Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός κανών εις τον εν Αγίοις Πατέρα ημών Παρθένιον Λαμψάκου τον Θαυματουργόν Empty Παρακλητικός κανών εις τον εν Αγίοις Πατέρα ημών Παρθένιον Λαμψάκου τον Θαυματουργόν

Παρ Νοε 09, 2012 9:10 am
Παρακλητικός κανών εις τον εν Αγίοις Πατέρα ημών Παρθένιον Λαμψάκου τον Θαυματουργόν

Ποίημα Μοναχού Γερασίμου Μικραγιαννανίτου
Παρακλητικός κανών εις τον εν Αγίοις Πατέρα ημών Παρθένιον Λαμψάκου τον Θαυματουργόν Aaya10
Ψαλλόμενος τήν 7ην Φεβρουάριου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Ὡς ἱεράρχης τού Χριστοῦ θεοφόρος, πλουσίαν χάριν παρ’ αὑτοῦ ἐκομίσω, τού ἐνεργεῖν παράδοξα Παρθένιε ὅθεν ταῖς πρεσβείαις σου, πολυτρόπων κινδύνων, καί παντοίων θλίψεων, καί δαιμόνων μανίας, φύλαττε Πάτερ ἅπαντας ἡμᾶς, τούς σε μεσίτην, πρός Κύριον ἔχοντας.

Δόξα. Τό αύτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί κανών οὗ ἤ ἀκροστιχίς.
«Παθῶν Παρθένιε ἡμᾶς ῥῦσαι. Γερασίμου».

Ἤδη ἀ'. ΄Ηχος πλ. δ΄.  Ὑγράν διοδεύσας.

Παθῶν ἀνηκέστων ταῖς προσβολαῖς, θλιβόμενος Πάτερ, τῆ θερμῇ σου ἐπισκοπῇ, προστρέχω δεόμενος ῥυσθῆναι, τῆς χαλεπῆς με Παρθένιε Θλίψεως.

Ἀγγέλων συνόμιλος γεγονώς, δαιμόνων κακίας, καί ἀπᾴσῃς ἐπιβουλῆς, ἀνωτέρους διατηρεῖ, ταῖς σαῖς πρεσβείαις Παρθένιε Ὅσιε.

Θεράπευσον Πάτερ ὡς συμπαθής, ἡμῶν τήν ὀδύνην, τήν συνέχουσαν τήν ζωήν, ἡμῶν Ἱεράρχα καί εἰρήνην, αἰτεῖ ἡμῖν καί πταισμάτων συγχώρησιν.

Θεοτοκίον.
Ὡς Μήτηρ τού πάντων Δημιουργοῦ, καί πάντων προστάτις. Θεοτόκε Χριστιανῶν, προστάτευε πάντοτε Παρθένε, τῶν ἀδιστάκτῳ ψυχή προσιόντων σοι.


'Ωδή γ'. Οὐρανίας ἁψῖδος.
Νοσημάτων ποικίλων, καί χαλεπῶν θλίψεων, ὤσπερ ἐλυτρώσω θεόφρον, τούς προσιόντας σοι, οὕτως ἀπάλλαξον, πάσης ἀνάγκης καί λύπης, "Ἅγιε Παρθένιε, τούς σε γεραίνοντας.

Πῦρ ὅ λόγος σου ὤφθη, ὦς ἀληθῶς "Ὅσιε, φλέγων τῶν δαιμόνων τά σμήνη, δυνάμει κρείττονι ὅθεν κατάφλεξον,τήν τῶν παθῶν ἡμῶν ὕλην, ἄνθραξι Παρθένιε, τῆς προστασίας σου.

Ἀπερίτρεπτον τεῖχος, καί ἀρραγές ἔρεισμα, καί καταφυγῇ ἐν ἀνάγκαις, καί περιστάσεσι, γενοῦ Παρθένιε, τοῖς όλοτρόπω καρδία σπεύδουσιν ἑκάστοτε, τῆ ἀντιλήψει σου.

Θεοτοκίον.
Ῥάβδος ὤφθης ἅγια, ἄνθος Χριστόν φέρουσα, ὤσπερ Ἠσαΐας προέφη, Ἁγίῳ Πνεύματι, Κόρη Πανύμνητε διό τῆ σή εὐωδία, τό δυσῶδες σκέδασον, τῆς διανοίας μου.


Διάσωσον θαυματουργέ Ἱεράρχα πάσης ἀνάγκης, καί μανίας τοῦ πονηροῦ πολεμήτορος, τούς σέ τιμῶντας Παρθένιε θεοφόρε.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
΄Ηχος β'. Πρεσβεία θερμῇ
Λαμψάκου ποιμήν, ἐδείχθης ἐνθεώτατος, καί πάντας σοφέ, ἐξέπληξας τοῖς θαύμασι καί νῦν Πάτερ προΐστασο, τῶν θερμῶς προσιόντων τῆ σκέπη σου, καί τόν Σωτῆρα δυσώπει ἀεί, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.


’Ὠδή δ'. Εἰσακήκοα Κύριε.
Θείαν χάριν δεξάμενος, οἵᾳπερ θεράπων Χριστοῦ θερμότατος, ἀπαλλάττειν τήν ζωήν ἡμῶν, Πάτερ μή ἐλλιπής πάσης θλίψεως.

Ἐπωδύνων κακώσεων, λύτρωσαι Παρθένιε τῆ πρεσβεία σου, τούς προστάτην καί μεσίτην σε, κεκτημένους Πάτερ πρός τόν Κύριον.

Νεκρωθέντας ὦς ἤγειρας, τῆ ζωοποιῶ ἐντεύξει σου Ὅσιε, οὕτω ζώωσον Παρθένιε, νεκρωθεῖσαν Πάτερ τήν καρδίαν μου.

Θεοτοκίον.
Iησούν τόν πανάγαθον, ὄν άκαταλήπτως Κόρη ἐκύησας, καθικέτευε δωρήσασθαι, τῶν πλημμελημάτων ἡμῖν ἄφεσιν.


Ὠδή ἕ'. Φώτισον ἡμᾶς.
Ἔχοντες τήν σήν, προστασίαν οὗ πτοούμεθα, τῶν δαιμόνων καθ’ ἡμῶν τάς προσβολάς διά τοῦτο σοι προστρέχομεν Παρθένιε.

΄Ήστραψας ὦς φώς, καί ἀκτίσι τῶν θαυμάτων σου, διαλύεις τήν σκοτόμαιναν ἀεί, τῶν παθῶν ἡμῶν Παρθένιε πανθαύμαστε.

Μέγας ἀρωγός, ἀνεδείχθης ἡμῶν Ἅγιε διά τοῦτο σου δεόμεθα θερμῶς. Ἐξελοῦ ἡμᾶς στενώσεων καί θλίψεων.

Θεοτόκιον
Ἄχραντε Ἀγνῇ, Θεοτόκε Ἀειπάρθενε, ἐξελοῦ ἡμᾶς παντοίων πειρασμῶν, οἵα Μήτηρ τοῦ Θεοῦ ἡμῶν φιλάγαθος.


’Ὠδή στ'. Τήν δέησιν.
Σωμάτων, ἴασαι Πάτερ τούς πόνους, τῶν πρός σε μετά σπουδῆς προσιόντων, καί τῶν ψυχῶν ἀθυμίας τό βάρος, τό καταθλῖβον ἡμᾶς ἐπικούφισον, Παρθένιε θαυματουργέ, τῆ θερμῇ σου πρεσβεία πρός Κύριον.

Ῥυσθῆναι, τῆς τοῦ ἐχθροῦ κακουργίας, καί ἀπᾴσῃς ἀπειλῇς καί μανίας, καί πικροτάτων ἡμᾶς συμπτωμάτων, Χριστόν δυσώπει παμμάκαρ Παρθένιε ὅτι μεγίστην πρός αὑτόν, παρρησίαν πλουτεῖς ἱερώτατε.

Ὑπάρχων, θεοειδής Ἱεράρχης, ἀνεδείχθης τῶν πασχόντων προστάτης, καί θλιβομένων θερμός ἀντιλήπτωρ, καί ἐλατήρ τῶν δαιμόνων Παρθένιε διό τῆς σής δίδου ἡμῖν, ἀρωγῆς καθ’ ἑκάστην τάς χάριτας.

Θεοτοκίον.
Σέ πάντες, καταφυγήν ἐν ἀνάγκαις, καί βοήθειαν Παρθένε πλουτοῦντες, πάσης ἀνάγκης ἔν βίῳ καί ζάλης, τῆ χάριτι σου ταχέως λυτρούμεθα, Θεοκυήτορ Μαριάμ' διά τοῦτο ἀεί σέ δοξάζομεν.


Διάσωσον θαυματουργέ Ἱεράρχα πάσης ἀνάγκης, καί μανίας τού πονηροῦ πολεμήτορος, τούς σέ τιμῶντας Παρθένιε θεοφόρε.

’Ἄχραντε ἤ διά λόγου τόν Λόγον άνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὦς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.

Τοῖς τῶν θαυμάτων σου Πάτερ πυρσεύμασιν, ἀποδιώκεις παθῶν τήν σκοτόμαιναν καί ῥῶσιν καί χάριν οὐράνιον, καί εὐφροσύνην παρέχεις Παρθένιε, ἡμῖν τοῖς ἐκ πόθου τιμῶσι σε.


Προκείμενον.
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ όσιοί σου άγαλλιάσονται.
Στίχ. Μακάριος ἀνήρ ὅ φοβούμενος τόν Κύριον.

Εὐαγγέλιον. Ἐκ τού κατά Ματθαῖον.

Τῷ καιρῶ ἐκείνῳ, προσκαλεσάμενος ὅ Ἰησοῦς τούς δώδεκα Μαθητάς αὑτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτου, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν πᾶσαν νόσον καί πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὅ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγουν Εἰς ὀδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε. Πορεύεσθε δε μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δε κηρύσσετε, λέγοντες, ὅτι ἤγγικεν, ἤ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε δωρεάν ἐλάβετε, δωρεάν δότε.

Δόξα.
Ταῖς τού Ἱεράρχου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νΰν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. ἘλεῆμονΈλέησόν με ὅ Θεός .....
Προσόμοιον.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.

Θαύμασιν ἐκόσμησας, τήν σήν ζωήν Ἱεράρχα, καί πολλούς διέσωσας, λύμης τού ἀλάστορος ὦς φιλάγαθος δαψιλώς πᾶσι γάρ, νέμεις τάς ἰάσεις διά τοῦτο σου δεόμεθα. ’Ἴασαι "Ἅγιε, τῆς ψυχῆς ἡμῶν τήν κατήφειαν, καί ἄχθος τό τῶν θλίψεων, θᾶττον ἀφ’ ἡμῶν διασκέδασον, εἰρήνην παρέχων, ἡμῖν καί εὐφροσύνην ἀληθῆ, Πάτερ παμμάκαρ Παρθένιε, ταῖς σαῖς ἀντιλήψεσι.

Σῶσον ὅ Θεός τόν λαόν σου...

’Ωδή ζ'. Οἵ ἐκ τῆς Ἰουδαίας.

Ἀκαθάρτων πνευμάτων, ὦς καθεῖλες παμμάκαρ πᾶσαν τήν δύναμιν, οὕτω τῆς ἐπηρείας, αὑτῶν τῆς ὀλεθρίου, ἀσινεῖς διαφύλαττε, Παρθένιε θαυμαστέ, τούς σε ὑμνολογοῦντας.

Ἱλασμόν ἡμῖν αἰτεῖ, καί δεινῶν συντριμμάτων τήν ἐπανόρθωσιν, καί βίου εὐπραγίαν, καί πᾶσαν εὐλογίαν, ἐκ Θεοῦ Πάτερ Ὅσιε, τοῖς προσιοῦσιν άεί,τη σῇ σεπτῇ πρεσβεία.

Γεωργεῖν μετανοίας, τούς καρπούς με ένίσχυσον Πάτερ Ὅσιε, ὦς ἀν τῆς ἁμαρτίας, ἐκφύγω τήν ἀπάτην, καί ζωῆς τύχω κρείττονος, Παρθένιε ἱερέ, διά τῶν πρεσβειῶν σου.

Θεοτοκίον.
Ἔν ἀγκάλαις κρατοῦσα, ὤσπερ νήπιον Κόρη τόν ἀπερίληπτον, χειρῶν με τού Βελίαρ, ἀπάλλαξον ἔν τάχει, καί Θεῶ με οίκείωσαι, δι’ ἐναρέτου ζωῆς, Παρθένε Θεοτόκε.


Ὠδή ἡ'. Τόν Βασιλέα.
Ῥῦσαι με Πάτερ, τῆς τοῦ ἐχθροῦ δυναστείας, καί καταύγασον φωτί τῆς μετανοίας, τήν ἀμαυρωθεῖσαν, Παρθένιε ψυχήν μου.

Ἀπό σκανδάλων, καί μαγγανείας καί πλάνης, διά φύλαττε Παρθένιε ἀτρώτους, τούς ἐπιζητοῦντας, τήν σήν ἐπιστασίαν.

Σωματικῶν με, καί ψυχικῶν νοσημάτων, τήρει ἄτρωτον Παρθένιε παμμάκαρ, ὅ καρκίνου πάθος, τῷ λόγῳ θεραπεύσας.

Θεοτοκίον.
Ἴασαι Κόρη, τήν ἀσθενοῦσαν ψυχήν μου, δεινοῖς πάθεσι καί πλείσταις ἁμαρτίαις, ἰνᾷ σε δοξάζω τήν Κεχαριτωμένην.


Ὠδή θ'. Κυρίως Θεοτόκον.
Μεγίστων θαυμασίων, αὐτουργός υπάρχουν, μή διαλίπῃς παρέχειν ἑκάστοτε, ένί ἑκάστῳ Παρθένιε τά αἰτήματα.

Ό θεῖος τῆς Λαμψάκου, καί κλεινός ποιμάντωρ, θαυματουργέ Ἱεράρχα Παρθένιε, ὑπέρ ἡμῶν τήν Τριάδα ἀεί ἱκέτευε.

Ὑψίστου νϋν τῷ θρόνῳ, παρεσχώς παμμάκαρ, ἱκετηρίους άπαύστως προσάγαγε, ὐπερπάντων δεήσεις τῶν εὐφημούντων σε.

Θεοτοκίον.
Ὑπέρτερον τόν νοῦν μου, δεῖξον τῶν γηίνων, ὦς ύπερτέρα ἀπᾴσῃς τῆς κτίσεως, Θεοκυήτορ Παρθένε ἰνᾷ δοξάζω σε.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Λαμψάκου θεῖος πυρσός, ὅ καταπυρσεύων, ἐν τοῖς θαύμασι πᾶσαν γῆν χαίροις ὅ διώκων, παθῶν καί νοσημάτων, καί τῶν δαιμόνων ζόφον, Πάτερ Παρθένιε.

Θεῖος ἀνεδείχθης Ἀρχιερεύς, λαμπρότητι βίου, διαλάμπων ἀπό παιδός, καί τοῖς θαύμασι σου, πολλούς εὐεργετήσας, ἀξίως ἐδοξάσθης, Πάτερ Παρθένιε.

Ῥῦσαι μαγγανείας τῆς χαλεπῆς, καί πάσης μαγείας, ένεργεία τῆ τοῦ ἐχθροῦ, καί ἄτρωτον τήρει, ἡμῶν τόν βίον Πάτερ, ἐκ πάσης ἐπηρείας, τοῦ παναλάστορος.

Νόσους θεραπεύεις ὀδυνηρᾶς, καί καρκίνου πάθος, ἰασάμενος συμπαθῶς, δίδου ἡμῖν ῥῶσιν, ἔν βίῳ καί ὑγείαν, Παρθένιε παμμάκαρ, τῆ ἀντιλήψει σου.

Χαίροις Ἀποστόλων ὅ μιμητής, καί Ἀρχιερέων, ἐγκαλλώπισμα ἱερόν χαίροις τῶν θαυμάτων, ἤ πολυχεύμων κρήνη, Παρθένιε παμμάκαρ, ἡμῶν βοήθεια.

Μή ἐλλιπής Πάτερ ἐκδυσωπεῖν, τόν πάντων Δεσπότην, τού διδόναι ἡμῖν ἀεί, ἄφεσιν πταισμάτων, καί πᾶσαν εὐπραγίαν, Παρθένιε παμμάκαρ, ὦς συμπαθέστατος.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἱ "Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς:

Ἠχός β'. Ὅτε ἐκ τοῦ ξύλου.

Θεῖος Ἱεράρχης πεφηνώς, καί θαυμάτων πλήθει ἐμπρέψας, Πάτερ Παρθένιε, πάσης περιστάσεως, καί ἀλγηδόνος πίκρας, καί δαιμόνων κακώσεως, καί δολοπλοκίας, καί μαγείας λύτρωσαι, τούς προσιόντας σοι ἔχεις γάρ πολλήν παρρησίαν, πρός τόν Βασιλέα τῶν ὅλων, ἐκπληροῦν ἁπάντων τά αἰτήματα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.





Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης