Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Μυροβλύτισσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Μυροβλύτισσαν

Κυρ Νοε 11, 2012 2:59 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Ύπερευλογημένην Θεοτόκον ής ή άγία Είκών κέκληται Μυροβλύτισσαν

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννίτου.
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Μυροβλύτισσαν Aaaaa_10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Σῇ ἁγίᾳ Θεοτόκε Εἰκόνι, ἐξ ἧς τὸ πάλαι θεῖον ἔβλυσε μύρον, πανευλαβῶς προσπίπτοντες βοῶμέν Σοι· πάσης ἡμᾶς λύτρωσαι, τῶν παθῶν δυσωδίας, δίδου δὲ βοήθειαν, καθ’ ἑκάστην καὶ χάριν, τοῖς προσιοῦσι Δέσποινα πιστῶς, τῇ ὀξυτάτῃ, καὶ θείᾳ πρέσβειᾳ Σου.

Δόξα.
Ὡς προστασία καὶ ἀντίληψις Κόρη, τῶν προσιόντων τῇ θερμῇ ἀρωγῇ Σου, μὴ διαλίπῃς προστατεύειν πάντοτε, ταύτης Μυροβλύτισσα, τῆς ἁγίας Σου Μάνδρας, Γεωργίου Ἄχραντε, ταῖς θερμαῖς ἱκεσίαις, καὶ τοῦ Ὁσίου Παύλου ταῖς λιταῖς, ὡς ἂν ἐκ πάσης, ῥυώμεθα θλίψεως.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Ὑπὲρ μύρον ἡ χάρις Σου Κόρη. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ὑπὲρ τὰ ἀρώματα τὰ φθαρτά, ἡ χάρις Σου Κόρη, διαπνέει πᾶσιν ἡμῖν, τῶν Σῶν ἀντιλήψεων τὸν πλοῦτον, τὴν τῶν παθῶν δυσωδίαν ἐλαύνουσα.

Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, τῆς Σῆς προμηθείας, βλῦσον πᾶσι τὰς δωρεάς, τοῖς τῇ Σῇ προσπίπτουσιν Εἰκόνι, ἐν εὐλαβείᾳ πολλῇ Μυροβλύτισσα.

Ἐκ Βύζαντος πάλαι ἡ Σὴ Εἰκών, μετήνεκται Κόρη, ὡς ἁγίασμα νοητόν, καὶ καθαγιάζει τὰς αἰσθήσεις, τῶν προσκυνούντων αὐτὴν μετὰ πίστεως.

Ῥοαῖς τῶν ἀΰλων Σου δωρεῶν, κατάρδευσον Κόρη, τὰς καρδίας πάντων ἡμῶν, ὡς ἂν ἀρετῶν τὴν εὐκαρπίαν, δι’ ἐναρέτου ζωῆς γεωργήσωμεν.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μύρον ἔβλυσε πάλαι, ἡ Σὴ Εἰκὼν Ἄχραντε, τῇ ἐπισκιάσει τῆς δόξης, τῆς Σῆς χρηστότητος· ὅθεν ὠνόμασται, ἐκ τῶν πραγμάτων προσφόρως, Κόρη Μυροβλύτισσα, ἡμᾶς εὐφραίνουσα.

Ὑπὲρ ἔννοιαν πέλει, ὡς ἀληθῶς Ἄχραντε, ὁ τῆς προμηθείας Σου πλοῦτος, περὶ τὴν ποίμνην Σου· θᾶττον προφθάνεις γάρ, καὶ συνοχῆς πάσης ῥύῃ, καὶ παντοίων θλίψεων, ἡμᾶς ἑκάστοτε.

Ῥῶσιν δίδου καὶ χάριν, καταπατεῖν Ἄχραντε, τὰς τοῦ πονηροῦ ἐπινοίας, καὶ τὰ βουλεύματα, δι’ ὧν ὁρμᾷ καθ’ ἡμῶν, καὶ ἐν εἰρήνῃ τελείᾳ, ἡμᾶς διαφύλαττε, τῇ προστασίᾳ Σου.

Ὁδηγεῖν μὴ ἐλλίπῃς πρὸς τὰς ὁδοὺς Δέσποινα, τὰς τῶν ἐνταλμάτων Κυρίου, ἡμᾶς δεόμεθα, ὡς Ὁδηγήτρια, καὶ Μυροβλύτισσα ἅμα· ὅτι τῇ Εἰκόνι Σου, πίστει προσπίπτομεν.


Διάσωσον, πάσης ἀνάγκης καὶ θλίψεως καὶ ὀδύνης, τὴν Σὴν ποίμνην ὡς συμπαθὴς Μυροβλύτισσα, τὴν προσκυνοῦσαν Εἰκόνα Σου τὴν ἁγίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Εἰκόνα τὴν Σὴν ὡς πλοῦτον ἁγιάσματος, καὶ γέρας σεπτόν, Παρθένε Ὁδηγήτρια, Ὁσίου Παύλου κέκτηται· ἡ Μονὴ ἐξ αὐτῆς γὰρ ἀνέβλυσας, τῆς Σῆς δωρεᾶς μύρον Ἁγνή, εὐφραῖνον καὶ τέρπον τὰς ψυχὰς ἡμῶν.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαττε, τῶν κατὰ ψυχὴν καὶ σῶμα δεόμεθα, Θεοτόκε Μυροβλύτισσα, τοὺς τὰ μεγαλεῖά Σου δοξάζοντας.

Ἡ Εἰκών Σου ἡ πάνσεπτος, ἐκ τῆς Βυζαντίδος ἡμῖν δεδώρηται, τῆς πολλῆς Σου ἀγαθότητος, Κόρη ὑπεμφαίνουσα τὰς χάριτας.

Χαίρει κόλποις κατέχουσα, ἡ Ὁσίου Παύλου Μονὴ Πανύμνητε, τὴν ὑπέρτιμον Εἰκόνα Σου, τὴν τὸν θεῖον μύρον ἀναβλύσασαν.

Ἄνω ὕψωσον Δέσποινα, ἡμῶν τὰς καρδίας καὶ τὰ νοήματα, πρὸς τὸ κάλλος τὸ ἀμήχανον, τοὺς ὑπὸ τὴν σκέπην Σου προστρέχοντας.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥύσιον παθῶν, τὸ ἐκβλύσαν μύρον Ἄχραντε, ἐκ τῆς θείας Σου Εἰκόνος θαυμαστῶς, ἀνεδείχθη τοῖς πιστῶς αὐτὸ λαμβάνουσι.

Ἴδε συμπαθῶς, τοὺς ἑστῶτας Μυροβλύτισσα, τῇ ἁγίᾳ Σου Εἰκόνι εὐλαβῶς, καὶ παράσχου τὰ αἰτήματα τοῖς χρήζουσι.

Σκέπη ἀσφαλής, καὶ προπύργιον καὶ στήριγμα, ἔσο ταύτῃ τῇ Μονῇ διὰ παντός, τῇ ἀεὶ καταφευγούσῃ τῇ Σῇ χάριτι.

Σύντριψον Ἁγνή, τοῦ βελίαρ τὰ δουλεύματα, δι’ ὧν Δέσποινα ἐπέρχεται ἡμῖν, ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν διέπουσα.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὁλόφωτε, τοῦ Δεσπότου καθέδρα, ἡ τὴν θείαν Σου Εἰκόνα Παρθένε, ἐκ τῆς Μονῆς Μυρελαίου δοθῆναι, ἐπευδοκήσασα ταύτῃ τῇ Μάνδρᾳ Σου, ῥῦσαι ἡμᾶς πάσης φθορᾶς, τῇ τοῦ μύρου αὐτῆς θείᾳ χάριτι.

Ὑφέρπων, ὁ δολερώτατος ὄφις, ὑπεισέρχεται τῇ ποίμνῃ Σου ταύτῃ, καὶ ἐπισπείρει τὰ σκάνδαλα Κόρη, ἀλλὰ κατάβαλε τούτου τὸ φρύαγμα, τῇ πρὸς ἡμᾶς Σου ἀρωγῇ, ὡς προστάτις ἡμῶν καὶ ἀντίληψις.

Κυμάτων, τῶν ἐν τῷ βίῳ Παρθένε, ἀκλυδώνιστον καὶ ἄκλυστον τήρει, τὴν εὐαγῆ ταύτην Μάνδραν Σου Κόρη, τὴν κεκτημένην λιμένα ἀχείμαστον, Εἰκόνα Σου τὴν ἱεράν, τὴν πηγάζουσαν χάριν καὶ ἔλεος.

Ὁσίως, ἐν καθαρᾷ πολιτείᾳ, πολιτεύεσθαι ἐνίσχυσον Κόρη, τοὺς ἐνοικοῦντας ἐν ταύτῃ τῇ Μάνδρᾳ, ταῖς Γεωργίου πρεσβείαις τοῦ Μάρτυρος, καὶ τοῦ δομήτορος ἡμῶν, θείου Παύλου θερμαῖς παρακλήσεσι.


Διάσωσον, πάσης ἀνάγκης καὶ θλίψεως καὶ ὀδύνης, τὴν Σὴν ποίμνην ὡς συμπαθὴς Μυροβλύτισσα, τὴν προσκυνοῦσαν Εἰκόνα Σου τὴν ἁγίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Ὡς μυροθήκη σεπτοῦ ἁγιάσματος, μυροβλυτῆσαι ηὐδόκησας Ἄχραντε, τὴν πάντιμον πάλαι Εἰκόνα Σου, ἣν εὐλαβῶς προσκυνοῦντες λαμβάνομεν, ἐκ ταύτης ὀσμὴν θείας χάριτος.


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ
Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Τῆς Μυροβλυτίσσης πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταις της Θεοτόκου πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στίχος. Ελεήμον, ελέησόν με ο Θεός...
Προσόμοιον.
΄Ήχος β’. Όλην αποθέμενοι.

Μύρον τὸ οὐράνιον, ἐν Σοὶ οἰκῆσαν Παρθένε, ἔμψυχον ἀλάβαστρον, δωρεῶν τοῦ Πνεύματος Σὲ εἰργάσατο· διὸ νῦν Ἄχραντε, τῆς Σῆς ἐμφερείας, τὸ ἐκτύπωμα ηὐδόκησας, βλύσαι τοῖς δουλοις Σου, μύρον τὴν ὀσμὴν τῆς εὐνοίας Σου, ἐκδήλως τεκμαιρόμενον, τοῖς εἰλικρινῶς Σε δοξάζουσιν· ἀλλ’ ὦ Θεοτόκε, δυσώδους τῶν παθῶν ἀποφορᾶς, ῥῦσαι ἡμῶν τὴν διάνοιαν, ταῖς Σαῖς ἀντιλήψεσι.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν ἄφθονον νέμει, καὶ παράκλησιν θείαν καὶ φῶς οὐράνιον, Εἰκών Σου ἡ ἁγία, τῇ εὐαγεῖ Σου ποίμνῃ, Μυροβλύτισσα Δέσποινα, καὶ διαλύει ἀεί, τὴν τῶν παθῶν ὁμίχλην.

Ἡ ἁγία Σου Μάνδρα, συνελθοῦσα προσπίπτει θερμοῖς ἐν δάκρυσι, τῇ θείᾳ Σου Εἰκόνι, καὶ πίστει Σοι κραυγάζει, Μυροβλύτισσα Δέσποινα· ἐκ συνοχῆς πομηρᾶς, ἀπάλλαξόν με Κόρη.

Γεωργεῖν Θεοτόκε, ἐγκρατείας τὰ ἄνθη ἡμᾶς ἀξίωσον, ἐν πίστει καὶ ἀγάπῃ, τοὺς ταύτῃ Σου τῇ Μάνδρᾳ, ἐνοικοῦντας τῷ πόθῳ Σου, καὶ ἀποκρούειν ἐχθροῦ, ἐννοίας ἀκαθάρτους.

Ἐκ σκανδάλων ποικίλων, καὶ ἐρίδων Παρθένε καὶ πάσης μήνιδος, καὶ λύπης καὶ ἀνίας, ἀλώβητον συντήρει, Θεοτόκε τὴν ποίμνην Σου, ἀνακειμένην ἀεί, τῇ Σῇ ἐπιστασίᾳ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥοαῖς ἀΰλοις, τῶν μητρικῶν οἰκτιρμῶν Σου, σβέσον Ἄχραντε παθῶν ἡμῶν τὴν φλόγα, καὶ τὴν τοῦ βελίαρ, κατάφλεξον μανίαν.

Ἁγίου Παύλου, ἡ εὐαγὴς χαίρει Μάνδρα, Μυροβλύτισσα τὴν θείαν Σου Εἰκόνα, ὥσπερ ἀφθαρσίας, διάδημα πλουτοῦσα.

Σύνεσιν δίδου, ἐν τῷ νοΐ ἡμῶν Κόρη, καὶ κατάνυξιν ἀεὶ ἐν τῇ καρδίᾳ, ὡς ἂν τῷ Κυρίῳ, δουλεύσωμεν ὁσίως.

Ἱλέωσαί μοι, ὦ Μυροβλύτισσα Κόρη, τὸν φιλάνθρωπον Υἱόν Σου καὶ Δεσπότην, οὗ τὴν εὐσπλαγχνίαν, ἐλύπησα ὁ τάλας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μυρίπνοον ὡς ῥόδον, ἡ σεπτὴ Εἰκών Σου, ἀρωματίζει τῆς Σῆς ἀντιλήψεως, ἐν τῇ Μονῇ ταύτῃ Κόρη τὰς θείας χάριτας.

Ὀσμὴν τῆς Σῆς εὐνοίας, ταύτῃ Σου τῇ Μάνδρᾳ, δίδου ἀεὶ Μυροβλύτισσα Δέσποινα, ταῖς Γεωργίου καὶ Παύλου θείαις δεήσεσι.

Ὑδάτων ἀφθαρσίας, βλῦσον ἡμῖν ῥεῖθρα, ταῖς Γερασίμου λιταῖς Μυροβλύτισσα, καὶ Παχωμίου πρεσβείαις ἡμᾶς ἀρδεύοντα.

Ὑψόθεν μὴ ἐλλίπῃς, Κόρη ἐποπτεύειν, καὶ προνοεῖσθαι τῆς ποίμνης Σου πάντοτε, τῆς ἀῤῥαγῶς πεποιθυῖας τῇ προστασίᾳ Σου.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖρει ἡ Ὁσίου Παύλου Μονή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἐξ ἧς θεῖον μύρον, ἔβλυσε πάλαι Κόρη· διὸ καὶ Μυροβλύτισσαν ταύτην κέκληκε.

Δίδου εὐωδίαν τὴν νοητήν, τῆς Σῆς προστασίας, Θεοτόκε ὡς ἀγαθή, τοῖς ἐν εὐλαβείᾳ, τῇ θείᾳ Σου Εἰκόνι, ἀπαύστως προσιοῦσι, καὶ Σὲ δοξάζουσι.

Ἐκ τῆς Μυρελαίου πάλαι Μονῆς, τῆς ἐν Βυζαντίῳ, ἡ Εἰκών Σου ἡ θαυμαστή, τῇ Ὁσίου Παύλου, Παρθένε ἷκται Μάνδρᾳ, καὶ μύρον παραδόξως, ἐν ταύτῃ ἔβλυσε.

Ῥῦσαι δυσωδίας τῆς τῶν παθῶν, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, καὶ παντοίων νόσων, καὶ ψυχοφθόρων πόνων, τοὺς πίστει τὰ Σὰ θαύματα, μεγαλύνοντας.

Παύλου τοῦ Ὁσίου Κόρη λιταῖς, καὶ τοῦ Γεωργίου, τοῦ μεγίστου ἐν Ἀθληταῖς, ταύτην τὴν Μονήν Σου, ἀλώβητον συντήρει, ἐκ πάσης ἐπηρείας, τοῦ παναλάστορος.

Δέχου τὰς δεήσεις καὶ τὰς φωνάς, τὰς ἱκετηρίους, Μυροβλύτισσα Μαριάμ, ἃς ἐν εὐλαβείᾳ, προσάγομέν Σοι Κόρη, καὶ ῥύου πάσης βλάβης, ἡμᾶς καὶ θλίψεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πίστει, προσιόντες καὶ σπουδῇ, τῇ Σῇ Θεοτόκε Εἰκόνι, ἣν Μυροβλύτισσαν, οἷαν μύρον βλύσασαν, καλοῦμεν Δέσποινα, ἐξ αὐτῆς τῆς προνοίας Σου, ὀσμὴν τὴν ἁγίαν, μυστικῶς καρπούμεθα, ἀναβοῶντές Σοι· σκέπε, τὴν ἁγίαν Μονήν Σου, ἐξ ἐπινοιῶν τοῦ βελίαρ, καὶ δυσχερειῶν παντοίων Ἄχραντε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



ΕΚΔΟΣΙΣ ΙΕΡΑΣ ΚΟΙΝΟΒΙΑΚΗΣ ΜΟΝΗΣ ΑΓΙΟΥ ΠΑΥΛΟΥ ΑΓΙΟΝ ΟΡΟΣ - 1993
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης