Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Εικονίστριαν  Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Εικονίστριαν

Πεμ Νοε 21, 2019 11:19 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Εικονίστριαν


Ποίημα Αλεξάνδρου Μωραιτίδου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Εικονίστριαν  Panagi39

Ψαλλόμενος ἐν τῷ ἑξοδίῳ, κατὰ τὴν ἱερὰν προπομπὴν τῆς ϑαυματουργοῦ Εἰκόνος τῆς Θεομήτορος, τὴν τελουμένην τὴν  παραμονὴν τῶν Εἰσοδίων, ὅτε ἣ σεπτὴ Εἰκὼν κομίζεται πανδήμως εἰς τὴν σεβασμίαν αὑτῆς Μονήν, ἐν τῷ ἱερῷ τόπῳ τῆς εὐρέσεως.

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια.

Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα, τὸ παρόν,
Τῆς Παναχράντου τῇ Εἰκόνι προσπελάσωμεν, οἱ ϑλίψεσι καὶ νόσοις συνεχόμενοι, ἐν μετανοίᾳ κράζοντες καὶ ἐν στεναγμοῖς· Δὸς ἡμῖν βοήϑειαν Εἰκονίστρια Κόρη· δεῖξον τοῦς ους σου, τὴν ἀδάπανον χάριν, ὥσπερ τὸ πάλαι καὶ σκέπε ἡμᾶς σὲ γὰρ “Αγνὴ πολιοῦχον κεκτήμεϑα.

Καὶ νῦν. Ὄμοιον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ἀρχόμεϑα τοῦ Κανόνος

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. “Ὑγρὰν διοδεύσας.

Χοροὺς συγχροτήσαντες μυστικούς, Σκιαϑίων παῖδες, συμπροπέμψωμεν εὐλαβῶς, τῆς Πολιούχου ἡμῶν τὴν Εἰκόνα, τὴν χαριτόβουτον Εἰκονίστριαν.

Παρϑένοι ἐξάρξατε τῆς ὠδῆς, λαμπαδηφοροῦσαι, τῇ σεπτῇ ταύτῃ προπομπῇ, τῆς ᾿Αειπαρϑένου Κουνιστρίας, πρὸς τὰ ἀγαπητὰ αὐτῆς σκηνώματα.

Χοροὶ ἱερέων πανευλαβῶς, νῦν ἀναλαβόντες, τὸν ἀτίμητον ϑησαυρόν, τῆς τρισευτυχοῦς ἡμῶν πατρίδος, καἰνοπρεπῶς μελῳδοῦντες προάγετε.

Οὐκ ἔστι Παρϑένε ἄσμα καινόν, ἄλλο ἢ τὸ ᾷδειν, τῆς Εἰκόνος σοῦ τῆς σεπτῆς, εὕρεσιν τὴν ξένην, καὶ τὰ ξένα ὕμνολογεῖν αὐτῆς τεράστια.


‘Ωδὴ γ΄. Οὐρανίας ἁψίδος.
Γηραιός ἐρημίτης, ὁ Συμεὼν εὗρέ σε, πρῶτος ἐν τῇ πεύκῃ, ἀγλαῶς ἐναπαστράπτουσαν, ὡς φῶς τὸ ἀνέσπερον, εἰς τὸν βουνὸν τὸν δασώδη, Εἰκὼν τῆς Πανάγνου Κόρης, ὦ Εἰκονίστρια.

Θαυμαστῶς αἰωρεῖτο, ἐν τοῖς κλάδοις ἄφϑαστος, ἣ Εἰκὼν τῷ γέροντι οὖσα, ὅστις καὶ ἔδραμε, τῇ κώμῃ φέρων χαράν, τὴν ἔνϑεον καὶ κραυγάζων· Δεῦτε ἴδετε μέγιστον ϑέαμα.

Καἱ λαός τε καὶ κλῆρος, ἐκ τοῦ Κάστρου ἔσπευσαν, λαμπαδηφοροῦντες, ὑμνοῦντες, καὶ σὲ παρέλαβον, ἐν φόβῳ τε καὶ χαρᾷ, καὶ ἐναπέϑεντο τότε, ἐν τῷ ἱερῷ εὐκτηρίω τοῦ γέροντος.

Τἧς Εἰκόνος σου Κόρη, ἡ ϑαυμαστὴ εὕρεσις, διαβοηϑεῖσα τοῖς πέριξ, πιστῶν συνήγαγε, Παρϑενομῆτορ ᾿Αγνή, προσκυνητῶν σου πληϑύας, αἰτουμένων ἑκάστῳ τὸ καταϑύμιον.

Τι μοι ὕδωρ δροσίζον, ἕν τῷ φλογμῷ καύματος; Τί μοι αὔρα λεπτὴ καὶ δρόσος; Ἢ κρινοστάλακτος, μορφή σου Κόρη ἁγνή, πλέον εὐφραίνει καρδίας, τῶν πιστῶν ἀστράπτουσα, χάριν καὶ ἔλεος.

Νῦν κροτήσωμεν χεῖρας, πανδημεὶ Σκιάϑιοι, ὅτι τὴν αὑτῆς εὐλογίαν, ἡμῖν κατέπεμψεν, οὐσιωδῶς ἣ Ἀγνή, τὴν αὑτῆς σεπτὴν Εἰκόνα, χαρισαμένη ἡμῖν, τὴν Εἰκονίστριαν.


Ἠμᾶς τοὺς εὐλαβῶς κυκλοῦντας, τὴν Εἰκόνα σου Παρϑένε, ὦ Εἰἱκονίστρια σεπτή, διάσωζε πάντοτε· σὺ γὰρ εἶ καὶ τεῖχος ἡμῶν καὶ σκέπη.

Βλἔψον ἱλαρῶς, ὦ Παρϑένε ἣ κατάκαρπος ἐλαία, ἐφ ἡμῖν τοῖς ϑλιβομένοις, ἡ πάντων πιστῶν, τὰς ψυχὰς φαιδρῶς ἱλαρύνουσα, καὶ πλήρωσον χαρᾶς ἡμῶν τὴν καρδίαν.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πταιόντων σὺ εἶ, συγχώρησις Πανάχραντε, δικαίου Κριτοῦ, δυσώπησις ἀνίκητος· διό σοι προσπίπτομεν, ἣμᾶς τοὺς καϑ΄ ἑκάστην πταίοντας συγχώρησον, καὶ τὴν ὑγείαν δίδου τῆς ψυχῆς, καὶ σώματος τὴν ῤῶσιν ὦ Εἰκονίστρια.

Εἶτα ἐξακολουϑεῖ ὁ Κανών.

Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.

Εἰσακήκοε Δέσποινα, ὁ πιστὸς λαός σου τὰ σὰ τεράστια κατενόησε τὴν χάοιν σου καὶ Ναὸν εὐπρεπῆ σοι ἀνήγειρε.

Τυφλοὺς Κόρη ὠμμάτωσας, παρειμένους ὅλως ἄφνω συνέσφιγξας, καὶ χωλοὺς εὐδρόμους ἔδειξας, καὶ ὑγείαν νοσοῦσιν ἀπέδωκας.

Δαιμονῶντας Παγνάχρατε, τοῖς αὑτῶν οἰκείοις σὺ ἐναπέδωκας, σωφρονοῦντας καὶ δοξάζοντας, τὴν ἀπειροδύναμόν σου δύναμιν.

Ἀσεβῶς ἀποκόψαντα, καὶ ἀφρόνως κλάδον ἀπὸ τῆς πεύκῆς σου, φρικτῷ ϑανάτῳ ἐπάταξας, εἰς φόβον τῶν ὁρώντῶν καὶ αἴσϑησιν.

Ἐξαιτοῦμαί σε Δέσποινα, φώτισον κἀμοῦ, τὴν τυφλὴν διάνοιαν, ὅπως ἴδω τὴν ἀσϑένειαν, τῆς ψυχῆς μου Κόρη καὶ σωϑήσομαι.


Ὠδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἴνα τὶ ὦ Παρϑένε, ἀπὸ τοῦ προσώπου σου νῦν ἀπώσω ἣμᾶς, καὶ ὀδύναι καὶ ϑλίψεις τε, ἀνάγκαι τε εὕροσαν Ἄχραντε, ἀλλὰ πέμψον ἡμῖν, τὸ πρῶτόν σου φῶς τὸ τοῦ δάσους, καὶ ὁδοὺς τοῦ Υἱοῦ σου ὀψόμεϑα.

Δαιμονῶνα ἰάσω, Πύϑωνος δαιμόνιον πάνδεινον ἔχοντα· ἱερέως δ᾽ εἶτα τούτου χειροτονουμένου, ἐν σῷ Ναῷ βροντὴ ἐγεγόνει, ξενήκουστον μέγα τέρας! τελέως τότε ἐξελϑόντος τοῦ δαίμονος.

Ἀλλον δαίμονα αὖϑις, ἄνθρωπον δεινῶς βασανίζοντα Ἄχράντε, φοβερὸν ἐγγίσαι φριχτόν τε θεάσασθαι, ἀπήλασας, τοῦ σοῦ ἡγουμένου, τοῖς προσευχαῖς καὶ ταῖς νηστείαις· καὶ ἐξῆλϑεν ὁ δαίμων ἀπὸ τοῦ ὄνυχος.

Ἔν κραββάτῳ προσήχϑη, ἐκ Τριχέρων Κόρη μογιλάλος παράλυτος, ποτὲ τῷ Ναῷ σου, ἐλεεινὸν τοῖς ἅπασι ϑέαμα, πίστει τὸ καὶ πόϑῳ, καὶ μεϑ᾽ ἡμέρας ἐπανήει, δοξολογοῦσά τε καὶ βαδίζουσα.

Ἀγαλλέσθωσαν πάντες, οἱ δρυμοὶ τῆς Σκιάϑου οἱ παντευλόγητοι, καὶ ἤχῳ τῶν φύλλων, καινοτρόποις ἕν ὕμνοις σκιρτάτωσαν· ὅτι ὡς τρυγών τις ἐσκήνωσεν ὑμῶν τοῖς κλάδοις, ἡ»Εἰκὼν τῆς ᾿Αγνῆς ἥ φιλέρημος.


Ὠδὴ ς.΄ Ἰλάσϑητί μοι.
Ἀπαριθμῆσαι οὐδείς, τὰ σὰ ϑαυμάσια δύναται, οὐ λόγοις οὐδὲ γραφῇ, ταῦτα διηγήσασϑαι· ὡς ὄμβρος ἐκχέονται ἀπὸ σοῦ ἀφϑόνως, Παναγία Εἰκονίστρια.

Τίς ὄνομά σου ἡδύ, ἐπεκαλέσατο Ἄχραντε, ἐν ϑλίψεσι καὶ  ἢ δεινοῖς, ἐν ταλαιπωρίαις τε, καὶ πόϑου οὐχ ἔτυχε, δαψιλῶς ἐν πᾶσι, Παναγία Εἰκονίστρια.

Τοῖς πλέουσι δεξιός, σὺ Κυβεονῆτις γεγένησαι, καὶ ἄγκυρα κραταιά, σὺ τοῖς ϑαλαττεύουσιν, ἐλπὶς ἀκαταίσχυντος, τῶν ἀπηλπισμένων, Παναγία Εἰκονίστρια.

Διαβληϑέντα ποτέ, τῇ ἀρχῇ ἄνδρα περίδοξον, καὶ φεύγοντας τὰ δεινά, καὶ περιπλανώμενον, διέσωσας Δέσποινα, ὅς εὐγνωμονῶν σοι, τὴν Εἰκόνα κατεχρύσωσεν.

Ἀγγέλον αἷ στρατιαί, τὰς χάριτάς σου ϑαυμάζουσαι, ὦ Παρϑενίας ἁγνόν, ἱερὸν ἀπάνϑισμα, εἰς Ναὸν ὁρῶσαί σε νῦν εἰσαγομένην, Χαῖρε Κόρη ἀνεκραύγαζον.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἰωακείμ  καὶ τῆς “Ἄννης φυτὸν τὸ ϑεόβλαστον, πανακήρατε Κόρη, πιστῶν ἱλαστήριον, εἰσαγομένη σήμερον εἷς Ναὸν τοῦ Θεοῦ, συνεισάγαγε ἔνδον αὐτοῦ, καὶ τὰς δεήσεις ἡμῶν τῶν ϑερμῶς δεομένων σου. Ἴδε ἡμῶν τὴν πίστιν, τὴν ὀδύνην καὶ τὴν ϑλίψιν, ἣ προστασία τῶν Χριστιανῶν ἧ ἀκαταίσχυντος.

Καὶ εὐϑύς͵ Προκείμενον.
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Σ τίχ. ᾿Απενεχϑήσονται τῷ Βασιλεῖ Παρϑένοι ὀπίσω αὐτῆς.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα
Πάτερ Λόγε Πνεῦμα. Τριᾶς ἣ ἐν Μονᾶδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Εἶτα Στίχ. Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι..

Τά ϑεῖα ἐλέη σου, μὴ ἀποστρέψῃς Παρϑένε, ἀφ᾽ ἡμῶν τῶν δούλων σου, οἷς ποτε εὐδόκησας τὴν Εἰκόνα σου, τὴν Εἰκονίστριαν, δῶρον ἀτίμητον, καταπέμψαι ϑαυματόβρυτον, κρήνην ἰάσεων, καὶ ἐν τοῖς δεινοῖς παραμύϑιον· μεϑ᾽ ἧς περ λιτανεύοντες, νῦν ἐν μετανοίᾳ δεόμεϑά σου· Ἄνοιξον Παρϑένε, τὰ σπλάγχνα τῶν ἀπείρων οἰκτιρμῶν, καὶ τὰς αἰτήσεις ἐπάκουσον, τῶν παρακαλούντων σε,

Σῶσον ὁ Θεὸς τὸν λαόν σου. Τό, Κύριε ἐλέηοον ιβ΄.
Μετὰ δὲ τό, “Ελέει καὶ οἰκτιρμοῖς, ἀποπληροῦμεν τὸν Κανόνα.

Ὤδὴ ζ΄. Παῖδες Ἑβραίων.

Λάμψον τὸ φῶς σου Θεοτόκε, καὶ ἡμῖν τοῖς πόθῳ ἄνυμνοῦσι, τὰ μεγαλεῖά σου νῦν, ὡς ἔλαμψας ἐν πεύκῃ φωτίσασα τοῦ γέροντος, Συμεῶνος τὴν καρδίαν.

Ίδω κἀγὼ Παρϑενομῆτορ, τὴν ἀνταύγειαν τῆς ἱλαρᾶς μορφή σου ἢ, ὅτε μου ἢ ψυχή, χωρίζεται τοῦ σκήνους, καὶ λυτρωϑῶ τῆς ὄψεως, τῆς ζοφώδους τῶν δαιμόνων.

Πάϑη δεινὰ καὶ κλόνους Κόρη, τὴν ἀϑλίαν συσπαράσσοντα ψυχήν μου, καταμάστιξον νῦν, ὡς πνεύματα πολλάκις, ἔμάστιξας ἀκάϑαρτα, τῶν σωμάτων μαστικτῆρας.

Ἐὕπλοιαν δίδου μοι Παρϑένε, Εἰκονίστρια ἐν τῷδέ μου τῷ βίῳ, ὅπως φϑάσω κἀγώ, εἰς ἄκλυστον λιμένα, καὶ γὰρ πολλάκις ἔσωσας ἐν κινδύνοις τοὺς πλωτῆρας.

Χαίρων ἀνέϑετό σε Κόρη, εἰς τὰ Ἄγια ὁ ϑεῖος Ζαχαρίας, ἣ τὴν σεπτήν σου δὲ νῦν, Εἰκόνα εἰς Ναόν σου, ἐν δόξῃ καϑιέρωσε, Συμεὼν ὁ ἐρημίτης.


Ὠδή η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Παριστάμενοι κύκλῳ σοῦ ἕν πίστει, οἱ τῆς νόσου δεινῶς, ποντούμενοι τῷ σάλῳ, δεόμεϑά σου Κόρη ἐλευϑέρωσον, τῆς ὀδύνης ταύτης, ἵνα σε ὑμνῶμεν, τὴν Κεχαριτωμένην.

Τρἰετίζουσαν Δάμαλιν τοῦ Νόμου, σὲ παρέστησξ γραφεύς, τῇ σεπτῇ Εἰκόνι, πάγκαλον βλάστην τῆς ᾿Ααρωνίτιδος, ὑμνουμένης δάβδου, ἐν Ναῷ Κυρίου, νῦν εἰσαγομένην.

Τῶν ᾿Αγγέλων μιμούμενοι τὰς τάξεις, μελῳδήσωμεν νῦν, πρὸς τὴν Παρϑένον Κόρην Θυμιατήριον χαῖρε τὸ πάγχρυσον, ἄνϑρακος ἀὕλου τε, ἅμα καὶ ἀστέκτου,εὐῶδες χαῖρε ρόδον.

Ἄλλη βάτος πυρφόρος ἀνεφάνη, ἧ τοῦ δάσους Εἰκονοφόρος σεπτὴ πεύκη· ἐφλέγετο γὰρ Καὶ οὐ κατεκαίετο, φλόγα τῆς Εἰκόνος, αὐτῇ ἀναδιδούσης, δρόσῳ κεκραμένην.


Ὠδὴ ϑ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐπέστης τῷ ζωγράφῳ νυχτός ποτε, σκοπουμένῳ καϑᾶραι Πανάχραντε, τὴν ϑαυμαστήν, ταύτην σου Εἰκόνα καὶ γεραράν, ἁμαυρωϑεῖσαν χρόνοις τε, καὶ καιροῖς πλὴν ϑάλλουσαν δαψιλῶς, τῇ ϑείᾳ σου δυνάμει, καὶ εἶπας· Μὴ τολμήσῃς, χεῖρα βαλεῖν, ἢ ϑανατώσω σε.

Ὀπῶς ἧ ϑεία χάρις σου κραταιά, Παναγία μου ὦ Εἰκονίστρια, εἷς πᾶσαν γῆν, φϑάνει καλουμένη πανευλαβῶς· διὸ καὶ εἰς Λεβάδειαν, ἐπεφάνης ἄρχοντι εὐσεβεῖ, τῷ Φίλωνι καὶ τούτου, ϑυγάτριον ἰάσῳ, ἐπιληψίᾳ κατεχόμενον.

Ευφραίνου καὶ ἀγάλλου ὦ Συμεών, τῇ παρούσῃ ἡμέρᾳ καὶ χόρευε, καὶ γὰρ πολλῷ, σὺ τοῦ Μωῦύσέως τῆς παλαιᾶς, ἑφάνης εὐτυχέστερος, ὅτι καὶ προσήγγισας τῇ φλογί, τῆς καϊομένης πεύκης, καὶ τὴν σεπτὴν Εἰκόνα, κατηξιώϑης ἀγκαλίσασϑαι.

Ἠμᾶς τοὺς λιτανεύοντάς σοι Ἄνγή, καὶ ἐν δάκρυσιν ὕμνους προσφέροντας, καὶ ἐν ψυχαῖς, νῦν ὀδυνομέναις τὴν κραταιάν, προσδεχομένους σκέπην σου, πρόφϑασον ὡς πάλαι ἀντιλαβοῦ, καὶ δῦσαι τῆς ἀνάγκης, τῆς ἐνεστώσης ὅτι, τέκνα ἐσμέν σου Εἰκονίστρια.

Το ἔλεός σου δίδου Μῆτεῤ ᾿Αγνή, τῇ νήσῳ τῇδε ἣν καϑηγίασας, τῇ ἱερᾷ, ταύτῃ σου Εἰκόνι καὶ κατοικεῖν, ἣν ἧρετίσω Πάναγνε, ἐκ πασῶν τῶν πόλεων καὶ χωρῶν, ὡς ἂν εὖχαριστοῦντες, ἀεὶ τὰ ἀρεστά σοι, ἐπιτελῶμεν Εἰκονίστρια.

Νεκρώσιμον
Ἐν χώρα ζώντων, μόνε Δημιουργέ, ἐν σκηναῖς τῶν Δικαίων ἀνάπαυσον, δούλους πιστούς, οὖς τῷ σῷ βουλήματι ἀπὸ γῆς, μετέστησας ᾿Αϑάνατε, πατέρας μητέρας καὶ ἀδελφούς καὶ τέκνα καὶ οἰκείους, ἡμῶν ταῖς ἱκεσίαις, τῆς πανευσπλάγχνου Θεομήτορος.

Καὶ Εὐθύς
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Δεύτε οἱ τελοῦντες τὴν προπομπήν, τῆς σεπτῆς Εἰκόνος, καὶ τῆς Θεόπαιδος Μαριάμ, ταύτην προσκυνοῦντες, ἐν πίστει τε καὶ πόϑῳ, ἀντλήσωμεν ὑγείαν, ψυχῆς καὶ σώματος.

Ἔχοντες Πανάχραντε τὴν σεπτήν, ταύτην σου Εἰκόνα, ἀπροσμάχητον βοηϑόν, πρὸς αὐτὴν ἐν πίστει, προσφεύγονῖτες ἐν πάσῃ, ἀνάγκῃ τε καὶ ϑλίψει, παραμυϑούμεϑα.

Ἄπειρος ἡ δόξα σου πανταχοῦ, τὰ ϑαυμάσιά σου ὑπερέχοντα πάντα νοῦν, ἔκϑαμβον τὸ κάλλος, τῆς ἱλαρᾶς μορφῆς σου, Ἄχραντε Παναγία, ὦ Εἰκονίστρια.

Καϑαρϑέντες σώματι καὶ ψυχῇ, ὥσπερ αἱ παρϑένοι, συμπροπέμψωμεν καὶ ἡμεῖς, λαμπαδηφοροῦντες, ἐν τῷ αὖτῆς τεμένει, τὴν τῆς ᾿Αγνῆς Εἰκόνα, τὴν Εἰκονίστριαν.

Χάρμα τῆς Σκιάϑου καὶ ϑησαυρός, σὺ ὑπάρχεις ὄντως, πολιοῦχος Εἰκὼν σεπτή, τῆς ᾿Αειπαρϑένου Παιδὸς ἐλπὶς καὶ σκέπη, καταφυγὴ καὶ τεῖχος, ὦ Εἰκονίστρια.

Ἴλεως Παρϑένε γενοῦ ἡμῖν, τοῖς σὲ Θεοτόκον καὶ κυρίως καὶ ἀληϑῶς, καϑομολογοῦσι, καὶ ὀῦσαι πάσης βλάβης, καὶ νόσου καὶ κινδύνων, καὶ περιστάσεων.

Δἐξασϑε τὰ ἄλση καὶ οἱ δρυμοί, οἱ τῆς Κουνιστρίας, ἄρωμάτων ἐν ἐμπνοαῖς, λαλιαῖς πτηνῶν τε, ὑμῶν τὴν ὀρεινόμον, τὴν λάμψασαν ἐν πεύκῃ, τὴν Εἰκονίστριαν.

Εἶτα Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

τὸ Ἀπολυτίκιον τῶν Εἰσοδίων, Ἦχος δ’.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.

Πάντας τοὺς φρονοῦντάς σε ᾿Αγνή, ὄντως Θεοτόκον καὶ πίστει, ἀσπαζομένους ἀεί, τὴν σεπτὴν Εἰκόνα σου, τὴν Εἰκονίστριαν, καὶ τιμῶντας Πανάχραντε, τὴν τῶν Εἰσοδίων, ἕορτὴν τὴν πάντιμον, σῶζε παντοίων δεινῶν, ϑλίψεων καὶ νόσων ποικίλων, ὃτι σὲ κεκτήμεϑα μόνην, σκέπην καὶ φρουρὸν καὶ καταφύγιον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης