Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τους Αγίους Κυπριανόν και Ιουστίνης Empty Παρακλητικός Κανών εις τους Αγίους Κυπριανόν και Ιουστίνης

Τρι Δεκ 18, 2012 6:45 am
Παρακλητικός Κανών εις τους Αγίους Κυπριανόν και Ιουστίνης

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τους Αγίους Κυπριανόν και Ιουστίνης Kypria10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ὡς Ἱεράρχης καί στερρός Ἀθλοφόρος, Κυπριανέ Ἱερομάρτυς Κυρίου, καί Ἰουστίνα Μάρτυς καλλιπάρθενε, πάσης ἠμᾶς ρύσασθε, συμφορᾶς καί ἀνάγκης, καί ἐξ ἐπιθέσεων, τοῦ δολίου Βελίαρ, καί βοηθεῖτε πάσι συμπαθῶς, τοῖς τρυχομένοις, κακία τοῦ ὄφεως.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἦχος γ΄. Θείας πίστεως.

Θείου πνεύματος, τή χορηγία, φῶς προσέλαβες, θεογνωσίας, Κυπριανέ καταισχύνας τόν δράκοντα. καί μαρτυρίου τόν δρόμον διήνυσας, σύν Ἰουστίνη ὁμού τή θεοφρονι. μεθ’ ἤς πρέσβευε, Τριάδι τή πανοικτίρμονι, δωρήσασθαι τό μέγα ἔλεος.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Θεοτόκιον.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Οὐ σιωπήσωμεν πότε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. εἰμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἔκ σού. σούς γάρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ο Κανῶν, οὗ ἡ ἀκροστιχίς
Δυάς σῶζεις ἠμᾶς τῶν Ἀγίω. Γερασίμου.

Ὠδή ἅ΄ Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Δυάς τῶν Ἁγίων πανευκλεής, Τριάδα τήν θείαν, δυσωπήσατε ἐκτενῶς, ὤ Κυπριανέ σύν Ἰουστίνη, ἐκλυτρωθῆναι ἠμᾶς πάσης θλίψεως.

Ὑψόθεν βραβεύσατε ἐκ Θεοῦ, τοῖς περισχεθείσι, τή κακία τοῦ δυσμενοῦς, ὤ Κυπριανέ σύν Ἰουστίνη, ἀπαλλαγήν καί ταχείαν ἐκλύτρωσαι.

Ἀθλήσει δοξάσαντες τόν Χριστόν, παθῶν ἀδοξίας, καί κηλίδων τῶν τῆς ψυχῆς, ὤ Κυπριανέ σύν Ἰουστίνη, τούς προσιόντας ὑμίν ἐκκαθάρατε.

Θεοτοκίον.
Σαρκός ὁμοιώματι ὑπέρ νοῦν, τεκοῦσα Παρθένε, τόν Σωτήρα καί Ποιητήν, αὐτόν ἐκδυσώπει Θεοτόκε, πάντας σωθῆναι τους σέ μεγαλύνοντας.


Ὠδή γ΄. Οὐρανίας Ἁψίδος.
Σωτηρίας λιμένα, τόν σόν ναόν ἔχοντες πάσης τρικυμίας καί ζάλης, βίου ρυόμεθα, Κυπριανέ ἱερέ, τούτω προστρέχοντες πίστει, καί τήν σήν ἀντίληψιν, ἐπικαλούμενοι.

Ὡς λαβόντες τήν χάριν, παρά Θεοῦ Ἅγιοι, λύειν μηχανᾶς τοῦ Βελίαρ, ὑμῶν δεήσεσι, Κυπριανέ ἱερέ, καί Ἰουστίνα θεοφρον, ἐκ τῆς τούτου ρύσασθε, ἠμᾶς κακώσεως.

Ζηλωτᾶς καλῶν ἔργων, βίω σεμνῶ δείξατε, τούς εἰλικρινῶς προσιόντας, ἠμῶν τή χάριτι, Κυπριανέ ἱερέ, καί Ἰουστίνα θεοφρον, ἱλασμόν αἰτούμενοι, ἠμίν καί ἔλεος.

Θεοτοκίον.
Ὁ περίδοξος θρόνος, τό τοῦ Θεοῦ σκήνωμα, Κεχαριτωμένη Παρθένε, σκεῦος μέ ἔργασαι, δί’ ἐναρέτου ζωῆς, τῆς θεϊκῆς χορηγίας, τόν θερμῶς προστρέχοντα, ὑπό τήν σκέπην σου.


Διασωσον Κυπριανέ θεοφάντορ σύν Ἰουστίνη, πάσης βλάβης καί ἐπηρείας τοῦ ὄφεως, τούς καταφεύγοντας πόθω ὑμῶν τή σκέπη.

Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Τά ἄνω ζητῶν.

Πρεσβείαις ὑμῶν, ἀπαύστως τειχιζόμενοι, ἐχθροῦ πονηροῦ, τάς μηχανᾶς ἐκτρέπομεν, Κυπριανέ μακάριε, Ἰουστίνα τέ νύμφη τοῦ Κτίσαντος καί διά τοῦτο τήν χάριν ὑμῶν, εὐσήμω ἐν στόματι κηρύττομεν.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Ἱλασμόν τέ καί ἴασιν, καί μαγγανειῶν παντοίων ἐκλύτρωσιν, ἑξαιτήσασθε μακάριοι, τοῖς ὑπό τήν σκέπην ὑμῶν σπεύδουσι.

Συντριβέντες ταῖς θλίψεσι, καί ταῖς ἐπηρείαις τοῦ πολεμήτορος, τή πρεσβεία ὑμῶν σπεύδομεν, ὡς ἄν συνοχῆς πικρᾶς ρυσθείημεν.

Ἡ Μονή ὑμῶν Ἅγιοι, ὤφθη ἰατρεῖον πάσης κακώσεως. Τούς ἐν ταύτη γάρ προστρέχοντας, συμφορῶν καί πόνων ἁπαλάσσετε.

Θεοτοκίον.
Μαριάμ ὑπεράμωμε, τήν μεμολυσμένην ψυχήν μου πάθεσιν, ἀποκάθαρον σή χάριτι, καί φωτός τοῦ θείου μέ ἀξίωσον.


Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.
Ἄνωθεν ἠμᾶς, ἐποπτεύοντες μή παύσησθε, Ἰουστίνα καί σοφέ Κυπριανέ, τούς τή σκέπη ὑμῶν πίστει καταφεύγοντας.

Συντριψον ὀφρύν, τοῦ δολίου πολεμήτορος, τοῦ ζητοῦντος τήν ἀπώλειαν ἠμῶν, ὤ δυάς κλεινῶν Ἁγίων θεοδόξαστε.

Ταύτην τήν Μονήν, ἀεί σκέπετε δεόμεθα, Ἰουστίνα καί σοφέ Κυπριανέ, καυχωμένην τή πλουσία ἠμῶν χάριτι.

Θεοτοκίον.
Ὤφθης τοῦ Θεοῦ, ναός θεῖος καί ὑπερφωτός, Θεοτόκε σωματώσασα αὐτόν. διό λύσον τῶν παθῶν μου τήν σκοτόμαιναν.


Ὠδή ς΄. Τήν δέησιν ἐκχεῶ.
Ναμάτων, τῶν μυστικῶν πεπλησμένοι, ὡς δοξάσαντες Χριστόν ἐν ἀθλήσει, Κυπριανέ καί σεμνή Ἰουστίνα, τούς τῶν παθῶν ἠμῶν ἄνθρακας σβέσατε, καί ἀναβλύσατε ἠμίν, παρακλήσεως ὕδωρ σωτήριον.

Ἀφράστως, τῷ εὐσεβεῖ ὀραθέντες, ἐκδηλώσατε αὐτῶ παραδόξως, Κυπριανέ καί σεμνή Ἰουστίνα, τήν εὐδοκίαν Θεοῦ τήν σωτήριον, περί τῆς μάνδρας τῆς ὑμῶν, ἤν φρουρεῖτε ὑμῶν παρακλήσεσι.

Γαλήνην, καί ψυχικήν σωτηρίαν, καί σωμάτων ταχινήν θεραπείαν, Κυπριανέ καί σεμνή Ἰουστίνα, καί μαγειῶν χαλεπῶν ἀπολύτρωσιν, αἰτήσασθε τοῖς εὐλαβῶς, τή πρεσβεία ὑμῶν καταφεύγουσι.

Θεοτοκίον.
Ἰλύος, φθοροποιῶν παθημάτων, οἰκτιρμῶν σου Θεοτόκε τοῖς ρείθροις, τήν ρυπωθείσαν μου πλῦνον καρδίαν, καί καθαρόν μέ παραστησον δέομαι, ἐν ὥρα δίκης τῆς φρικτῆς, τοῦ Υἱοῦ σου τῷ βήματι Ἄχραντε.


Διασωσον Κυπριανέ θεοφάντορ σύν Ἰουστίνη, πάσης βλάβης καί ἐπηρείας τοῦ ὄφεως, τούς καταφεύγοντας πόθω ὑμῶν τή σκέπη.

Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς βοηθοί καί θερμοί ἀντιλήπτορες, τῶν προσιόντων ὑμίν μετά πίστεως, παθῶν ἀκαθάρτων λυτρώσασθε, Κυπριανέ Ἰουστίνα τέ ἔνδοξοι, ἠμᾶς τή τοῦ Πνεύματος χάριτι.

Προκείμενον
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ (δίς).
Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τή γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. (Ἰ΄ 5-8).

Τῷ καιρῶ ἐκείνω, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα Μαθητᾶς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν πάσαν νόσον καί πάσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων: εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε. πορεύεσθε δεμάλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ κηρύσσετε, λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε. δωρεάν ἐλάβετε, δωρεάν δῶτε.

Δόξα.
Ταῖς τῶν Σῶν Μαρτύρων, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὄμβροις θείου Πνεύματος, Κυπριανέ Ἱεράρχα, Ἰουστίνα πανσεμνέ, τάς ψυχᾶς δροσίσατε ἠμῶν ἄνωθεν, καί παθῶν παύσατε, τήν ἄσπετον φλόγα, τήν πικρῶς ἠμᾶς ἐκτήκουσαν, καί ἅπαν τέχνασμα, καθ' ἠμῶν δολίως κινούμενον, μαγγανειῶν συντρίψατε, ταῖς ὑμῶν θερμαῖς ἀντιλήψεσιν, εἰρήνην βαθείαν, αἰτούμενοι ἠμίν παρά Χριστοῦ, ὡς ἠμῶν πρέσβεις πρός Κύριον, καί πταισμάτων ἄφεσιν.

Σῶσον ὁ Θεός τόν λαόν σου...

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὡς ἐρρύσω τό πάλαι, τήν γυναίκα παμμάκαρ ἐκ πικρᾶς μάστιγος, οὕτως ἐκ πάσης βλάβης, καί χαλεπῆς μαγείας, ἀνωτέρους διάσωζε, Κυπριανέ ἱερέ, τούς σέ ὑμνολογοῦντας.

Νοσημάτων παντοίων, καί κινδύνων ἐν βίω καί περιστάσεων, σκανδάλων ὀλεθρίων, μαγγανειῶν καί πόνων, ἀσινεῖς διασώσατε, Κυπριανέ ἱερέ, ἠμᾶς σύν Ἰουστίνη.

Γεωργεῖν θεῖον φόβον, καί κατάνυξιν θείαν καί βίον κρείττονα, ἠμᾶς τούς ἐνοικούντας, ὑμῶν τή θεία Μάνδρα, ἐνισχύσατε Ἅγιοι, Κυπριανέ ἱερέ, καί Μάρτυς Ἰουστίνα.

Θεοτοκίον.
Ἐξ ἀχράντου γαστρός σου, ὁ Ὑπερθεός Λόγος σάρκα προσείληφε, καί ἔσωτε τόν κόσμον, τῆς πάλαι ἁμαρτίας, Θεοτόκε δί' ἔλεος. ὅθεν σωθῆναι καμέ, αὐτόν ἀεί δυσώπει.


Ὠδή ἡ΄. Τόν Βασιλέα.
Ρυσθεῖς ὁ νέος, τῆς τοῦ ἐχθροῦ μαγγανείας, ὡς προσέφυγεν ὑμῶν τή προστασία, πιστῶς τήν θείαν χάριν, ὑμῶν ἀνακηρύττει.

Αἶνον προσάδει, ὡς δί' ὑμῶν ἰαθεῖσα, ὑμίν Ἅγιοι γυνή ἄλλη ἐν πίστει. πάσι γάρ δωρεῖσθε, ἰάματα ποικίλα.

Σωματικῶν μέ καί ψυχικῶν νοσημάτων, θεραπεύσατε ὑμῶν τή ἀντιλήψει, Κυπριανέ Πάτερ, ὁμού σύν Ἰουστίνη.

Θεοτοκίον.
Ἰσχύν μοί δίδου, καταπατεῖν Θεοτόκε, τοῦ ἀλάστορος τήν κατ' ἐμοῦ μανίαν, ἴνα σέ δοξάζω τήν Κεχαριτωμένην.


Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Μαγείας ἀκαθάρτου, ἀσινεῖς τηρεῖτε, καί μαγγανείας ἁπάσης μακάριοι, τούς ἀδιστάκτω καρδία ὑμίν προσφεύγοντας.

Οἱ φύλακες καί ρύσται, ταύτης ὑμῶν τῆς ποίμνης, Κυπριανέ Ἰουστίνα τέ ἔνδοξοι, αὐτήν λυτροῦσθε σκανδάλων τοῦ πολεμήτορος.

Ὑψίστου νῦν τῷ θρόνω, ἐν δόξη ἐστῶτες, Κυπριανέ Ἰουστίνα τέ ἔνδοξοι, τάς ἐκ καρδίας δεήσεις ἠμῶν προσδέξασθε.

Θεοτοκίον.
Ὑδάτων ἀπωλείας, ρύσαι μέ Παρθένε, καί πρός πηγήν ἀπαθείας μέ ἴθυνον, ἴνα ζωῆς αἰωνίου γένωμαι μέτοχος.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις θεηγόρε Κυπριανέ, ὁ στερρῶς ἀθλήσας, καί αἰσχύνας τόν δυσμενῆ. χαίροις καλλιμάρτυς, Κυρίου Ἰουστίνα, ἀστέρες εὐσεβείας, ἀειλαμπέστατοι.

Πλάνης καταπτύσας σκότος δεινόν, τῷ φωτί προσῆλθες, τῆς Τριάδος Κυπριανέ, διά τῆς καλλίστης, παρθένου Ἰουστίνης, μεθ' ἤς καί τόν ἀγώνα, τόν θεῖον ἤνυσας.

Χαίρετε προστᾶται τῶν εὐσεβῶν, Κυπριανέ Πάτερ, Ἰουστίνα τέ θαυμαστή. χαίρετε μεσίται, ἠμῶν πρός τόν Δεσπότην, καί ταύτης τῆς ἁγίας Μονῆς οἱ ἔφοροι.

Φρίττει τῶν δαιμόνων ἅπας ἑσμός, Κυπριανέ μάκαρ, Ἰουστίνα τέ εὐκλεής, ὑμίν τήν δοθεῖσαν, παρά Κυρίου χάριν, καί πόρρω ἐξ ἀνθρώπων, ἀποδιώκονται.

Ρύσασθε μαγείας τῆς χαλεπῆς, Κυπριανέ μάκαρ, Ἰουστίνα ἡ εὐκλεής, τούς τή μοχθηρία, αὐτῆς συνεχομένους, ψυχῶν τέ καί σωμάτων, πάθη ἰώμενοι.

Ταύτην τήν ἁγίαν ὑμῶν Μονήν, σκέπετε ἀπαύστως, ἀπό πάσης ἐπιβουλῆς, Κυπριανέ Πάτερ, ὁμού σύν Ἰουστίνη, αὐτήν ἐπευλογοῦντες, ὑμῶν τή χάριτι.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.


Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἦχος γ΄. Θείας πίστεως.
Θείου Πνεύματος, τή χορηγία, φῶς προσέλαβες, θεογνωσίας, Κυπριανέ καταισχύνας τόν δράκοντα. καί μαρτυρίου τόν δρόμον διήνυσας, σύν Ἰουστίνη ὁμού τή θεοφρονι.μεθ' ἤς πρέσβευε, Τριάδι τή πανοικτίρμονι, δωρήσασθε ἠμίν τό μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.

Πάντας τούς προσπίπτοντας πιστῶς, ὑμῶν τή ἁγία εἰκόνι, Κυπριανέ ἱερέ, Ἰουστίνα πανσεμνέ, νύμφη Χριστοῦ τοῦ Θεοῦ, πάσης βλάβης λυτρώσασθαι, καί τῶν σοφισμάτων, τοῦ δολίου δράκοντος, καί μαγειῶν χαλεπῶν, πάσι δέ αἰτεῖσθαι θεόθεν, ἄλυπον ζωήν ἐν εἰρήνη, καί πταισμάτων ἄφεσιν δεόμεθα.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξον μέ ὑπό τήν σκέπην σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης