Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Δημήτριο τον Νέο Μπασαράμπη Empty Παρακλητικός Κανών εις τον Όσιο Δημήτριο τον Νέο Μπασαράμπη

Δευ Νοε 11, 2019 11:55 am
Παρακλητικός Κανών εις τον Όσιο Δημήτριο τον Νέο Μπασαράμπη

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις τον Όσιο Δημήτριο τον Νέο Μπασαράμπη Osiosd10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Παρὰ τὰ ῥεύματα τοῦ Λὼμ ὁ ἀσκήσας, καὶ προσευχῇ νηστείᾳ καὶ ἀγρυπνίᾳ, ἀνύσας τοῦ προσκαίρου σου τοῦ βίου καλῶς, δίαυλον Δημήτριε, φύλαξ Βουκουρεστίου, κληρονόμε τίμιε, οὐρανῶν Βασιλείας, ὑπὲρ ἡμῶν δυσώπει ἐκτενῶς, Θεοῦ τὸν Λόγον τοῖς πόθῳ τιμῶσί σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Δημήτριε Ὅσιε, πέμψον ἡμῖν σὴν χάριν. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Δημήτριε Ὅσιε τηλαυγές, τῆς χάριτος σέλας, νῦν ἐκδίωξε παντελῶς, τὰ σκότη τῶν πίστει σε τιμώντων, καὶ προσφευγόντων τῇ θείᾳ σου χάριτι.

Ἡ χάρις τοῦ Πνεύματος τοῦ σεπτοῦ, Δημήτριε μάκαρ, ἐπεσκίασε δαψιλῶς, σὲ Πάτερ τὸν ὅσιον καὶ πρᾶον, καὶ σὲ θαυμάτων ἀνέδειξε χείμαῤῥον.

Μὴ παύσῃ δεόμενος τοῦ Χριστοῦ, ὑπὲρ τῶν τιμώντων, σοῦ τὴν μνήμην πανευλαβῶς, Δημήτριε Ὅσιε καὶ πίστει, ἀσπαζομένων σορὸν τῶν λειψάνων σου.

Θεοτοκίον.
Ἡ πάντων μερόπων καταφυγή, σεμνὴ Θεοτόκε, ῥύου πάντοτε συμφορῶν, καὶ θλίψεων Μῆτερ καὶ κινδύνων, τοὺς ἐκζητοῦντας Σὴν θείαν ἀντίληψιν.


ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Τιμιώτατε Πάτερ, τῆς ἀρετῆς ἔκτυπον, προσεχῆς κανὼν καὶ νηστείας, φρέαρ ἀκένωτον, μὴ διαλίπῃς Χριστόν, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν ἀνευφημούντων σε, μάκαρ Δημήτριε.

Ῥυπτικαῖς σου πρεσβείαις, ἡμῶν ταχὺ κάθαρον, ῥύπον λογισμῶν ἀκαθάρτων, καὶ φαύλων πράξεων, σκληραγωγίᾳ πολλῇ, καὶ προσευχῇ ὁ καθάρας, νοῦν τὸν σὸν Δημήτριε, χάριτος σκήνωμα.

Ἰαμάτων ταμεῖον, παντοδαπῶν ἄσυλον, ἐπομφθεὶς Δημήτριε Πάτερ, πᾶσιν ἰάματα, δίδου ἡμῖν τοῖς πιστῶς, ἐπιτελοῦσι σὴν μνήμην, καὶ ἐκθύμως μέλπουσι, πόνους ἀόκνους σου.

Θεοτοκίον.
Ἐλεοῦσα μὴ παύσῃ, τοὺς ἀκλινῶς σπεύδοντας, Σοῦ τῇ ταχινῇ προστασίᾳ, καὶ θείᾳ χάριτι, Θεογεννῆτορ Σεμνή, καταφυγὴ τῶν ἐν δίναις, καὶ τοῦ βίου κλύδωσι, Μῆτερ Πανάχραντε.


Δημήτριε, ὁ ἀφανῶς ἐνασκήσας ἐν Ῥουμανίᾳ, καὶ Ὁσίων περιφανῶν, ὀφθεὶς ἐγκαλλώπισμα, ἡμῖν τὰ ἐλέη Κυρίου πέμψον.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία Θερμή.

Ὁσίων φωστὴρ, ἀκτῖσι θαυμασίων σου, ὁ πᾶσαν τὴν γῆν φαιδρύνας διασκέδασον, τῶν παθῶν σκοτόμαιναν, τῶν πιστῶν προσφευγόντων σῇ χάριτι, καὶ ἐκζητούντων πόθῳ προσευχάς, θερμάς σου πρὸς Κύριον τὸν εὔσπλαγχνον.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁσιότητος σκήνωμα, ὁ ἐν τῷ σπηλαίῳ ὡς θὴρ τὸν βίον σου, διανύσας ἐπευλόγει με, τὸν ἀνευφημοῦντά σε Δημήτριε.

Συμπαθείας κειμήλιον, καὶ χρηστοηθείας ἐπώμφθης μάργαρον, θείας χάριτος Δημήτριε, σκεύος καθαρὸν καὶ διαυγέστατον.

Ἰαμάτων μυρόλειπτον, καὶ θαυμάτων ξένων βλαβὶς Δημήτριε, ἀλγηδόνας καταπράϋνον, τῶν μεγαλυνόντων σε ἀείποτε.

Θεοτοκίον.
Ἐφορῶσα τοὺς δούλους Σου, Δέσποινα μὴ παύσῃ τοὺς εὐφημοῦντάς σε, καὶ τιμῶντας τὰ παλαίσματα, θείου Δημητρίου τὰ θεάρεστα.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πλῆσόν με χαρᾶς, καὶ ἰσχύος και δυνάμεως, τὸν προστρέχοντα Δημήτριε τῇ σῇ ἀρωγῇ, Βουκουρεστίου σεμνολόγημα.

Εὗρόν σε θερμόν, ἐν ταῖς δίναις ἀντιλήπτορα, καὶ προστάτην ἐν κινδύνοις ταχινόν, ἀγγελόμορφε Δημήτριε τρισόλβιε.

Μέμνησον ἡμῶν, τῶν τιμώντων σε Δημήτριε καὶ κατάπεμψον σὴν χάριν ἐφ’ ἡμᾶς, προσκυνοῦντας τὴν σορὸν σεπτῶν λειψάνων σου.

Θεοτοκίον.
Ψάλλοντες τῷ Σῷ, Τόκῳ πίστει μεγαλύνομεν, Σὲ ὡς πάντων εὐσεβῶν καταφυγήν, Θεοτόκε καὶ χαρᾶς μερόπων πρόξενων.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὁδήγησον, τοὺς λαμπρῶς ὑμνοῦντάς σε, πρὸς ἐπάλξεις οὐρανίους τρισμάκαρ, Βουκουρεστίου Δημήτριε φύλαξ, ὁ ἀκλινῶς ὁδηγήσας τὰ ἴχνη σου, διὰ ὁσίας βιοτῆς, πρὸς ὁλόφωτα πόλου σκηνώματα.

Νῦν στέφω σε, μελιῤῥύτοις ᾄσμασιν, ὡς εὐχῆς καρδιακῆς καὶ νηστείας, φανὸν ταῖς σαῖς ἱκεσίαις προσφεύγω, ὁ ἐν σκιᾷ ἁμαρτίας καθήμενος, Δημήτριε θαυματουργέ, ἀσκητῶν θεοφόρων ἀπαύγασμα.

Ἡγίασας, σπήλαιον ἀγώνων σου, ἀειῤῥύτων σου δακρύων ῥανίσι, καὶ ποταμοῦ Λὼμ τὰ ὕδατα σκήνει, χαριτοβρύτῳ σου μάκαρ Δημήτριε, ὁ ἁγιάζων εὐσεβεῖς, πρὸς Θεὸν ἱκεσίαις ἐνθέρμοις σου.

Θεοτοκίον.
Μητρόθεε, θεῖον καταφύγιον, τῶν δεινῶς ἐμπεριστάτων Παρθένε, καὶ βακτηρία στεῤῥὰ κλονουμένων, μὴ διαλίπῃς Σοὺς δούλους στηρίζουσα, τοὺς μεγαλύνοντας λαμπρῶς, Δημητρίου Ὁσίου τὰ σκάμματα.


Δημήτριε, ὁ ἀφανῶς ἐνασκήσας ἐν Ῥουμανίᾳ, καὶ Ὁσίων περιφανῶν, ὀφθεὶς ἐγκαλλώπισμα, ἡμῖν τὰ ἐλέη Κυρίου πέμψον.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Περιφανὲς πολιοῦχε καὶ ἔφορε, Βουκουρεστίου τρισμάκαρ Δημήτριε, ὁ ἀσθενοῦντας ταχέως ἰώμενος, καὶ πᾶσι νέμων Χριστοῦ θεῖον ἔλεος, ἴσθι πιστῶν ἀρωγὸς καὶ ὑπέρμαχος.


Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅσιε Δημήτριε, Βουκουρεστίου ἀκέστορ, Ῥουμανίας βλάστημα, καὶ Χριστοῦ τῆς πίστεως σεμνολόγημα, σοῦ σεπτὸν σκήνωμα, Ἱερεῖς ἀνεῦρον, ποταμίοις ἐν τοῖς ῥεύμασι, τυφλῆς ἱκέτιδος, σοῦ τῇ ὑποδείξει πανεύφημε, ἧς ἤνοιξας τὰ βλέφαρα, θαυμασίως Πάτερ θειότατε, νῦν τὸ ἀναβλῦζον, ἰάματα παντοῖα τοῖς πιστοῖς, ὡς ποταμὸς θείας χάριτος, ἀληθῶς αστείρευτος.

Σῶσον ὸ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἱκετεύων μὴ παύσῃ, τὸν εὐΐλατον Κτίστην καὶ πολυεύσπλαγχνον, Θεὸν ὑπὲρ τῶν πίστει, Δημήτριε σπευδόντων, σαῖς θερμαῖς παρακλήσεσι, καὶ προσκυνούντων σορόν, ἁγίων σου λειψάνων.

Νῦν Ὁσίων χορείας, τὸν κοσμοῦντα ἐν ὕμνοις φαιδροῖς τιμήσωμεν, Δημήτριον τὸν θεῖον, φρουρὸν Βουκουρεστίου καὶ προστάτην ἀνύστακτον, αὐτοῦ θερμὰς πρὸς Θεόν, λιτὰς ἐπιζητοῦντες.

Σκέπε πάντας καὶ ῥύου, ἀπειλῆς τοῦ Βελίαρ τοῦς εὐφημοῦντάς σε, Δημήτριε ὡς λύχνον, ὑπέρφωτον ὁσίας, βιοτῆς καὶ φωτόλαμπρον, ἀστέρα διαγωγῆς, ἀσκητικῆς ἀμέμπτου.

Θεοτοκίον.
Ἡ φρουρὸς καὶ ἡ σκέπη, καὶ ἡ ῥῦστις Σῶν δούλων Θεογεννήτρια, Ὁσίου Δημητρίου, σεπτοῦ Βουκουρεστίου, πολιούχου καὶ κήρυκος, δεήσει πέμψον ἡμῖν, ἐλεητοῦ τοῦ Υἱοῦ Σου.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νέκρωσον πάθη, σαρκὸς τῶν σοὶ προστρεχόντων, καὶ σορὸν πίστει ἀσπαζομένων, τῶν σεπτῶν λειψάνων, Δημήτριε παμμάκαρ.

Χαρᾶς καρδίας, πλῆσον ἡμᾶς τεθλιμμένους, ὄντας Πάτερ Δημήτριε τάχος, Λὼμ ὁ ἁγιάσας, τὰ ῥεῖθρα σῇ ἀσκήσει.

Ἀξίωσόν με, εὐκλείας τῆς οὐρανίου, ἰσοστάσιε θείων Ἀγγέλων, ἐν τοῦ πόλου δόμοις, Δημήτριε παμφώτοις.

Θεοτοκίον.
Ῥῦσαι μανίας, ἡμᾶς ἐχθροῦ μισοκάλου, μεγαλύνοντας Σῶν θαυμασίων πλῆθος, καὶ αἰνοῦντας Τόκον, τὸν Σὸν Θεοκυῆτορ.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεων ταμεῖον, ἐν Βουκουρεστίῳ, ἐδείχθη σκῆνοις σὸν θεῖον Δημήτριε, καί θαυμασίων χειμάῤῥους Πάτερ ἀείῤῥυτος.

Νικήτορας ἐν μάχαις, καθ’ ἡμέρας δεῖξον, τοὺς ὑμνοπόλους σῆς δόξης Δημήτριε, Βουκουρεστίου προστάτα, φρουρὲ καὶ ἔφορε.

Χαρίτωσον εὐχαῖς σου, πρὸς τὸν Ζωοδότην, καὶ Ποιητὴν τοῦ παντὸς τοὺς ἱκέτας σου, Ὁσίων κλέος Πατέρων, σεπτὲ Δημήτριε.

Θεοτοκίον.
Μνημόνευε ἀπαύστως, τῶν ὑμνολογούντων, τοῦ θαυμαστοῦ Δημητρίου τὰ σκάμματα, εὐλογημένη Παρθένε Θεογεννήτρια.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις θεῖε γόνε Μπασαραμπόβ, ἀσκητῶν φαιδρότης, πολιοῦχε καὶ ἀρωγέ, τοῦ Βουκουρεστίου, Δημήτριε τρισμάκαρ, ὁ εἰληφὼς πλουσίαν χάριν ἰάσεων.

Χαῖρε τῶν Ὁσίων περιφανές, κλέος ὁ ἀσκήσας ἐν σπηλαίῳ σου ἀφανῶς, καὶ ἑλκύσας χάριν, πλουσίως Παρακλήτου, Δημήτριε τοῦ θείου, Πάτερ πανεύφημε.

Χαίροις ὁ ἀνοίξας ὑπερφυῶς, ἀομμάτου κόρης Πάτερ βλέφαρα καὶ αὐτῇ, ὑποδείξας τόπον, φυλάξεως λειψάνου, τοῦ σοῦ χαριτοβρύτου, Πάτερ Δημήτριε.

Χαίροις ταπεινώσεως προσευχῆς, καὶ σκληραγωγίας τοῦ σαρκίου, φῶς τηλαυγές, χαίροις Ῥουμανίας, τὸ κλέϊσμα τὸ μέγα, καὶ ἀσκητῶν Ὁσίων, εὖχος Δημήτριε.

Πρέσβευε Κυρίῳ ὑπὲρ ἡμῶν, τῶν ἀσπαζομένων, τῶν λειψάνων σου τὴν σορόν, ἐν Βουκουρεστίῳ, σημειοφόρε Πάτερ, χαρίτων μυροθήκη, θείων Δημήτριε.

Ἅπασι κατάπεμψον δαψιλῶς, οἰκτιρμοὺς τοὺς θείους, καὶ σὴν χάριν θαυματουργέ, ἀσκητὰ τοῖς πόθῳ, σὲ ἀνυμνολογοῦσιν, ὡς φίλον τοῦ Υψίστου μάκαρ Δημήτριε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Προσευχῇ ἀσιτίᾳ εὐχῇ καὶ δάκρυσιν, ἐν δυσπροσίτῳ σπηλαίῳ παρὰ τὰ ῥεῖθρα τοῦ Λώμ, ἰσαγγέλως πολιτείαν σου διήνυσας, τὴν ἐπὶ γῆς θαυματουργέ, πολιοῦχε καὶ φρουρέ, καὶ φύλαξ Βουκουρεστίου, ὁ νέμων πᾶσιν εὐχαῖς συ, Θεοῦ τὸ ἔλεος Δημήτριε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε χριστωνύμων οἱ χοροί, ὕμνοις καταστέψωμεν θείοις, τὸν θευαγὴ ἀσκητήν, ἀφανῶς βιώσαντα καὶ διανύσαντα, ἐν σπηλαίῳ τὴν δύσβατον, θεώσεως τρίβον, ὡς θαυμάτων πρόξενον, παντοίων κράζοντες· πάνσοφε Δημήτριε σκεῦος, ἐκλεκτὸν τῆς χάριτος ῥύου, πάσης δυσθυμίας τοὺς ἱκέτας σου.


Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.




Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης