδοσία της Κωνσταντινοπουλίτισσης

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώργος
Author
avatar

Αριθμός μηνυμάτων : 1164

ΔημοσίευσηΘέμα: Παρακλητικός Κανών της Αγίας Ενδόξου Οσιομάρτυς Θεοδοσία της Κωνσταντινοπουλίτισσης   Πεμ Μαρ 01, 2018 1:16 pm

Παρακλητικός Κανών της Αγίας Ενδόξου Οσιομάρτυς Θεοδοσία της Κωνσταντινοπουλίτισσης

Χαραλάμπους Μ. Μπουσιά

Ή μνήμη αυτής τελείται τή 29 Μαΐου


Εὐλογητός ὁ Θεός ἡμῶν,πάντοτε· νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.Ἀμήν

Ψαλμός ρμβ’(142)

Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, δτι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, δτι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή ττορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


καί τα εξής τροπάρια.
Ήχος δ'. Ό υψωθείςέντώΣταυρώ.

Τήν έξανθήσασαν ώς ϊον ευώδες στερροψυχίας ακραιφνούς εν κοιλάσι
τής πίστεως τιμήσωμεν αμνάδα Χρίστου κράζοντες ώράϊσμα άθληφόρων, μή παύση τον σεπτόν Νυμφίον σου δυσωπεΤν υπερ πάντων των έκτελούντων μνήμην σής λαμπράς, Θεοδοσία φώσφορε, άθλήσεως.

Δόξα. Το αυτό.
Και νυν.Θεοτοκίον.

Ού σιωπήσομέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλείν οι ανάξιοι.
Εί μή γαρ σι προΐστασο πρεσβεύουσα, τις ήμας έρρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν εως νυν ελευθέρους; Ούκ άποστώμεν, Δέσποινα, εκ σου σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Είτε Ψαλμός Ν’(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

και ό κανών, ου ή άκροστιχίς:
«ΔΟΣΕΙΣ ΧΑΡΙΤΟΣ ΠΕΜΨΟΝΗΜΙΝ,
ΘΕΟΔΟΣΙΑ. X.»



Ώδή α '. Ήχος πλ. δ'. Ύγραν διοδεύσας.
Δυνάμεσι θείαις εν ούρανοίς συνευφραινομένη, άθληφόρε, νυν τον Χρίστον
ικέτευε δοΰναί μοι κατ’ αμφω, Θεοδοσία, υγείαν καί δύναμιν.

Οδούς μετανοίας μοι σωστικας ύπάνοιξον, μάρτυς, ή άθλήσεως ατραπούς
οδεύσασα χάριτι τη θεία, Θεοδοσία, έν Πόλει των Πόλεων.

Σοφίαν δεικνύουσα έν ακμή τής σής ηλικίας πρεσβυτέρων τον Λυτρωτήν
σοφίσαι ικέτευε τους πόθω, Θεοδοσία, αεί σε δοξάζοντας.

Θεοτοκίον.
Ελέους ρανίδας του σου Υίου έπόμβρισον, Μήτερ Θεονύμφευτε, έφ ημάς
τους πίστει προστρέχοντας ταΐς θείαις καί ρυπτικαίς σου πρός Κτίστην έντεύξεσιν.


Ώδήγ'. Ουρανίας άφΐδος.
Ιλασμόν αιτεί, μάρτυς, καί συμφορών λύτρωσιν πάντοτε παρα του Σωτήρος
καί Παντοκράτορος, Θεοδοσία σεμνή, ή των αγίων εικόνων
έποφθείσα πρόμαχος αχρι θανάτου σου.

Σηπεδόνας σωμάτων καί των ψυχών ΐασαι νόσους κατωδύνους ταχέως
τή χειρουργία σου τη μυστική, εύσταλές Θεοδοσία, τώνυμνοις μελιχροίς υμνούντων σε ώς βάθρον πίστεως.

Χαριτόβρυτον φρέαρ τό σον σεπτον σκήνωμα πάλαι άνεδείχθη, θεόφρον,
καί νυν ή κάρα σου, Θεοδοσία, κρουνός ναμάτων άφθονος ώφθη ρείθρα πάσι βλύζουσα θείας δυνάμεως.

Θεοτοκίον.
’Απειρόγαμε Κόρη, εκ συμφορών λύτρωσαι, βλάβης άνηκέστου καί άλγους
τους μελωδουντάς σε ώς τής θανάτου φθοράς άλεξιτήριον θείον καί πιστών θεώσεως Δέσποινα, πρόξενον.

Διάσωσον, όσιομάρτυς άλκίφρον, Θεοδοσία, έκ κίνδυνων τους εύλαβώς τιμώντας την μνήμην σου, παγίδων του πλάνου καί άλγηδόνων.

Επίβλεψον έν εύμενεία, πανύμνητε Θεοτόκε, επί τήν έμήν χαλεπήν του σώματος κάκωσιν καί ιασαι τής ψυχής μου τό άλγος.

Αΐτησις καί τό Κάθισμα.
Ήχος β'. Πρεσβεία θερμή.

Δοχείν λαμπρόν χαρίτων έκ νεότητος οφθεία πιστοί ομβρίζεις θείας χάριτας•
έκτενώς ουν κράζομεν τον Χρίστον δυσώπει έκάστοτε, Θεοδοσία, άφεσιν πολλών πτισμάτωνδόναι τοις υμνουσί σε.  


Ώδή δ'. Είσακηκοα Κύριε.
Ρώσιν δίδου αείποτε σου, Θεοδοσία, τοίς καταφεύγουσι ται πρεσβείαις καί τιμώσί σε ως οιομάρτυρα τρισένδοξον.

Ικεσίας μου πρόσδεξαι, Βασιλίδος Πόλεων εγκαλλώπισμα, καί παθών μου τήν σκοτόμαιναν σκέδασον λιταΐς σου πρός τον Κύριον.

Των μαρτύρων ακρώρειαν καί οσίων κλέϊσμα έπαινέσωμεν έκβοώντες• ρυσαι θλίψεων νυν, Θεοδοσία, τούς ίκέτας σου.

Θεοτοκίον.
Ολοπόρφυρον σκήνωμα καί περικαλλέστατον άνακτόριον του Παντάνακτος, Μητρόθεε, ζόφον έγκλημάτων μου διάλυσον.


Ώδή ε'. Φώτισον ημάς.
Σύγκοψον έχθροΰ του άπαύστως πολεμουντός με τήν ίσχύν, Θεοδοσία γεραρά, τη μαχαίρα σών προς Κύριον δεήσεων.

Πέτρα αρραγής τής άμώμου ήμών πίστεως, θαυμαστή Θεοδοσία, άκλινεις
έν τή πίστει διατήρησον σούς πρόσφυγας.

Εχομεν τήν σήν ώσπερ όλβον τιμαλφέστατον, οσίαθλε, αγίαν κεφαλήν και εκ ταυτης δόσεις θείας αρυόμεθα.

Θεοτοκίον.
Μέμνησο ημών, τών αεί μεγαλυνόντων σε ως μητέρα του Δεσπότου καί Θεοΰ
παναμώμητον καί κόσμου καταφύγιον.

Ώδή στ'. Την Δέησιν .
Ψυχόλεθρον σκοτασμόν διάλυσον αμαρτίας πρεσβειών σου τώ φέγγει, Θεοδοσία, καί τίμιον εως άνάτειλόν μοι τώ σοί καταφεύγοντι όσιομάρτυς αγλαή, Κωνσταντίνου τής Πόλεως σέμνωμα.

Οδήγησον πρός λιμένα ευδιον αφθαρσίας τούς ίκέτας σου, σώφρον Θεοδοσία, γενναία τή γνώμη υπέρ εικόνων τών θείων άθλήσασα καί σών αιμάτων έκροαίς
Βυζαντίου τάς ρύμας φοινίξασα.

Νυμφίον σου, Κόρη, τον ουράνιον άγαπήσασα τών είκονομάχων πανευσθενώς άπεκρούσω την λύσσαν, Θεοδοσία• διό νυν έν δώμασιν οίκουσα θείοις τον Χρίστον
ικετεύεις υπέρ τών τιμώντων σε.

Θεοτοκίον.
Ητέξασα τής ζωής τον Κύριον καί απαύγασμα Πατρός του άνάρχου, τον εις αιώνας φωτίζοντα κόσμον καί τάς καρδίας μερόπων θερμαίνοντα πρός πολιτείαν ευσεβή,
Θεοτόκε, σούς δούλους διάσωσον.

Διάσωσον, όσιομάρτυς άλκίφρον, Θεοδοσία, έκ κινδύνων τούς εύλαβώς τιμώντας την μνήμην σου, παγίδων του πλάνου καί άλγηδόνων.

Αχραντε, ή διά λόγου τον Λόγον άνερμηνεύτως επ’ εσχάτων τών ήμερών τεκουσα δυσώπησον ώς εχουσα μητρικήν παρρησίαν.

Αϊτησις καί τό Κοντάκιον.
Ήχος β'. Ταίτών αιμάτων σου.

Οσιομάρτυς νεάνις πανεύφημε, τής βασιλίδος σεπτόν άγαλλίαμα, Νυμφίον τον σόν καθικέτευε, Θεοδοσία, πταισμάτων συγχώρησιν διδόναι τοίς ΰμνοις τιμώσί σε.

Προκείμενον.
Θαυμαστός δ Θεός εν τοϊς αγίοιςΑύτου.
Στίχος. Τοΐς Αγιοις τοΐς εν τή γή Αύτοΰ έθαυμάστωσεν ό Κύριος.

Ευαγγέλιον. (Ματθ.ι' 32-36, ια'1)

Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς·
ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.

Δόξα.
Ταϊς τής άθληφόρου πρεσβείαις, Έλεήμον  ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νυν.
Ταϊς τής Θεοτόκου πρεσβείαις, Έλεήμον  ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ήχος πλ.β'. 'Όλην άποθέμενοι.
Στίχος. Έλεήμον, έλέησόν με, ο Θεός, κατα τό μέγα ελεός Σου καί κατα τό πλήθος των οίχτιρμών Σου έξάλειψον τό ανόμημά μου.


Ολη έκνεότητος άνατεθείσα Κυρίω μονοτρόπων τάγμασιν ήριθμήθης, ενδοξε όσιόαθλε, καί καλώς πλευσασα το του μαρτυρίου, αθλητών άκρότης, πέλαγος πρός τον Νυμφίον Σου τον έν ούρανίοις σκηνώμασιν άνήλθες, ω καί πρέσβευε ρύεσθαι άπάσης κακώσεως καί εκ τών του πλάνου, σεμνή Θεοδοσία, προσβολών τους καταφεύγοντας πάντοτε σκέπη τή αγία σου.

Σώσον, ό Θεός, τον λαόν Σου..
Ώδή ζ'. 0ι εκ τής Ίουδαίας.

Μη έλλίπης πρεσβεύειν τώ Χριστώ ειρηναίον ήμιν δωρήσασθαι,
Θεοδοσία, βίον καί σάλον καταπαυσαι τον ψυχάς καταπνίγοντα,
δσιομάρτυς Χρίστου, νεάνις στεφηφόρε.

ΙατρεΤον έδείχθη ό ναός σου έν Πόλει ποτε, πανευφημε, καί νυν ή κεφαλή σου
ίάται, Κόρη, νόσους τών αυτή μετά πίστεως προσερχομένων την σήν πιστοποιούσα χάριν.

Νεκρωθείσα τώ κόσμω θεϊκώ ερωτί σου καί έναθλήσασα καλώς, Θεοδοσία, ζωήν τήν αιωνίαν εύρες όθεν νεκρώσεως τής ψυχικής νΰν ήμας τους πρόσφυγάς σου ρυσαι.

Θεοτοκίον.
Θεοτόκε Παρθένε, οίκετών σου τα πλήθη σε μακαρίζομεν ώς πύργον άσφαλείας,
ασπίδα προστασίας καί στερρόν περιτείχισμα έκ του εχθρού προσβολών,
υπερδεδοξασμένη.


Ώδή η'. Τον Βασιλέα.
Εν ουρανιω, ι Θι εοδοσία, νυμφώνι νυν χορεύουσα μνήσθητι πάντων σου τών έκζητουντων τάς πρός Θεόν πρεσβείας.

Οσιομάρτυς, ' έν Βασιλίδι έκλήθη δ ναός σου άμάραντον ρόδον ώς επί σή μνήμη
λαμπρώς κεκοσμημένος.

Δός μοι κατ’ άμφω, Θεοδοσία, υψόθεν τήν υγείαν καί νόσων παντοίων δίωξον εύχαΐς σου τα όχληρώδηνέφη.

Θεοτοκίον.
Οι Τη σεπτή σου Θεοχαρίτωτε Μήτερ, καταφεύγοντες σκέπη άφθόνως χάριτος σής θείας πληρούμεθα, Παρθένε.


Ώδή θ'. Κυρίως Θεοτόκον.
Σαρκός τας άλγηδόνας καί τας άσθενείας, Θεοδοσία, ψυχής ταις πρεσβείαις σου
πρός τον γλυκύν σου Νυμφίον ταχί) θεράπευσον.

Ισχυν ήμίν καί σθένος δίδου,γενναιόφρον Θεοδοσία, τοίς σε μακαρίζουσιν, ίνα όφρυν του ανόμου εχθρού πατήσωμεν.

Αμνας, Θεοδοσία, αμωμε του Κτίστου, πρός ουρανίους νομας πάντας ΐθυνον τους εύλαβώς εύφημουντας τήν θείαν μνήμην σου.

Θεοτοκίον.
Χρίστου του Ζωοδότου καί Παμβασιλέως τροφός καί μήτηρ γλυκεία υπάρχουσα
τρυφής άληκτου σους δούλους, 'Αγνή, άξίωσον.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια.

Χαίροις, όσιόαθλε θαυμαστή, άριστείας άνθος εύωδέστατον αληθώς, χαίροις, Βασιλίδος, Θεοδοσία, κλέος καί νύμφη πιστότατη του Παντοκράτορος.

Πέμψον ουρανόθεν τοίς σε πιστώς άνυμνολογοΰσι ρώσιν σώματος καί ψυχής
καί ειρήνην πασι, σεπτή Θεοδοσία, λιταίς σου πρός τον Κτίστην δός άστασίαστον.

Ρόδον άμαράντινον άκλινών άθληφόρων, πάντας κατεμυρισας αληθώς σαΐς όδμαις ανδρείας, λαμπρή Θεοδοσία, νεάνις πανόσια, τους εύσεβόφρονας.

Βρύει ιαμάτων παντοδαπών νάματα ή θεία καί σή πάντιμος κεφαλή τοίς προσερχομένοις αύτη μετ’ εύλαβείας, Θεοδοσία, σκεύος χάριτος εμπλεως.

Κάλλος καί νεότητος τήν ακμήν παριδουσατρίβοις ήκολούθησας αθλητών,
Όσιομαρτυρων κρηπίς, Θεοδοσία, καί της Βασιλευούσης κρίνον ήδύπνευστον.

Χαίροις, τών αμνάδων Χρίστου λαμπάς φαίνουσα βολίσιν ευψυχίας πάσαν τήν γην,
χαίροις, Βυζαντίου κλυτή όσιομάρτυς, Θεοδοσία ρόδον πίστεως ήδιστόν.

Πάσαι τών αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων ή δωδεκάς,
οί'Άγιοι πάντες μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν εις τδ σωθήναι ημάς.

Το Τρισάγιον καί το Άπολυτίκιον.
Ήχος πλ. oc'. Τον σννάναρχον Λόγον.

Γενναιότητος πράξεσι διαλάμπουσα υπέρ των θείων εικόνων, Θεοδοσία σεμνή,
ήνδραγάθησας καί ήθλησας στερρότατα δθεν νυν κάλλος του Θεου τό άμήχανον δράν
έν πόλω άξιωθεισα, ανθών τερπνέ Βυζαντίου, υπέρ ημών Χρίστον δυσώπει αεί.

Εκτενής και Άπόλυσις, μεθ’ ήν ψάλλομεν τό έξης.
Ήχος β'. Ότε εκ. του Ξύλου.

Μάρτυς πανόσια του Χρίστου, Κωνσταντινουπόλεως γόνε, ή παιδιόθεν τρυφάς διά τήν του Κτίσαντος Χρίστου άγάπησιν άρνηθεισα καί χύσασα κρουνους τών αιμάτων
δι’ Αυτόν, έκλύτρωσαι άπάσης θλίφεως πάντας τους πιστώς προσιόντας σοί, Θεοδοσία, ως ρυστιν ταχινήν καί θείαν κόσμου πρέσβειραν.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Δίστιχον
Πέμφον υψόθεν τήν σήν, Θεοδοσία,
χάριν Χαραλάμπει, τώ νυν σπευδοντί σοι.


Δι'ευχών.

_________________
Η ΔΥΝΑΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΑΣ ΕΙΝΑΙ ΜΑΖΙ ΜΑΣ ΠΑΝΤΟΤΕ!!!!
Επιστροφή στην κορυφή Πήγαινε κάτω
http://www.proseyxi.com
 
Παρακλητικός Κανών της Αγίας Ενδόξου Οσιομάρτυς Θεοδοσία της Κωνσταντινοπουλίτισσης
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Παρακλήσεις :: Παρακλήσεις Αγίων-
Μετάβαση σε: