Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τους Αγίους Μεγαλομάρτυρες Τιμοθέον και Μαύρας Empty Παρακλητικός Κανών εις τους Αγίους Μεγαλομάρτυρες Τιμοθέον και Μαύρας

Σαβ Νοε 16, 2019 8:22 am
Παρακλητικός Κανών εις τους Αγίους Μεγαλομάρτυρες Τιμοθέον και Μαύρας

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τους Αγίους Μεγαλομάρτυρες Τιμοθέον και Μαύρας A_aa10
Εορτάζετε στις 3 Μαΐου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ὡς Ἀθλοφόροι εὐκλεεῖς του Σωτῆρος, θαυματουργεῖτε παραδόξως ἐν κόσμω καί πειρασμῶν τόν ζόφον διαλύετε• ὅθεν τους προστρέχοντας, τή σεπτή ὑμῶν σκέπη, Ἅγιε Τιμόθεε, καί θεοληπτε Μαῦρα, τῶν ἐν τῷ βίω ρύσασθε δεινῶν καί πολυτρόπων σκανδάλων καί θλίψεων.

Δόξα. Το αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ο Κανών οὖ η ακροστιχίς
Ἁθλητών δυάς ἠμᾶς φρουρεῖτε. Γερασίμου»

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ἁγίων Μαρτύρων ἡ ξυνωρίς, Τριάδα τήν θείαν, ἱκετεύσατε ἐκτενῶς, Τιμόθεε μάκαρ σύν τή Μαῦρα, πάσης ρυσθῆναι ἠμᾶς περιστάσεως.

Θαυμάτων, πηγάζοντας δωρεᾶς, Τιμόθεε μάκαρ, καί ἡ Μαῦρα ἡ εὐκλεής, ψυχῶν καί σωμάτων ἀσθενείας, τή ἐπισκέψει ὑμῶν θεραπεύετε.

Λαμπόμενοι αἴγλη τή θεϊκή, παθῶν τήν ὁμίχλην, διαλύετε ὁλικῶς τῶν πίστει καί πόθω προσιόντων, ἐν τῷ ναῶ ὑμῶν Ἅγιοι Μάρτυρες.

Θεοτοκίον
Ἡλίου τῆς δόξης ἀνατολή, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, τήν ἐσκοτισμένην μου καρδίαν, τῷ φωτισμῶ τῆς σῆς χάριτος λάμπρυνον.


Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Τῶν διαμονῶν τά θράση, τά καθ’ ἠμῶν θραύσατε, καί τῶν πειρασμῶν τάς ἑφόδους, ἐναποκρούσασθε Μάρτυς Τιμόθεε, καί Θεοδόξαστε Μαῦρα καί ζωήν ἀτάραχον ἠμίν βραβεύσατε.

Ὡς λαβόντες τήν χάριν, παρά Χριστοῦ Ἅγιοι, πάντοτε πληροῦν τάς αἰτήσεις, πιστῶν ταχύτατα, ἠμῶν προΐστασθε, πάση τοῦ βίου ἀνάγκη πειρασμῶν ἐξαίροντες, τούς κινδυνεύοντας.

Νοσημάτων τήν φλόγαν, καί τῶν παθῶν καύσωνα, δρόσω τῆς θερμῆς σου πρεσβείας, καί ἀντιλήψεως σβέσον δεόμεθα, Μαῦρα Χριστοῦ Ἀθλοφόρε, ἐκ τῶν προσιόντων σοῖ ψυχῆς θερμοτητι.

Θεοτοκίον
Διά σπλάχνα ἐλέους, σωματωθεῖς Ἄχραντε, ὁ τό εἶναι πάσι παρέχων, δί’ ἀγαθότητα ἐκ τῶν αἱμάτων σου, καταφυγήν σέ καί σκέπην κόσμου ἀπειργάσατο, μόνη Πανύμνητε.


Διάσωσον τῶν Ἀθλητῶν συζυγία δεδοξασμένη, παντός κινδύνου καί πάσης βλάβης καί θλίψεως, τούς εὐλαβῶς προσιόντας ὑμῶν τή σκέπη.

Ἐπιβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστᾶται ἠμῶν καί φύλακες καί ἔφοροι καί πρέσβεις θερμοί, πρός Κύριον ὑπάρχοντες, Μαῦρα θεομακάριστε, καί Τιμόθεε Μάρτυς ἀήττητε, μή παύσησθε ἀεί δυσωπεῖν διδόναι ἠμίν χάριν καί ἔλεος.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Ὑπέρ πάντων πρεσβεύσατε, τῶν καταφευγόντων ὑμίν ἐκ πίστεως, Μάρτυς Μαῦρα καί Τιμόθεε, ρύεσθαι παντοίων περιστάσεων.

Ἀσθενούσι τήν ἴασιν, καί τοῖς θλιβομένοις τήν ἀνακούφισιν, Μάρτυς Μαῦρα καί Τιμόθεε, τή ὑμῶν πρεσβεία χορηγήσατε.

Σωτηρίαν εὐρίσκομεν, τήν κατά ψυχήν καί σῶμα ἑκάστοτε, τῷ ναῶ ὑμῶν προστρέχοντες, Μαῦρα καί Τιμόθεε ἀήττητοι.

Θεοτοκίον
Ἡ Θεόν τόν φιλάνθρωπον, ἐξ ἁγνῆς νηδύος σου σωματώσασα Θεοτόκε, Ἀειπαρθένε, τῆς σῆς εὐσπλαχνίας μέ ἀξίωσον.


Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Μάρτυρες Χριστοῦ, Ὀρθόδοξων ἀντιλήπτορες, τούς ζητοῦντας τήν βοήθειαν ὑμῶν, ἀντιλήψεως ἁγίας ἀξιώσατε.

Ἄλυπον ἠμῶν , τήν ζωήν καί ἀστασίαστον, ὤ Τιμόθεε καί Μαῦρα εὐκλεής, διασώζετε ὑμῶν τή θεία χάριτι.

Σκέπην ἀσφαλῆ, ὑμᾶς ἔχον ἐπαγγάλεται, Ἡλιούπολης ἡ πόλις ἀληθῶς, ὤ Τιμόθεε καί Μαῦρα συμπαθέστατοι.

Θεοτοκίον
Φύλαττε ἠμᾶς ἀσινεῖς Παρθένε Ἄχραντε, ἐκ ποικίλων προσβολῶν τοῦ πονηροῦ, τήν ζωήν ἠμῶν ἐνθέως κατευθύνουσα.


Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Ρυσθῆναι, κακοπραγίας ἁπάσης, καί δεινῶν πειρατηρίων τοῦ βίου, τόν ἀγαθόν ἱκετεύσατε Λόγον, τούς τῷ ναῶ ὑμῶν πίστει προστρέχοντας, Τιμόθεε Μάρτυς Χριστοῦ, καί θεοληπτε Μαῦρα πανεύφημε.

Οἱ νόσοις, καί συμφοραῖς καί ἀναγκαις καί πικραῖς στενοχωρίαις τοῦ βίου, στενοχωρούμενοι μέχρι θανάτου, τόν σόν φωνούσιν ἐκ πίστεως ὄνομα, Μαῦρα Μαρτύρων καλλονή, καί ταχέως λυτροῦνται τῶν θλίψεων.

Ὑμνοῦμεν ὑμῶν τούς θείους ἀγώνας, καί κηρύττομεν θαυμάτων τήν χάριν, καί τήν θερμήν προστασίαν καί σκέπην, Μαῦρα θεοφρον καί θεῖε Τιμόθεε• ὅτι προστᾶται εὐμενεῖς, ἀληθῶς ἠμίν ὤφθητε Ἅγιοι.

Θεοτοκίον
Ρανίσι, τῆς εὐσπλαχνίας σου Κόρη τήν δεινῶς μεμολυσμένην ψυχήν, τοῖς μολυσμοῖς τῶν ἀτόπων μου ἔργων, ὡς συμπαθής Θεοτόκε ἀπόπλυνον, καί δεῖξον μέ δοῦλον Χριστοῦ, πειθαρχοῦντα τοῖς θείοις θελήμασι.


Διάσωσον τῶν Ἀθλητῶν συζυγία δεδοξασμένη, παντός κινδύνου καί πᾶσης βλάβης καί θλίψεως, τούς εὐλαβῶς προσιόντας ὑμῶν τή σκέπη.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τή προστασία ἠμῶν καταφεύγοντες, Μαῦρα θεοφρον καί θεῖε Τιμόθεε, ρυόμεθα πόνων καί θλίψεων, καί χαλεπῶν προσβολῶν τοῦ ἀλάστορος• πιστῶν γάρ ἐστέ ἀντιλήπτορες.

Προκείμενον.
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τή γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν. (Κέφ. 21' 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς• Προσέχετε ἀπό τῶν ἀνθρώπων• ἐπιβαλούσι γάρ ἐφ’ ὑμᾶς τάς χείρας αὐτῶν καί διώξουσι, παραδίδοντες εἰς συναγωγᾶς καί φυλακάς, ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δέ ὑμίν εἰς μαρτύριον. Θέσθε οὔν εἰς τάς καρδίας ὑμῶν, μή προμελετᾶν ἀπολογηθῆναι• ἐγώ γάρ δώσω ἠμίν στόμα καί σοφίαν, ἤ οὐ δυνήσονται ἀντειπεῖν, οὐδέ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμίν. Παραδοθήσεσθε δέ καί ὑπό γονέων καί ἀδελφῶν καί συγγενῶν καί φίλων, καί θανατώσουσι ἐξ ὑμῶν• καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομά μου• Καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀποληται. Ἐν τή ὑπομονή ὑμῶν κτείσασθε τάς ψυχᾶς ὑμῶν.

Δόξα.
Ταῖς τῶν Ἀθληφόρων, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ζεῦγος Θεοτίμητον, τῶν εὐκλεῶν Ἀθλοφόρων, Ἅγιε Τιμόθεε, καί Μαῦρα θεοσοφέ, καί πανεύφημε, τήν ἠμῶν δέησιν, εὐμενῶς δέξασθε, καί ἁπάντων τά αἰτήματα, ἠμῶν πληρώσατε, ταῖς ὑμῶν ἁγίαις δεήσεσι, παραπτωμάτων ἄφεσιν, καί ὑγείαν πάσι παρέχοντες, καί πάσης ὀδύνης, καί μάστιγος καί λύπης καί ὀργῆς, ἀπαλλαγήν ἑξαιτούμενοι, οἴα συμπαθέστατοι.

Σῶσον ὁ Θεός τὸν λαόν σου…

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Εὐπραγίαν ἐν βίω καί εἰρήνην τελείαν καί θεῖον ἔλεος, Τιμόθεε τρισμάκαρ, καί Μαῦρα πανολβία, τοῖς βοῶσιν αἰτήσασθε, ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.

Ἰαμάτων τήν χάριν, Θεοδόξαστε Μαῦρα ἀπλοῦσα πάντοτε, δαιμόνον ἐπηρείας, τούς πάσχοντας λυτροῦσαι, καί ὑγείαν τοῖς χρήζουσι, τή σή θερμή ἀρωγή, παρέχεις παραδόξως.

Τούς δεινῶς τρυχομένους, χαλεπαῖς δυσχερείαις καί ἀρρωστήμασι, λυτρώσασθε ταχέως, ὑμῶν τή ἀντιλήψει, παναοίδιμοι Μάρτυρες, τῶν συνεχόντων κακῶν, ὡς τῶν πιστῶν προστᾶται.

Θεοτοκίον
Ἐξ ἀχράντου σου μήτρας, προελθῶν ἀπορρήτως Χριστός ὁ Κύριος, προστάτιν σέ ἁπάντων, ἀνέδειξε Παρθένε, τῶν πιστῶς ἐκβοώντων σοί• χαῖρε ἡ σκέπη ἠμῶν, Ἁγνή Θεογεννῆτορ.


Ὠδή γ΄. Τόν βασιλέα
Ἡλιούπολης, ὑμᾶς ἡ κώμη γεραίρει, ἀντιλήψεως ὑμῶν τάς χορηγίας, πίστει καρπουμένη, Τιμόθεε καί Μαῦρα.

Ἐξ ἐπήρειας, τῶν ἀκαθάρτων πνευμάτων, ἁπαλλάξασθε ὑμῶν τή προστασία, τούς ὑμᾶς τιμώντας Τιμόθεε καί Μαῦρα.

Ρῶσιν τελείαν, οἱ εὐλαβῶς προσίοντες, τῷ ναῶ ὑμῶν καρπούμενοι ὑμνούσιν, ἰμῶν τούς ἀγώνας, Τιμόθεε καί Μαῦρα.

Θεοτοκίον
Ἀδιαφθόρως, τόν Θεόν Λόγον τεκοῦσα, τήν φθαρεῖσάν μου ψυχήν τή ἁμαρτία, ἴασαι Παρθένε, τή σή ἐπιστασία.


Ὠδή θ΄. Κυρίως Θεοτόκον
Σωτήριον λιμένα, τόν ναόν πλουτοῦντες, ὑμῶν ὤ Μαῦρα καί θεῖε Τιμόθεε, τρικυμιῶν τῶν τοῦ βίου ἀπολυτρούμεθα.

Ἰάσεις χορηγοῦσα, Μαῦρα Ἀθληφόρε, τούς ἀσθενείαις καί πόνοις στενάζοντας, τῆς ποθητῆς θεραπείας Μάρτυς ἀξίωσον.

Μαρτύρων συζυγία, Τιμόθεε θεῖε, καί θεοδόξαστε Μαῦρα τηρήσατε, τῷ τῆς ἀγάπης συνδέσμω ἠμᾶς καί πίστεως.

Οἱ πάσαν καθελόντες, τοῦ ἐχθροῦ τήν πλάνην, Μαῦρα θεοφρον καί θεῖε Τιμόθεε, ἠμᾶς συντρίβειν τά κέντρα αὐτοῦ σθενώσατε.

Θεοτοκίον
Ὑπεραγνέ Μαρία, Κεχαριτωμένη, τήν μιανθεῖσαν καρδίαν μου τοῖς πάθεσι, τή ρυπτική σου πρεσβεία πλῦνον καί σῶσον μέ.


Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Ζεῦγος τῶν Μαρτύρων θεοειδές, οἱ ὁμοφροσύνη, ἐναθλήσαντες ἱερά Τιμόθεε μάκαρ, καί Μαῦρα τρισολβία, ἠμᾶς ἐν ὁμονοία διατηρήσατε.

Ἄθλησιν ἀνύσαντες ἱεράν, ἄθλοις πολυτρόποις καί ἀγῶσι μαρτυρικοῖς, πίστεως ἁγίας, ἐδείξατε τήν δόξαν, Τιμόθεε καί ἀξιοθαύμαστοι.

Χαίρετε Μαρτύρων ἡ καλλονή• χαίρετε θαυμάτων, οἱ πηγάζοντες δωρεᾶς, Τιμόθεε θεῖε, καί Μαῦρα μακαρία, καί τούς πιστούς κινδύνων πολλῶν λυτρούμενοι.

Συμμορφοι ὠράθητε ἀληθῶς τῶν παθῶν Κυρίου, ἠλωθέντες ἐν τῷ Σταυρῶ, Τιμόθεε θεῖε καί Μαῦρα τρισόλβια, διό τῆς ἀθανάτου, δόξης ἐτύχετε.

Τούς ἐν τῷ ἁγίω ὑμῶν ναῶ, πίστει προσιόντας, διασώζετε ἀβλαβεῖς, Τιμόθεε Μάρτυς, καί Μαῦρα πανολβία, ἐκ πάσης ἐπηρείας τοῦ παναλάστρορος.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἤχος β’. Ότε ἐκ τοῦ ξύλου.

Ζεῦγος τῶν Μαρτύρων ἐκλεκτόν, ἔνδοξε Τιμόθεε θεῖε, καί Μαῦρα νύμφη Χριστοῦ, οἱ καταπαλαίσαντες, ἐχθρῶν τήν δύναμιν, καί θαυμάτων δυνάμεσι, λαμπρῶς δοξασθέντες, ρύσασθε δεόμεθα, ὡς συμπαθέστατοι, πάσης συμφορᾶς καί ἀνάγκης, καί ἐπηρειῶν τοῦ Βελίαρ, τούς ὑμᾶς καλοῦντας εἰς βοήθειαν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Τιμόθεε σκεποί τέ ὁμού καί Μαῦρα
Γεράσιμον σπεύδοντα ὑμῶν τή σκέπη.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης