proseyxi.com
ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ



ΣΑΣ ΕΥΧΟΜΑΣΤΕ ΚΑΛH ΠΕΡΙΗΓΗΣΗ



 
ΦόρουμΑρχικήΗμερολόγιοΣυχνές ΕρωτήσειςΑναζήτησηΣύνδεσηΕγγραφή

Μοιραστείτε | 
Μοιραστείτε αυτό το θέμα ...
Link this topic
URL:
BBCode:
HTML:
 

 Χαιρετισμοί εις την Οσία Μακρίνα

Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Πήγαινε κάτω 
ΣυγγραφέαςΜήνυμα
Γιώργος
Author
avatar

Αριθμός μηνυμάτων : 1166

ΔημοσίευσηΘέμα: Χαιρετισμοί εις την Οσία Μακρίνα   Σαβ Αυγ 24, 2013 11:50 pm


ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΗΝ  ΟΣΙΑ ΜΑΚΡΙΝΑ


(Γεωργίου Ἀποστολάκη, δικαστοῦ· π. Νεκτάριος Μαμαλοῦγκος, www.nektarios.gr)



Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὸν τοῦ Νυμφίου σου ζυγὸν ἐπιποθήσασα, τὴν τῶν ἀζύγων, βιοτὴν εἵλου πανεύφημε, μονοτρόπων καταστᾶσα ἡ ὡραιότης, διὸ πόθῳ μοναζόντων τὰ συστήματα, σὲ τιμῶσι ἐξαιτούμενα πρεσβείαις σου, καὶ κραυγάζοντας·

Χαίροις, μῆτερ θεόληπτε.



Ἄμωμος ὥσπερ κρίνον, τῷ Νυμφίῳ ἐδόθης, τρωθεῖσα τῇ ἐνθέῳ ἀγάπῃ (γ΄)· διόπερ ὡς Κυρίου ἀμνάς, βιοτεύσασα παρθενικῶς σύσκηνος, Ἀγγέλοις νῦν παρίστασαι, Μακρῖνα τιμωμένη οὕτω·

Χαῖρε, παρθένους νυμφαγωγοῦσα·

χαῖρε, ἀζύγους καθοδηγοῦσα.

Χαῖρε, σωφροσύνης σεπτὴ ὑποτύπωσις·

χαῖρε, τῶν χαρίτων πηγὴ καὶ φανέρωσις.

Χαῖρε, δεῖγμα παντερπνότατον, ἐναρέτου βιοτῆς·

χαῖρε, θεῖον ἐνδιαίτημα, καθαρᾶς ἀναστροφῆς.

Χαῖρε, ὅτι διέπρεψας τῇ σεπτῇ πολιτείᾳ·

χαῖρε, ὅτι κατέλυσας τῶν παθῶν τυραννίαν.

Χαῖρε, τῷ θείῳ κάλλει ἐκλάμπουσα·

χαῖρε, τοῦ κόσμου τὴν αἴγλην μισήσασα.

Χαῖρε, δι’ ἧς μονασταὶ κραταιοῦνται·

χαῖρε, δι’ ἧς Ἐκκλησία κοσμεῖται.

Χαίροις, μῆτερ θεόληπτε.




Βίῳ ἡγιασμένῳ, μακαρία Μακρῖνα, ἐδόξαζες Ἁγίαν Τριάδα, τὴν τοῦ κόσμου πικρὰν ταραχήν, καὶ θορύβων πᾶσαν ἀφορμὴν ἔφευγες, νηστείαις καὶ δεήσεσιν, σχολάζουσα καὶ ἐκβοῶσα·

Ἀλληλούϊα.

Γόνος οὖσα Ἁγίων, ἑπταρίθμου ὁμάδος, κατέστης πολυτίμητον σκεῦος, Βασιλείου γὰρ τέκνον σεμνοῦ, Ἐμμελείας τε τῆς εὐσεβοῦς γέγονας, Ὁσίων δὲ αὐτάδελφος, διό σοι μελῳδοῦμεν ταῦτα·


Χαῖρε, σπορέων καλῶν ὁ σπόρος·

χαῖρε, σεπτῆς γενεὰς ὁ γόνος.

Χαῖρε, Βασιλείου Ὁσίου τὸ γέννημα·

χαῖρε, ἐγκρατοῦς Ἐμμελείας ἀνάθρεμμα.

Χαῖρε, βάθος δυσερεύνητον, νοερῶν ἐργασιῶν·

χαῖρε, καύχημα γονέων σου, καὶ πανίερος βλαστός.

Χαῖρε, ὅτι ἀπείληφας βραβεῖον τῆς νίκης·

χαῖρε, ὅτι συνέτριψας βελίαρ παγίδας.

Χαῖρε, ἐν κόσμῳ μόνη βιώσασα·

χαῖρε, ἀζύγων τάξεις πυρσεύουσα.

Χαῖρε, Μακρίνης προγόνου σου εὖχος·

χαῖρε, πολλῶν ὁμωνύμων σου αἶνος.

Χαίροις, μῆτερ θεόληπτε.




Δόξης τῆς τῶν Ὁσίων, κοινωνὸς κατεστάθης, πλησθεῖσα χαρισμάτων ἐνθέων, τῇ ἀσκήσει γὰρ πάθη ψυχῆς, τὰ πικρὰ ἐνέκρωσας σεμνὴ τάχιστα, ὡς ἄγγελος ἐν σώματι, βιοῦσα καὶ Θεὸν ὑμνοῦσα·

Ἀλληλούϊα.

Εἰρηναίαν πορείαν, προσευχῇ καὶ ἀσκήσει, διήνυσας Μακρῖνα ἐν βίῳ, ὅθεν γέγονας θεῖος πυρσός, ἀρετῆς τε λύχνος φαεινὸς ἅπασι, διὸ καὶ τὰ συστήματα, ἀζύγων σοι βοῶσι ταῦτα·


Χαῖρε, σεπτῆς συγγενείας γόνος·

χαῖρε, ἁγίας ἀμπέλου κλῶνος.

Χαῖρε, Βασιλείου Μεγάλου αὐτάδελφος·

χαῖρε, Γρηγορίου τῆς Νύσσης ἡ ὅμαιμος.

Χαῖρε, μήτηρ ἡ γεννήσασα, ἀπογόνοις ἐν Χριστῷ·

χαῖρε, βότρυν γεωργήσασα, τὸν τῆς χάριτος ψυχῇ.

Χαῖρε, εὔχρηστον σκεῦος, ἱερᾶς ἐργασίας·

χαῖρε, ἄσειστε πῦργε, μοναστῶν προστασία.

Χαῖρε, σαρκὸς μισοῦσα εὐπάθειαν·

χαῖρε, Χριστοῦ ζητοῦσα τὴν εὔνοιαν.

Χαῖρε, δι’ ἧς οἱ πιστοὶ εὐλογοῦνται·

χαῖρε, δι’ ἧς εὐσεβεῖς ὁδηγοῦνται.

Χαίροις, μῆτερ θεόληπτε.



Ζῶσα ἐν ἐγκρατείᾳ, μονοτρόπων ὁ τύπος, κατέστης ἀκριβέστατος μῆτερ, καὶ ὡς ἄσαρκος οὖσα σαρκί, ἀρετῆς ἐργάτις τοῖς πιστοῖς δέδειξαι, διὸ καὶ σοὶ προσήρχοντο, παρθένοι τῷ Θεῷ βοῶσαι·

Ἀλληλούϊα.


Ἡσυχίᾳ ἐνθέῳ, ἀσκουμένη ἐν οἴκῳ, προσείλκυες παρθένων χορείας, ψυχοσώτειραν ὅθεν Μονήν, μετ’ αὐτῶν συνέπηξας σεμνὴ πάντερπνον, Ἁγίων ἐνδιαίτημα, διό σοι εὐλαβῶς φωνοῦμεν·


Χαῖρε, ἀμνὰς Χριστοῦ ἡ ἁγία·

χαῖρε, παρθένων παιδαγωγία.

Χαῖρε, τῶν Ὁσίων πλουτοῦσα τὴν σύνοδον·

χαῖρε, μονοτρόπων ἀκρότης τυγχάνουσα.

Χαῖρε, σάρκαν ἡ δουλώσασα, πόνοις τοῖς ἀσκητικοῖς·

χαῖρε, φύσιν ἡ βιάσασα, κόποις τοῖς διηνεκοῖς.

Χαῖρε, ὅτι συνήγαγες παρθένων χορείαν·

χαῖρε, ὅτι ἐδίδασκες ζωὴν οὐρανίαν.

Χαῖρε, ταμεῖον θείων ἐλλάμψεων·

χαῖρε, σφραγὶς ὁσίας βιώσεως.

Χαῖρε, συνοῦσα χοροῖς τῶν Ἀγγέλων·

χαῖρε, ὑμνοῦσα Θεὸν Παραδείσῳ.

Χαίροις, μῆτερ θεόληπτε.




Θεῷ νύμφη ἐδόθης, μυστικῶς συναφθεῖσα, Νυμφίῳ ἐν σεμνότητι βίου, καὶ τῷ κάλλει Αὐτοῦ σεαυτήν, ὡραΐσασα πνευματικῶς εἴληφας, τὸ δώρημα ἰάσεως, βοῶσα πρὸς τὸν Ζωοδότην·

Ἀλληλούϊα.


Ἰωγὴ φερωνύμων, ἀσκουμένων τυγχάνεις, Μακρῖνα θεοδόξαστε μῆτερ, προσιούσαις σοι γὰρ εὐλαβῶς, ἀρωγὸς παρίστασαι θερμὸς τάχιστα, διὸ καὶ σοὶ προσάδωμεν, θεόφρον γηθοσύνως ταῦτα·


Χαῖρε, χρηστῶν ἠθῶν ἐκμαγεῖον·

χαῖρε, σεπτὸν Χριστοῦ βραβεῖον.

Χαῖρε, ἀπαθείας καὶ νήψεως κλέϊσμα·

χαῖρε, προσευχῆς καὶ ἀσκήσεως βλάστημα.

Χαῖρε, γάλακτι ὁσίῳ, ἡ ἐκτραφεῖσα εὐσεβῶς· χαῖρε, καύχημα πανθαύμαστον, αὐταδέλφων εὐλαβῶν.

Χαῖρε, ὅτι ἐδείχθης χοϊκῶν ὑπερτέρα·

χαῖρε, ὅτι συντρίβεις ἀντιδίκου τὸ κέρας.

Χαῖρε, ὀσμὴ σεπτῆς ἐνασκήσεως·

χαῖρε, τομὴ λεπτὴ συνειδήσεως.

Χαῖρε, δι’ ἧς ἡ Τριὰς ἐξυμνεῖται·

χαῖρε, δι’ ἧς Ἐκκλησία τρανοῦται.

Χαίροις, μῆτερ θεόληπτε.




Καθυμνῶ σε Μακρῖνα, καὶ τιμῶ σου τὸ γένος, ἁγίας ἑπταρίθμου χορείας, σὺν γονεῦσι αἰνῶ ἀδελφούς, τὸν Βασίλειον θαυματουργὸν πάνσεμνε, τὸν Πέτρον καὶ Γρηγόριον, βοῶντας σὺν τῷ Ναυκρατίῳ·

Ἀλληλούϊα.

Λάμψασα τῇ ἀσκήσει, καταφύγιον θεῖον, ἐγένου τοῖς θελούσαις σωθῆναι, ἀκλινῶς γὰρ τὸν Λόγον Θεοῦ, ἐκτελοῦσα πλήθη γυναικῶν ᾔεσαν, φοιτῆσαι πρὸς σεμνεῖόν σου, διό σοι θαυμαστῶς βοῶμεν·

Χαῖρε, λαμπὰς τῷ Θεῷ καιομένη·

χαῖρε, ἀγάπῃ Χριστοῦ τηκομένη.

Χαῖρε, πονηρῶν δαιμονίων διώκτρια·

χαῖρε, τῶν καλούντων σε πίστει ἐπόπτρια.

Χαῖρε, ἄκουσμα παρήγορον, τῶν ἐν θλίψει μοναστῶν·

χαῖρε, ἔρεισμα ἀκλόνητον, πάντων τῶν χριστιανῶν.

Χαῖρε, ὅτι σὸς βίος ἀκηλίδωτος ἔστη·

χαῖρε, ὅτι ἀντέστης πρὸς σαρκὸς τὰς ὀρέξεις.

Χαῖρε, κανὼν νομίμων ἀσκήσεων·

χαῖρε, σπινθὴρ ἐνθέων ἐλλάμψεων.

Χαῖρε, πηγὴ ἀειῤῥόων ναμάτων·

χαῖρε, αἰτία ποικίλων θαυμάτων.

Χαίροις, μῆτερ θεόληπτε.




Μακαρία τυγχάνεις, θεοφόρε Μακρῖνα, συνοῦσα τοῖς χοροῖς Ἀσωμάτων, κατατήξασα πόνοις πολλοῖς, τὸ σαρκίον χάριν ἐκ Θεοῦ εἴληφας, καὶ δόξης κατηξίωσαι, διὸ καὶ νῦν Θεῷ προσάδεις·

Ἀλληλούϊα.


Νῆψιν δός μοι ὦ μῆτερ, καὶ ἐγκράτειαν πᾶσαν, δαιμόνων ὅπως φεύγω τὰς πλάνας, ἀπαθείας δὲ πλησμονήν, ὁμωνύμοις δώρησαι ταχὺ πάντιμε, ταῖς πίστει προσιοῦσαίς σοι, καὶ πόθῳ ἐκ ψυχῆς βοῶσαι·

Χαῖρε, ἁγνὴ τοῦ Κυρίου νύμφη·

χαῖρε, τερπνὸν μονοτρόπων ἄνθος.

Χαῖρε, Ἐκκλησίας λαμπρὸν ἐγκαλλώπισμα·

χαῖρε, μοναζόντων στεῤῥὸν περιτείχισμα.

Χαῖρε, κλέος ἀνεξάντλητον, ἀσκουμένων εὐλαβῶν·

χαῖρε, δώρημα ταχύτατον, θεοσδότων ἀρετῶν.

Χαῖρε, ὅτι πυρσεύεις τὰς ψυχὰς εὐσεβούντων·

χαῖρε, ὅτι φαιδρύνεις τῶν πιστῶν διανοίας.

Χαῖρε, τῆς ἄνω δόξης τὸ ἔσοπτρον·

χαῖρε, φωτὸς ἀΰλου συμμέτοχος.

Χαῖρε, δι’ ἧς στερεοῦται ἡ πίστις·

χαῖρε, δι’ ἧς ἐξυμνεῖται ὁ Κτίστης.

Χαίροις, μῆτερ θεόληπτε.




Ξενωθεῖσα τῆς ὕλης, γλυκασμῶν καὶ ἡδέων, πρὸς σκάμματα ἀσκήσεως μῆτερ, ηὐτομόλησας πόθῳ Χριστοῦ, τετρωμένη ὅθεν μοναστῶν τάγματα, τιμῶσι τοὺς ἀγῶνάς σου, καὶ πίστει τῷ Θεῷ βοῶσι·

Ἀλληλούϊα.


Ὄμβροις τῶν σῶν δακρύων, καταρδεύεις Μακρῖνα, τὰ στάδια καλῶς ἀσκουμένων, καὶ γονίμους ποιεῖς τὰς εὐχάς, εἰσακούη γὰρ παρὰ Θεοῦ ἔχουσα, πρεσβείαν ἀκατάβλητον, ὑπὲρ τῶν σὲ τιμώντων οὕτω·


Χαῖρε, Μακρῖνα Χριστοῦ ὁ οἶκος·

χαῖρε, λαοῦ εὐσεβοῦς τὸ τεῖχος.

Χαῖρε, λογισμῶν τὸ σεπτὸν ἐργαστήριον·

χαῖρε, ἀσκητῶν μελιχρὸν φροντιστήριον.

Χαῖρε, μέγα ἐνδιαίτημα, τῆς τοῦ Πνεύματος χαρᾶς·

χαῖρε, δείκτης ὁ πρὸς Κύριον, προσορμίζων τὰς ψυχάς.

Χαῖρε, ἡ ἀγαπήσασα καρποὺς ἡσυχίας·

χαῖρε, ἡ ἐκμισήσασα τὴν τοῦ κόσμου μωρίαν.

Χαῖρε, φυτὸν τῆς χάριτος γνήσιον·

χαῖρε, κανὼν ἁγνείας πολύτιμος.

Χαῖρε, τὸ πάλλευκον κρίνον ἐρήμου·

χαῖρε, πλουτοῦσα Ἀγγέλων τὸν δῆμον.

Χαίροις, μῆτερ θεόληπτε.




Πάθη ἐξ ἁμαρτίας, ἐξαιτοῦμαι Μακρῖνα, καθαίρειν ῥυπτικαῖς σου πρεσβείαις, καὶ τῇ σῇ ἀρωγῇ ἀπ’ ἐμοῦ, πονηρὰ δαιμόνια μακρὰν δίωξον, ἵνα τῷ σὲ δοξάσαντι, Θεῷ πανευλαβῶς κραυγάζω·

Ἀλληλούϊα.

Ῥήμασι θεοφθόγγοις, μαθητρίας σου μῆτερ, ἐδίδασκες σεπτῷ σου σεμνείῳ, καὶ ἡ χάρις σκηνοῦσα ἐν σοί, οἰκονόμον ἄριστον ψυχῶν σ’ ἔδειξεν, γλυκύτητι τῶν λόγων σου, ἑλκυούσαν λαὸν ὃς αἴνει·


Χαῖρε, σημεῖον τοῦ Παρακλήτου·

χαῖρε, πολίτις τοῦ Παραδείσου.

Χαῖρε, τῶν οἰκείων θεῖον ὡράϊσμα·

χαῖρε, ὁμωνύμων σου ἔκτακτον κλέϊσμα.

Χαῖρε, πάνσεπτον διάδημα, βιοτῆς παρθενικῆς·

χαῖρε, πάμφωτον παράδειγμα, ἀγωγῆς ἀσκητικῆς.

Χαῖρε, ἀκτημοσύνης καὶ τῆς νήψεως λύχνος·

χαῖρε, ὀρθοδοξίας τηλαυγέστατος πύργος.

Χαῖρε, κανὼν εὐχῆς ὁ εὐθύτατος·

χαῖρε, πιστῶν προστάτις ἀκοίμητος.

Χαῖρε, ὁρῶσα Νυμφίου σου κάλλους·

χαῖρε, πληροῦσα εὐχὰς δεομένων.

Χαίροις, μῆτερ θεόληπτε.




Σύστημα τῶν παρθένων, σὲ ὑμνεῖ καὶ δοξάζει, Μακρῖνα ὡς ὑπόδειγμα θεῖον, πολιτείαν γὰρ ἔσχες σεμνήν, ταῖς ῥοαῖς τῶν δακρύων σου σεπτὴ σβήσασα, ἀρχαῖον τὸ χεόγραφον, ἀπαύστως τῷ Θεῷ βοῶσα·

Ἀλληλούϊα.

Τόμος τῆς σωφροσύνης, ἐγκρατείᾳ συντόνῳ, ἐν νήψει καὶ εὐχῇ ἀνεδείχθης, καὶ μετέστης εἰς ὄντως ζωήν, καθορῶσα φῶς τὸ ἱλαρὸν ἔνδοξε, διό σου τὰ παλαίσματα, γεραίροντες ἀναβοῶμεν


Χαῖρε, μεγάλη ἡμῶν προστάτις·

χαῖρε, Ἀγγέλων συμπαραστάτις.

Χαῖρε, τῶν γονέων σου ἔνδοξον βλάστημα·

χαῖρε, ἀδελφῶν σου ὑπέρτιμον καύχημα.

Χαῖρε, πρέσβειρα ἡ ἄγουσα, τὰς αἰτήσεις πρὸς Θεόν·

χαῖρε, σκέπη καὶ βοήθεια, ὁμωνύμων ἐκ βροτῶν.

Χαῖρε, ὅτι ἀΰλων δωρεῶν ἠξιώθης·

χαῖρε, ὅτι προστάτις μοναστῶν κατεστάθης.

Χαῖρε, Χριστοῦ ἡ ζήσασα ἔρωτι·

χαῖρε, Ἁγίῳ λάμψασα Πνεύματι.

Χαῖρε, τρυφὴ τῶν πιστῶς σε καλούντων·

χαῖρε, τροφὴ τῶν πρὸς σὲ κραυγαζόντων.

Χαίροις, μῆτερ θεόληπτε.




Ὕμνοις καὶ ψαλμωδίαις, μοναστῶν αἱ χορεῖαι, ἐκήδευσαν σὸν πάνσεπτον σκῆνος, καὶ θαυμάτων αἰτία πολλῶν, ἡ σωρός σου γέγονε πιστοῖς πάμφωτε, ἰάσεις τε καὶ χάριτας, πηγάζουσα τοῖς εὐχομένοις·

Ἀλληλούϊα.

Φύλαττε ἐκ κινδύνων, ὁμωνύμους σου μῆτερ, διὰ τῶν ἱερῶν πρεσβειῶν σου, καὶ χορήγει καρδίαις αὐτῶν, καθαροὺς Μακρῖνα λογισμοὺς ὅθεν νῦν, εἰκόνι σου προσπίπτομεν, καὶ πόθῳ σοι λαλοῦμεν ταῦτα·


Χαῖρε, ὁ τύπος τῆς καρτερίας·

χαῖρε, ὁ οἶκος τῆς ἡσυχίας.

Χαῖρε, ἡ ἐν σώματι ζῶσα ὡς ἄϋλος·

χαῖρε, ἐν σαρκὶ ἡ ἀσκοῦσα ὡς ἄσαρκος.

Χαῖρε, κρήνη ἡ ἐκβρύουσα, ἀρετὰς παντοειδεῖς·

χαῖρε, στήλη ἡ παρέχουσα, δωρεὰς θεοειδεῖς.

Χαῖρε, ἡ καθαιροῦσα ἁμαρτίας τὸν ῥῦπον·

χαῖρε, ἡ ἀναιροῦσα τοῦ βελίαρ τὰ βέλη.

Χαῖρε Ἀμμᾶ, μητέρων γενέτειρα·

χαῖρε, καλὴ πρὸς Κύριον πρέσβειρα.

Χαῖρε, δι’ ἧς παρθενία τιμᾶται·

χαῖρε, δι’ ἧς ματαιότης νικᾶται.

Χαίροις, μῆτερ θεόληπτε.




Χαίροις ἐν Παραδείσῳ, τρισολβία Μακρῖνα, χαρὰν τὴν ἀνεκλάλητον ὄντως, γενομένη οὖν ξύλου ζωῆς, σὺν Ἀγγέλοις ἵστασαι Χριστῷ ἄῤῥητον, τὴν δόξαν κατοπτέουσα, καὶ ψάλλουσα ἐν κατανύξει·

Ἀλληλούϊα.

Ψάλλοντές σου τὴν μνήμην, ἐξυμνοῦμέν σε μῆτερ, ὡς λύχνον καὶ φανὸν τῶν παρθένων, τὰς γὰρ κέλλας ἀόκνως φρουρεῖς, καὶ σαρκὸς πειρασμοὺς ἀπωθεῖς σώζουσα, ζηλοῦντάς σου τὴν ἄσκησιν, καὶ ᾄδοντας πρὸς σὲ τοιαῦτα·


Χαῖρε, νηστείας ἡ ποδηγέτις·

χαῖρε, κακίας ἡ ἀναιρέτις.

Χαῖρε, σαρκικοὺς πειρασμοὺς ἡ διώκουσα·

χαῖρε, ῥυπαροὺς λογισμοὺς ἡ καθαίρουσα.

Χαῖρε, τάχιστα κουφίζουσα, τὰς καρδίας μοναστῶν·

χαῖρε, πύλη ἡ ἐλέγχουσα, τὰς ἐφόδους τῶν ἐχθρῶν.

Χαῖρε, ἡ ὑπερόπτις ἐπιγείων ἡδέων·

χαῖρε, ἡ καθαιρέτις ἀκαθάρτων δαιμόνων.

Χαῖρε, ἀστὴρ φωτίζων μονάζοντας·

χαῖρε, ζωῆς ἁγίας παράδειγμα.

Χαῖρε, ὑμνούντων σε δόξα καὶ ῥῦστις·

χαῖρε, κἀμοῦ προστασία μεγίστη.

Χαίροις, μῆτερ θεόληπτε.




Ὢ θεόληπτε μῆτερ, μοναζόντων τὸ κλέος, Μακρῖνα τοὺς πιστούς σου εὐλόγει (γ΄)· ἔγνωμέν σε πρεσβείαν θερμήν, ἀληθῶς πρὸς Ἅγιον Θεὸν Κύριον, ᾧ πάντες ἀναμέλπομεν, φωνῇ εὐλαβικῇ τὸν ὕμνον·

Ἀλληλούϊα.


_________________
Η ΔΥΝΑΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΑΣ ΕΙΝΑΙ ΜΑΖΙ ΜΑΣ ΠΑΝΤΟΤΕ!!!!
Επιστροφή στην κορυφή Πήγαινε κάτω
http://www.proseyxi.com
 
Χαιρετισμοί εις την Οσία Μακρίνα
Επισκόπηση προηγούμενης Θ.Ενότητας Επισκόπηση επόμενης Θ.Ενότητας Επιστροφή στην κορυφή 
Σελίδα 1 από 1

Δικαιώματα σας στην κατηγορία αυτήΔεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης
proseyxi.com :: Χαιρετισμοί :: Χαιρετισμοί εις τους Αγίους μας-
Μετάβαση σε: