proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Χαιρετισμοί Παντελεήμων Ανάργυρος

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώτα
ΤeamOwner
ΤeamOwner
avatar

Αριθμός μηνυμάτων : 187

ΔημοσίευσηΘέμα: Χαιρετισμοί Παντελεήμων Ανάργυρος   Τρι Ιουλ 01, 2014 10:13 am

ΧΑΙΡΕΤΙΣΜΟΙ ΠΑΝΤΕΛΕΗΜΩΝ ΑΝΑΡΓΥΡΟΣ


(π. Νεκτάριος Μαμαλοῦγκος, wxx.nektarios.gr)

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῷ Ἀθληφόρῳ καὶ σοφῷ Παντελεήμονι, νῦν μελῳδήσωμεν πιστοὶ ὕμνον ἐπάξιον, τῷ πρεσβεύοντι πρὸς Κύριον ὑπὲρ πάντων, ὃς καὶ χάριτας παρέχει τῶν ἰάσεων, καὶ δαιμόνων ἀπελαύνει μηχανήματα, τούτῳ κράζοντες·

Χαῖρε, Μάρτυς πανένδοξε.

Ἄγγελοι οὐρανόθεν, καθορῶντές σου Μάρτυς, τοὺς ἄθλους ἐξεπλήττοντο σφόδρα (γ΄), καὶ σὺν τοῖς Ἀγγέλοις οἱ πιστοί, ἅπαντες τὸν ὕμνον σοι προσφέρουσιν ἀμφότεροι, τῇ δόξῃ σου τερπόμενοι, βοῶμέν σοι τὸ χαῖρε οὕτως·


Χαῖρε, τὸ ἄνθος Νικομηδείας·
χαῖρε, τὸ κλέος τῆς Βιθυνίας.
Χαῖρε, θημωνία χαρίτων ὑπέρογκε·
χαῖρε, νεανία Μαρτύρων εὐμέγιστε.
Χαῖρε, ὅτι κλῆσιν εἴληφας, οὐρανόθεν ἐκ Θεοῦ·
χαῖρε, ὅτι μύστης γέγονας, Ἑρμολάου τοῦ σοφοῦ.
Χαῖρε, μητρὸς Ἁγίας, ὁ θεόσδοτος γόνος·
χαῖρε, πατρὶ ὁ δείξας, τὴν εὐσέβειαν μόνος.
Χαῖρε, πολλῶν ἀλείπτης γενόμενος·
χαῖρε, Θεοῦ τῇ δόξῃ τερπόμενος.
Χαῖρε, δι’ οὗ ἡ ἀνυψώθη ἡ πίστις·
χαῖρε, δι’ οὗ κατεπτώθη ἡ πλάνη.
Χαίροις, Παντελεῆμον ἔνδοξε.


Βλέπων σου τὰ πρακτέα, ὁ Ἑρμόλαος μάκαρ, βαπτίσματι φωτίζει σε θείῳ, καὶ ἐκ τούτου μέγας ἐκ ἀκέστορσι φανείς, καὶ παρέχων τὰς ἰάσεις τοῖς τιμῶσί σε, προτρέπεις τοὺς εὐθύφρονας βοᾶν τῷ ἐν ὑψίστοις·

Ἀλληλούϊα.

Γνῶσιν ἔνθεον κτίσας, τὴν Ἑλλήνων σοφία, ἀπέδειξας μωρίαν τρισμάκαρ, καὶ τῇ ἐπικλήσει τοῦ Χριστοῦ, τὴν Ἀσκληπιοῦ ἐφαύλισας σύνεσιν, Ἀναργύρων τίτλον ἐκομίσω μεγαλώνυμε, διὸ καὶ παρ’ ἡμῶν ἀκούεις·


Χαῖρε, τοῦ σκότους ὁ καταῤῥάκτης·
χαῖρε, τοῦ φέγγους ὁ ἀντεισάκτης.
Χαῖρε, Ἀναργύρους ἰάσεις ποιούμενος·
χαῖρε, θεαρέστως ἐν πᾶσι φερόμενος.
Χαῖρε, ὅτι σὺ ἐξήγειρας, ὡς ἐξ ὕπνου τὸν νεκρόν·
χαῖρε, ὅτι σὺ ἐνέκρωσας, ὄφιν τὸν φθοροποιόν.
Χαῖρε, τυφλοῦ τοῦ τότε, διανοίξας τὰς κόρας·
χαῖρε, πολλῶν ἀπίστων, ὁ φωτίσας τοὺς νόας.
Χαῖρε, βροτῶν τὰς νόσους ἰώμενος·
χαῖρε, αὐτοὺς ἐκ πλάνης ῥυόμενος.
Χαῖρε, πατρὸς ἐκριζώσας τὴν πλάνην·
χαῖρε, Χριστοῦ ἐπαυξήσας τὴν πίστιν.
Χαίροις, Παντελεῆμον ἔνδοξε.


Δύναμις τοῦ Ὑψίστου, δυνατὸν κατὰ πάντα, σὲ κατέστησεν Ἀθλοφόρε, καὶ οἱ μὲν ἄπιστοι δεινῶς, κατὰ σοῦ σκεπτόμενοι ἐμαίνοντο, οἱ δὲ πιστοὶ ἰάσεις ἐκδεχόμενοι, ἐβόων τῷ Σωτῆρι·

Ἀλληλούϊα.

Ἔχοντες πνεύμα φθόνου, τῶν δαιμόνων οἱ λάτραι, ἀνήγγειλαν τὰ περὶ τοῦ Ἁγίου, Μαξιμιανῷ τῷ βασιλεῖ, ἀλλ’ ὁ μὲν ἐμαίνετο τῷ ῥήματι, ἡμεῖς δ’ ἐν Πνεύματι Ἁγίῳ ἀγαλλόμενοι, βοήσωμεν τὸν ὕμνον οὕτως·


Χαῖρε, Μαρτύρων Χριστοῦ τὸ θέμα·
χαῖρε πηγῆς ἀειζώου νάμα.
Χαῖρε, ἐκλεκτῆς τῆς πατρίδος σου καύχημα·
χαῖρε, τῆς Μονῆς εὐαγοῦς σου ἐντρύφημα.
Χαῖρε, ὅτι σὺ κατήσχυνας λίαν Μαξιμιανόν·
χαῖρε, ὅτι σὺ παρέστησας πλάνον τὸν Ἀσκληπιόν.
Χαῖρε, ὅτι ἀφέθης τῆς προσκαίρου τιμῆς σου·
χαῖρε, ὅτι μετέσχες τῆς ἐνθέου βουλῆς σου.
Χαῖρε, δεκτὸν Χριστῷ ἀφομοίωμα·
χαῖρε, ἡμῶν τερπνὸν ἀγαλλίαμα.
Χαῖρε, σεπτῶν Ἀναργύρων τὸ κλέος·
χαῖρε, λαμπρὸν μαρτυρίου σου τέλος.
Χαίροις, Παντελεῆμον ἔνδοξε.


Ζήλου δαιμονιώδους, ἐνεπλήσθη ὁπόταν, σοῦ ἐπέγνω ἃ πρὶν ἠγνόει, τύραννος ὁ ἀνθρωπόμορφός τε θήρ, Παντελεῆμον Μάρτυς, καὶ κατὰ σοῦ θρασύνεται, μὴ εἰδὼς βοᾷν τῷ ἐν ὑψίστοις·

Ἀλληλούϊα.

Ἤγειρας ὡς ἐξ ὕπνου, τὸν παράλυτον Μάρτυς, καὶ ἤσχυνας εἰδώλων τοὺς λάτρας, οἱ δέ, σὺν τυράννῳ τῷ δεινῷ, βασάνοις ἐβούλευσαν κακῶσαί σε, μὴ βουλόμενοι βοᾷν μεθ’ ἡμῶν τοιαῦτα·


Χαῖρε, ὁ κῆρυξ τῆς εὐσεβείας·
χαῖρε, ὁ κόσμος τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ Μονῆς φρουρὸς ἀκαταίσχυντος·
χαῖρε, φοιτητῶν σου προστάτης ἀκοίμητος.
Χαῖρε, ὅτι ἐδαπάνησας ἐν βασάνοις σεαυτόν·
χαῖρε, ὅτι τεθανάτωσαι, θέλων διὰ τὸν Χριστόν.
Χαῖρε, τῶν Ἀναργύρων ὄρχαμε τῶν Ἁγίων·
χαῖρε, τῶν Ἀθλοφόρων κλέαρχε τῶν μεγίστων.
Χαῖρε, σοφὲ σοφῶν ὑπερέκεινα·
χαῖρε, κλεινὲ κλεινῶν ὑπερέκεινα.
Χαῖρε, δι’ οὗ Νικομηδεία χαίρει·
χαῖρε, δι’ οὗ πᾶς πιστὸς συγχορεύει.
Χαίροις, Παντελεῆμον ἔνδοξε.


Θέλων κατεξεσχίσθης, ὄνυξι Ἀθλοφόρε, κρεμάμενος δεινῶς ἐπὶ ξύλου, καὶ λαμπάσι κατεκαύθης τὰς πλευράς, ὁ δὲ Κύριος φανεὶς ἐν τῷ τοῦ Ἑρμολάου σχήματι, ἐν ἀκαρεῖ σε ὑγιῆ ἀπέδειξε, βοῶντα τῷ τοιούτῳ·

Ἀλληλούϊα.

Ἴδον ὡς ἐν ἐκστάσει, ἃ οὐδέποτε εἶδον, παράδοξα ἐν σοὶ τελεσθέντα, οἱ περὶ τὸν τύραννον σοφέ, οἵτινες ἑκόντες ἀπεμωράνθησαν, ἡμεῖς δὲ τερπόμενοι τῇ δόξῃ σου, τοιαῦτά σοι θερμῶς βοῶμεν·


Χαῖρε, υἱὲ τοῦ φωτὸς τοῦ θείου·
χαῖρε, ναὲ Πνεύματος Ἁγίου.
Χαῖρε, Πατρὸς Λόγου καὶ Πνεύματος πάροχε·
χαῖρε, τρισηλίου Θεότητος πάρεδρε.
Χαῖρε, ὅτι χάριν εἴληφας, τῶν θαυμάτων ὡς εἰκός·
χαῖρε, ὅτι ἀκατάφλεκτος, ὤφθης μέσον τῆς φλογός.
Χαῖρε, τῆς Ἑρμολάου μαρτυρίας μεθέξας·
χαῖρε, τῆς περὶ τούτου τὰ αὐτὰ προνοήσας.
Χαῖρε, φαιδρὸν μαρτύριον ἀγλάϊσμα·
χαῖρε, σεπτῆς Μονῆς σου τὸ ἥδυσμα.
Χαῖρε, πιστῶν ἡ προμήθεια πάντων·
χαῖρε, τῶν μὴ ἡ κατήφεια ὄντως.
Χαίροις, Παντελεῆμον ἔνδοξε.


Κάτω ὁ ὑπεράνω, οὐρανῶν συνεδρεύων, κατέρχεται τοῦ σῶσαι καὶ αὖθις, ὁ Χριστὸς αὐτοῦ τὸν προσφιλῆ, ἐκ βυθοῦ ὡς εὔσπλαγχνος Θεὸς καὶ Κύριος, βοῶντα τῷ αὐτῷ θεοπρεπῶς, τό·

Ἀλληλούϊα.

Λάμπων ὡς φῶς ἐν σκότει, ὁ σοφὸς νεανίας, ἐφώτισε πολλοὺς τῶν ἀπίστων, οἳ καὶ κατεπλήττοντο αὐτῷ, τὰ γὰρ ὄντα ἐλογίζοντο τῷ Μάρτυρι, Θεῷ αὐτὰ ὡς δοῦλα ὑπακούοντα, διὸ καὶ πρὸς αὐτὸν βοῶμεν·


Χαῖρε, τὸ κλέος τὸ τῆς ἐώας·
χαῖρε, τὸ ἄνθος χθονὸς πατρώας.
Χαῖρε, τῶν καθ’ ἡμῶν ἐχθρῶν νίκης τρόπαιον·
χαῖρε, οἰκητῶν σῆς Μονῆς σκοπευτήριον.
Χαῖρε, ὅτι κατεπλούτησας τοῖς λειψάνοις σου ἡμᾶς·
χαῖρε, ὅτι ἐκλυτρούμεθα δι’ αὐτῶν πάσης φθορᾶς.
Χαῖρε, ὅτι εἰσάγεις πρὸς ἡμᾶς θείαν χάριν·
χαῖρε, ὅτι ἐξάγεις ἀφ’ ἡμῶν πᾶσαν βλάβην.
Χαῖρε, πρωρεῦ νηὸς νοουμένης σου·
χαῖρε, πατὴρ ἡμῶν τῶν ἐν ταύτῃ σου.
Χαῖρε, πρηστὴρ τῆς ἐχθρῶν σκαιωρίας·
χαῖρε, φωστὴρ τῆς ἐνθέου σοφίας.
Χαίροις, Παντελεῆμον ἔνδοξε.


Μέγας ἦν ἐν τῇ θέᾳ, ὁ τροχὸς ᾧ ἐτέθης, ὡς μέγας τοῦ Χριστοῦ στρατιώτης, ἀλλ’ οἱ ταῦτα πράξαντες δεινῶς, ἀπωλέσθησαν αὐτοῦ τῷ μηχανήματι, οὐ δ’ ἀσινὴς τηρούμενος, ἐβόας τῷ Σωτῆρι·

Ἀλληλούϊα.

Νέκρωσιν διὰ ξίφους, ὁ νεκρὸς πρὸς τὰ θεῖα, κατὰ τοῦ Ἑρμολάου προτείνει, καὶ κατὰ τοῖς οὖσι μετ’ αὐτοῦ, ὡς ἀλεῖπται τῆς τοῦ Μάρτυρος θεογνωσίας χρηματίσαντες, ἡμεῖς δὲ κἀκείνους τε ὡς τούτῳ ταῦτα νουνεχῶς προσείπωμεν·


Χαῖρε, ὁ μέγας κατὰ τὸ λέγειν·
χαῖρε, ὁ μείζων κατὰ πράττειν.
Χαῖρε, καθαιρέτα τῆς πλάνης Ἑρμόλαε·
χαῖρε, Ἑρμοκράτα ὡσαύτως καὶ Ἕρμιππε.
Χαῖρε, oτι σὺ ἐδίδαξας, Παντολέοντα τὸν σόν·
χαῖρε, ὅτι τοῦτον ἔδειξας, Μάρτυρα πρὸς τὸν Θεόν.
Χαῖρε Παντελεῆμον, κλῆσις ἅμα καὶ πρᾶγμα·
χαῖρε φιλελεῆμον, τοῦ Χριστοῦ συνεργάτα.
Χαῖρε, χαρᾶς πληρῶν τοὺς τιμῶντάς σε·
χαῖρε, αὐτοὺς φιλῶν τοὺς καλοῦντάς σε.
Χαῖρε, στολὴ τῆς Χριστοῦ Ἐκκλησίας·
χαῖρε, ποιμὴν τῆς ἐν σοὶ κληρουχίας.
Χαίροις, Παντελεῆμον ἔνδοξε.


Ξέσεις οὖν ὑπομείνας, ὁ στεῤῥὸς νεανίσκος, πυρὶ καὶ τῷ βυθῷ παρεδόθη, καὶ τῇ χάριτι Χριστοῦ συντηρηθείς, πυρί τε αὖθις προσωμίλησε, θηρίοις καὶ τροχῷ καὶ μαστιγώσεσι, καὶ ταῦτα ἐνεγκὼν τῷ σώματι, ἐν πνεύματι ἐβόα τῷ Κυρίῳ·

Ἀλληλούϊα.

Ὅλος ἐθαυμαστώθης, πρὸς αὐτῆς τῆς σφαγῆς σου, σοφὲ Παντελεῆμον ὁπόταν, ἐδεσμεύθης μάκαρ τῷ φυτῷ, ὅτι τὸ μὲν ξίφος αἰδεσθέν σοι ὡς κηρὸς ἐφέρετο, οὐδὲ φονεῖς θαυμάζοντες ἐπίστευσαν, διὸ καὶ σοὶ βοῶμεν αὖθις·


Χαῖρε, Μαρτύρων ἡ εὐκοσμία·
χαῖρε, ἡμῶν τε ἡ πανοπλία.
Χαῖρε, τῶν ἀπίστων δημίων ἡ πίστωσις·
χαῖρε, τῆς παρὰ σοῦ αἰτήσεως πλήρωσις.
Χαῖρε, ὅτι κλῆσιν εὕρηκας, ἔνδοξε παρὰ Θεοῦ·
χαῖρε, ὅτι χάριν εἴληφας, ὡς θεράπων τοῦ Χριστοῦ.
Χαῖρε τὸ Παντολέων, ὥσπερ ἔλαττον κρύψας·
χαῖρε Παντελεήμων, τὸ ὡς κρεῖττον ἐνδείξας.
Χαῖρε, φωνῆς Θεοῦ ὁ πιστούμενος·
χαῖρε, δι’ ἧς τὸ τέλος αἰτούμενος.
Χαῖρε, ἐλπὶς ἣν ποθήσας ἐφεῦρες·
χαῖρε, φωνὴ ἣ ἐλθοῦσα ἐχάρης.
Χαίροις, Παντελεῆμον ἔνδοξε.


Πᾶσα φύσις Ἀγγέλων, μακαρίζει σε ὄντως, σοφὲ Παντελεῆμον βροτῶν τε, τὸ γὰρ τέλος σοι ἐπέστη θαυμαστόν, καθότι καὶ ἡ κλῆσίς σου ἐξάγει θείαν ἔννοιαν, προτρέπουσα ἡμᾶς βοᾷν εὐσεβοφρόνως τῷ Κυρίῳ·

Ἀλληλούϊα.

Ῥήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ἀπέδειξας τῷ πράγματι Μάρτυς, καὶ τμηθεὶς τὴν κάραν σου σοφέ, καὶ ἀντὶ αἱμάτων γάλα ἐκδραμὸν χιόνεον, κατέπληξας τοὺς ἅπαντας, καὶ ἤρξαντο βοᾷν σοι ταῦτα·


Χαῖρε, σοφίας Θεοῦ ὁ μύστης·
χαῖρε, ἀγάπης αὐτοῦ ὁ πλήρης.
Χαῖρε, τῶν ἀπόρων πορείαν ποιούμενος·
χαῖρε, τῶν νοσούντων τὴν ῥῶσιν δωρούμενος.
Χαῖρε, Μάρτυς μεγαλώνυμε, κύκλου τοῦ ἐνιαυτοῦ·
χαῖρε, Ἅγιε θεώνυμε, ὑπὲρ πάντας τοὺς αὐτοῦ.
Χαῖρε, τῶν μοναστῶν σου λειτουργὲ καὶ προστάτα·
χαῖρε, τῶν οἰκετῶν σου ποριστὰ καὶ τοπάρχα.
Χαῖρε, ἐχθροῦ ἡμᾶς ὁ ῥυόμενος·
χαῖρε, Χριστῷ ἡμᾶς προσφερόμενος.
Χαῖρε, στολὴ τοῦ ἁγίου σου οἴκου·
χαῖρε, ὀσμὴ τῆς τιμίας σου κάρας.
Χαίροις, Παντελεῆμον ἔνδοξε.


Σῆμα μέγα καὶ τοῦτο, ὅ ὁ Κύριος δείξας, τοῦ Μάρτυρος ἐδόξασε τέλος, ἐφ’ ᾧ γὰρ ἐδέθη ὁ αὐτός, καρπὸν ἐλαίας ἄφθονον προσέφερε, δι’ οὗ οἱ θεαταὶ πιστοί τε ἄπιστοι, ἐβόων τῷ Σωτῆρι·

Ἀλληλούϊα.

Τεῖχος εἶ τῶν σῶν δούλων, Μάρτυς Παντελεῆμον, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων, σὺ γὰρ τὸν τῶν ὅλων Ποιητήν, τοῖς ἔθνεσι ἐκήρυξας μακάριε, διὸ καὶ προτρεπόμεθα βοᾷν σοι τῷ σοφῷ τοιαῦτα·


Χαῖρε, φαιδρότης ἡ τῶν Μαρτύρων·
χαῖρε, σεμνότης τῶν Ἀναργύρων.
Χαῖρε, ὁ διπλοῦν ἐκ Θεοῦ λαβὼν στέφανον·
χαῖρε, ἐφετοῦ ὁ εὑρὼν τὸ ἀκρότατον.
Χαῖρε, ὅτι καθυπέμεινας πᾶσαν βάσανον φρικτήν·
χαῖρε, ὅτι καθυπέταξας τῶν τυράννων τὴν ὀφρύν.
Χαῖρε, ὁ τὸν σπορέα τῶν κακῶν καταῤῥάξας·
χαῖρε, ὁ τὸν τροφέα τῶν ἁπάντων κηρύξας.
Χαῖρε, πιστοῦ λαοῦ ἀγαλλίαμα·
χαῖρε, τῆς σῆς Μονῆς τὸ κραταίωμα.
Χαῖρε, τρυφὴ τῶν Μαρτύρων καὶ κλέος·
χαῖρε, σιγὴ τῶν ἀπίστων καὶ πένθος.
Χαίροις, Παντελεῆμον ἔνδοξε.


Ὕμνος ἅπας σοι πρέπει, ἐξ ἡμῶν τῶν οἰκούντων, Μονήν σου τὴν τερπνώαν τρισμάκαρ, ἐν αὐτῇ γὰρ σέμνωμα σοφέ, προστάτην, πολιοῦχον, πρέσβυν εὔθετόν σε ἔχοντες, βοῶμεν τῷ Κυρίῳ·

Ἀλληλούϊα.

Φωτοφόρος ὑπάρχει, ὁ ναός σου τρισμάκαρ, τὴν χάριν ὥσπερ φῶς ἀνατέλλων, τοῖς γὰρ προσιοῦσι καὶ μονάζουσιν αὐτῷ, φωτισμὸν παρέχει καὶ τὴν ἴασιν, καὶ τούτῳ εἰσιόντες Μάρτυς ἔνδοξε, βοῶμέν σοι θερμῶς τοιαῦτα·


Χαῖρε, ἀήττητε Ἀθλοφόρε·
χαῖρε, τρισόλβιε καὶ φωσφόρε.
Χαῖρε, μιμητὰ Ἀποστόλων πανεύφημε·
χαῖρε, πρεσβευτὰ τῶν τιμώντων σε εὔθετε.
Χαῖρε, Μάρτυς παριστάμενος, σὺν μητρί σου τῷ Χριστῷ·
χαῖρε, ὁ συναγαλλόμενος, Ἑρμολάῳ νῦν τῷ σῷ.
Χαῖρε, ὁ πολιοῦχος τῆς ἡμῶν συνεδρίας·
χαῖρε, ὁ τροπαιοῦχος κατ’ ἐχθροῦ ἐξουσίας.
Χαῖρε, σεπτὸν δοχεῖον τοῦ Πνεύματος·
χαῖρε, λαμπρὸν ταμεῖον τῆς χάριτος.
Χαῖρε, δι’ οὗ οἱ νωθροὶ ἀνορθοῦνται·
χαῖρε, δι’ οὗ οἱ εὐθεῖς περαιοῦνται.
Χαίροις, Παντελεῆμον ἔνδοξε.


Χάριν εὕρομεν πάντες, τῆς ἁγίας σου κάρας, ἐξ ἧς καταρδευόμενοι φῶμεν, δι’ αὐτῆς τὴν χάριν σου δίδου ἡμῖν, διττῶς τοῖς φοιτηταῖς σου ἅπασι, τοῖς ἐν αὐτῇ σου τῇ Μονῇ ὑμνοῦσί σε, καὶ τῷ Χριστῷ βοῶσιν·

Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν ὕμνον, ἀνυμνοῦμέν σε πάντες, ὡς γνήσιον Χριστοῦ Ἀθλοφόρον, καὶ τὴν μέθεξιν λαμβάνοντες τὴν σήν, ἔκ τε τῆς θαυματουργοῦ Εἰκόνος καὶ τῆς κάρας σου, βοῶμέν σοι τὸ χαῖρε αὖθις·


Χαῖρε, Μονῆς σου ὁ πολιοῦχος·
χαῖρε, ναοῦ σου ὁ κοσμιοῦχος.
Χαῖρε, ὁ ἀΰλου χορείας ἑνούμενος·
χαῖρε, ὁ ἐν πόλῳ Χριστῷ παριστάμενος.
Χαῖρε, ὅτι τὰ ἐπίπονα ἔφερες διὰ Χριστόν·
χαῖρε, ὅτι τὰ οὐράνια εἴληφας διὰ μισθόν.
Χαῖρε, ἡ κοσμιότης τῶν Μαρτύρων καὶ κλέος·
χαῖρε, ἡ ὡραιότης τῆς Ἐκκλησίας καὶ σθένος.
Χαῖρε, ἀστὴρ ἐώας φανώτατε·
χαῖρε, φωστὴρ ἡμέρας λαμπρότατε.
Χαῖρε, δι’ οὗ οἱ πιστοὶ εὐοδοῦνται·
χαῖρε, δι’ οὗ οἱ ἐν σοὶ περαιοῦνται.
Χαίροις, Παντελεῆμον ἔνδοξε.


Ὢ πανένδοξε Μάρτυς, Ἀναργύρων τὸ κλέος, σοφὲ Παντελεῆμον τρισμάκαρ (γ΄), δεδεγμένος ἡμῶν τὰς λιτάς, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, τοὺς πρὸς Αὐτὸν βοῶντας·

Ἀλληλούϊα.
Επιστροφή στην κορυφή Πήγαινε κάτω
eleni
Poster
avatar

Αριθμός μηνυμάτων : 113

ΔημοσίευσηΘέμα: Απ: Χαιρετισμοί Παντελεήμων Ανάργυρος   Πεμ Ιουλ 03, 2014 12:42 pm

voithia soy oi agioi , k se olo t kosmo !!! .
Επιστροφή στην κορυφή Πήγαινε κάτω
 
Χαιρετισμοί Παντελεήμων Ανάργυρος
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Χαιρετισμοί :: Χαιρετισμοί εις τους Αγίους μας-
Μετάβαση σε: