Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Μεγαλομάρτυρα και Ιαματικό Παντελεήμων Νο2 Empty Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Μεγαλομάρτυρα και Ιαματικό Παντελεήμων Νο2

Δευ Νοε 11, 2019 10:58 am
Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Μεγαλομάρτυρα και Ιαματικό Παντελεήμων Νο2

Ποίημα Γ. Ῥυσίου
Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Μεγαλομάρτυρα και Ιαματικό Παντελεήμων Νο2 Pantel11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, δτι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια.

Ἦχος δ.  Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.

Τῷ Ἀθλοφόρῳ οἱ πιστοὶ ὁμοφώνως, δεῦτε προσπέσωμεν ὁμοῦ ἐκβοῶντες, οἱ ἁμαρτήμασι βαρούμενοι καὶ θλίψεσι, σπεῦσον συμπαθέστατε, Ἀθλητὰ τοῦ Κυρίου, σαῖς πρὸς τὸν Οἰκτίρμονα, ἱκεσίαις θεόφρον, παντὸς κινδύνου, νόσων χαλεπὼν, Παντελεῆμον, ἀπάλλαξον ἅπαντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν, οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Ταῖς πρὸς Χριστόν σου ἱκεσίαις Ἅγιε, Παντελεῆμον σοφὲ, ῥῦσαι ἡμᾶς τάχος, τῶν δεινῶν καὶ θλίψεων, καὶ πάσης περιστάσεως, καὶ νοσήματος, μάκαρ· σὲ γὰρ προστάτην κεκτήμεθα, πρὸς Θεὸν Ἀνάργυρε ἔνδοξε.

Ὅλβιος πέλεις, παῤῥησίαν Ἅγιε, πρὸς τὸν Θεὸν ἐσχηκὼς· τὰς αἰτήσεις, ὅθεν δίδου τοῖς ἱκέταις σου· πίστει καὶ γὰρ προστρέχουσι, τῷ ναῷ σου παμμάκαρ, καὶ τὰς ἰάσεις ἐκδέχονται, πάντες οἱ δεινῶς διακείμενοι.

Δόξης ἐνθέου, ἱερᾶς λαμπρότητος, ἐν οὐρανίοις μοναῖς, ἀξιωθεὶς μάκαρ, διὰ τῆς ἀθλήσεως, τὸ ἔλεός σου πάρεχε, τοῖς αἰτοῦσιν ἐν πίστει, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, ὦ Παντελεῆμον Ἀνάργυρε.

Θεοτοκίον.
Ἡ ὑπὲρ λόγον τὸν Θεὸν κυήσασα, εὐλογημένη Ἁγνὴ, ἄνθος δωρημάτων, παρθενίας τέμενος, τοῦ οὐρανοῦ ὑπέρτερε, Παραδείσου τὸ κάλλος, τῶν Ἀσωμάτων εὐπρέπεια, ῥῦσαι τοὺς πιστῶς προσκυνοῦντάς σε.


ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Παροξύνας ἀμέτρως, τὸν Λυτρωτὴν ἔνδοξε, πράξεσιν ἀτόποις καὶ λόγοις, καὶ ἐνθυμήμασι, νῦν περιπέπτωκα, δεινοῖς παντοίοις ὁ τάλας, τούτων με ἀπάλλαξον, ὦ συμπαθέστατε.

Ὁ Θεός σε, παμμάκαρ, Νικομηδέων τὸ καύχημα, ἔδειξεν ἐν κόσμῳ προστάτην, πάντων τῶν προστρεχόντων σοι· διὸ ἐκλύτρωσαι, ταῖς πρὸς Χριστόν σου πρεσβείαις, τοὺς πιστῶς τιμῶντάς σε, θεῖε Ἀνάργυρε.

Ἱκετεύω σε πόθῳ, τοὺς ψυχικοὺς μώλωπας, καὶ τὴν τῆς σαρκός μου δεινὴν, ἀσθένειαν ἴασαι, τῇ πρὸς τὸν Κύριον, Παντελεῆμον θεόφρον, ἐκτενεῖ ἐντεύξει τε καὶ ἱκεσίᾳ σου.

Θεοτοκίον.
Ὡς πανάμωμος Μήτηρ, τοῦ Ποιητοῦ Ἄχραντε, ὡς ἁγιωτέρα ἁπάντων τῶν ἄνω Δέσποινα, ὡς πάντων Ἄνασσα, εὐλογημένη Μαρία, ῥῦσαι τοὺς ὑμνοῦντάς Σε ἐκ πάσης θλίψεως.


Διάσωζε, Παντελεῆμον, τοὺς πόθῳ σε ἀνυμνοῦντας, ταῖς πρὸς Θεὸν λιπαραῖς ἱκεσίαις σου πάντοτε, κινδύνων καὶ θλίψεων ἀδοκήτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείᾳ τῇ σῇ πρὸς Θεὸν τὸν Φιλάνθρωπον, παντοίας ἡμᾶς, περιστάσεως λύτρωσαι, καὶ τῆς φοβερᾶς ἐξάρπασον αἰωνίου κολάσεως· σὲ γὰρ προστάτην κεκτήμεθα θερμὸν, Νικομηδέων τὸ ἔνδοξον καύχημα.


ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.

Σύ με ἀεὶ Ἅγιε, τῶν περιστάσεων, σὺ κινδύνων, σὺ καὶ τῆς κολάσεως, παντὸς κακοῦ, καὶ τῶν δυσχερῶν, ταῖς πρὸς τὸν Δεσπότην ἀπάλλαττε ἱκεσίαις σου, σοφὲ Παντελεῆμον, Ὀρθοδόξων τὸ κλέος, τὰς αἰτήσεις παρέχων τῷ δούλῳ σου.

Ὁλοσχερῶς ὑπὸ τὴν σκέπην πάντοτε, Ἀθλοφόρε, σπεύδω ὁ πανάσωτος, κράζων θερμῶς, καὶ παρακαλῶ, ῥῦσαί με ἀνίας, καὶ πάσης ἄλλης κακώσεως, σοφὲ Παντελεῆμον, ταῖς λιταῖς πρὸς Χριστόν σου· σὲ γὰρ ἔχω θερμὸν ἀντιλήπτορα.

Ἵνα ἡμεῖς, Παντελεῆμον, δοξάζωμεν μετὰ πόθου, Ἅγιε, σὸν ὄνομα, καὶ πᾶς πιστὸς σὲ ἀνευφημῇ, παράσχου παμμάκαρ, ἡμῖν τὸ ἔλεος ἄνωθεν· πλουτεῖς γὰρ παῤῥησίας πρὸς Θεὸν, οἷα Μάρτυς, Ὀρθοδόξων τὸ κλέος θεόληπτε.

Θεοτοκίον.
Νόες Ἁγνὴ, τῶν Ἀσωμάτων στρατεύματα, τῶν ἀΰλων Τάγματα, καὶ ἅπασαι τῶν οὐρανῶν Τάξεις, Ἀγαθὴ, Σὲ ὑμνολογοῦσιν ὡς Βασιλίδα οὐράνιον, μεθ’ ὧν πᾶσα ἡ κτίσις προσκυνεῖ Σε Παρθένε· τῷ ἐλέει Σου πάντας οἰκτείρησον.


ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὑπὲρ ἥλιον μάκαρ, ἔλαμψας ἐν τῷ κόσμῳ, λαμπηδόσι τῶν ἔργων σου, καὶ θαυμάτων ὄντως, ταῖς ἐλλάμψεσι πάντας, ἐλάμπρυνας· διὸ μετὰ πόθου, Παντελεῆμον, σὲ ὑμνοῦμεν, σαῖς λιταῖς πρὸς Χριστὸν ἡμᾶς φώτισον.

Νῦν σε πίστει καὶ πόθῳ, πάντες εὐφημοῦμεν, Παντελεῆμον μακάριε, ταῖς πρὸς τὸν Δεσπότην εὐπροσδέκτοις, πρεσβείαις σου, ἔνδοξε, ῥῦσαι τῶν κινδύνων, καὶ πάσης ἄλλης κακουχίας, ὡς προστάτης ἡμῶν συμπαθέστατος.

Ἱλασμὸν τῶν πταισμάτων, καὶ τῶν κατεχόντων με κινδύνων, Ἀνάργυρε, Ἀθλητῶν τὸ κλέος, τὸν πιστῶς σε τιμῶντα ἀπάλλαξον, ὡς θερμὸς προστάτης, καὶ ἰατρὸς τῶν ἐν ἀνάγκαις, Ἀθλητὰ τοῦ Κυρίου πανεύφημε.

Θεοτοκίον.
Ὦ μητρόθεε Κόρη, Πάναγνε, θεόνυμφε, Θεοχαρίτωτε, τάξεις Ἀσωμάτων, καὶ Ἁγίων ἁπάντων συστήματα, Σὲ ὑμνολογοῦσιν, ὡς Βασιλίδα τῶν αἰώνων· τῷ ἐλέει Σου οἴκτειρον ἅπαντας.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀνύψωσον, εὐσεβῶν κραταίωμα, τῇ ἀπαύστῳ πρὸς Θεόν σου ἐντεύξει· σὺ γὰρ ἡμῶν ὁ προστάτης ὁ μέγας, καὶ σὲ ὑμνοῦμεν, Ἀνάργυρε πάνσοφε· ἀπάλλαξον πάσης ἡμᾶς, ἀθυμίας ἐν τάχει, ἀοίδιμε.

Νοοῦντες, τὴν πρὸς Θεὸν πανθαύμαστε, παῤῥησίαν σου Ἀνάργυρε θεῖε, πάντες πιστοὶ σὲ ὑμνοῦμεν ἐκ πόθου, ῥῦσαι ἡμᾶς συμφορῶν καὶ κακώσεων, λιταῖς σου πρὸς τὸν Λυτρωτὴν, τὰς αἰτήσεις ἡμῶν χαριζόμενος.

Ναμάτων, ζωοποιῶν τοῦ Πνεύματος, ἐμπλησθείημεν ἐντεύξει σου μάκαρ, ἵνα καρποὺς ἀρετῶν ἐκβλαστῆσαι, Παντελεῆμον, ἰσχύσωμεν ἅπαντες, τελοῦντές σου τὴν ἱερὰν, καὶ σεβάσμιον Μάρτυς πανήγυριν.

Θεοτοκίον.
Ἡ πάνσεμνος, τοῦ Θεοῦ λοχεύτρια, ἡ Πανύμνητος Θεόπαις Μαρία, τῇ πρὸς Θεὸν ἑαυτῆς παῤῥησίᾳ, τῶν δυσχερῶν ἀπαλλάττει τοὺς κράζοντας· ὑμνοῦμέν Σου πανευλαβῶς, τὸν πανάγιον τόκον, Θεόνυμφε.


Διάσωζε, Παντελεῆμον, τοὺς πόθῳ σε ἀνυμνοῦντας, ταῖς πρὸς Θεὸν λιπαραῖς ἱκεσίαις σου πάντοτε, κινδύνων καὶ θλίψεων ἀδοκήτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ὡς προστάτης ἀεὶ τῶν πιστῶς δεομένων σου, καὶ μεσίτης θερμὸς, πρὸς τὸν μόνον Πανάγαθον, μὴ παρίδῃς ἡμᾶς καταφυγόντας ἐπὶ σὲ, ἀλλὰ πρόφθασον ἐν πειρασμοῖς, εἰς τὴν ἀντίληψιν ἡμῶν, τῶν πιστῶς ἐκβοώντων σοι· τὰχυνον Ἀθλοφόρε, καὶ λύτρωσαι ἐκ κινδύνων, τοὺς προσιόντας σοι θερμῶς, καὶ ὑμνοῦντάς σε, πανεύφημε.


Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Δίκαιος ὡς φοίνιξ άνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. ι΄ 16-22).

Εἶπεν ὁ Κύριος. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ἡμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καί ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ ἐγκαταλίπῃς με, παραπτωμάτων ἐν βάρει, τυγχάνειν τὸν ἄθλιον, ἀλλ’ ὀξέως ἔγειρον, τὸν ἱκέτην σου, ἀνιστῶν Ἅγιε, ἐκ τῆς ἀπωλείας τῆς ψυχῆς τε καὶ τοῦ σώματος, καὶ διασώζων με, ταῖς πρὸς τὸν Θεὸν ἱκεσίαις σου, Παντελεῆμον πάνσοφε, ἵνα σε ὑμνῶ παναοίδιμε, ὡς μέγαν προστάτην, ῥυόμενον ἁπάντων τῶν δεινῶν, καὶ τῆς ἐνθέου λαμπρότητος, ἀξιοῦντα ἅπαντας.

Σῶσον ὸ Θεός τὸν Λαό σου...

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Σῶσον ἐκ θλίψεως παντοίας, τοὺς τιμῶντάς σε, σοφὲ Παντελεῆμον· παῤῥησίας γὰρ σὺ, πλουτεῖς πρὸς τὸν Δεσπότην, περιφρουρῶν τοὺς μέλποντας, τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἄνω μετὰ τῶν Ἀσωμάτων, τὴν ὑπέρθεον ὑμνολογῶν Τριάδα, ὑπὲρ πάντων ἡμῶν, τῶν πίστει σε τιμώντων, Παντελεῆμον πρέσβευε, λυτρωθῆναι τῶν κινδύνων.

Ἔφθασαν ἅπαντες ἐν πίστει, εἰς ναὸν τὸν σὸν, Ἀνάργυρε τρισμάκαρ, οἱ ἐν νόσοις δεινοῖς, ποντούμενοι βοῶντες· Παντελήμον Ἅγιε, τὴν ὑγείαν ἡμῖν δίδου.

Θεοτοκίον.
Ἔχεις, ὡς Μήτηρ παῤῥησία, πρὸς τὸν Σὸν Υἱὸν, καὶ Κύριον τοῦ κόσμου· ἐκδυσώπησον οὖν, Παρθένε Παναγία, Αὐτοῦ τὴν ἀγαθότητα, οἰκτειρῆσαι ἡμᾶς πάντας.


ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἱκετεύει ὁ θεῖος Ἀθλοφόρος, Σὲ τὸν μόνον τῆς δόξης Βασιλέα, ἀποσοβῆσαι πᾶσαν νῦν ἀσθένειαν, τῶν ὑμνολογούντων, καὶ παρακαλούντων, αὐτὸν εἰς τοὺς αἰῶνας.

Σὲ ὑμνοῦσιν οὐράνιαι χορεῖαι, τὸν Παντάνακτα καὶ Κύριον τῆς δόξης, ἐκδυσωποῦσαι σὺν τῷ ἀθλοφόρῳ Σου, σώζειν τε καὶ σκέπειν, τοὺς εὐσεβοφρόνως, αἰνοῦντάς Σου τὸ κράτος.

Τριαδικόν.
Ὦ θεότης, Πατὴρ, Υἱὸς καὶ Πνεῦμα, ταῖς λιταῖς τοῦ θεράποντός Σου ῥῦσαι, τῶν δυσχερῶν καὶ πάσης περιστάσεως, τοὺς δοξολογοῦντας, καὶ ὑπερυψοῦντάς, Σε πίστει εἰς αἰῶνας.

Θεοτοκίον.
Ἡ Παρθένος καὶ μόνη Θεοτόκος, τὸν Δεσπότην ὡς Μήτηρ ἱκετεύει, ὑπὲρ ἡμῶν ῥυσθῆναι περιστάσεων, καὶ παντὸς κινδύνου, τοὺς ὑμνολογοῦντας, Αὐτὸν εἰς τοὺς αἰῶνας.


ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸν πάντων Βασιλέα καὶ Ποιητὴν, ἱκετεύων μὴ παύσῃ ἀοίδιμε, ἐκδυσωπῶν, ὑπὲρ τῶν τιμώντων πανευσεβῶς, τὸ ἱερόν σου ὄνομα, καὶ ἐκδεχομένων ἀεὶ πιστῶς, ἀντίληψιν καὶ χάριν, τὴν σὴν Χριστοῦ ὁπλίτα, Παντελεῆμον ἀξιάγαστε.

Ἐπίβλεψον ἐξ ὕψους Παμβασιλεῦ, τῷ ἀπείρῳ ἐλέει Σου Κύριε, ὡς ἀγαθὸς, λύων τὴν κατήφειαν τῶν πιστῶς, ἐξαιτουμένων ἴασιν, πάσης νόσου, βλάβης καὶ συμφορᾶς, λιταῖς τοῦ Ἀθλοφόρου, παρέχων εὐφροσύνην, καὶ αἰωνίαν αὐτοῖς λύτρωσιν.

Τριαδικόν.
Θεότης ἑνιαία καὶ φωταυγὴς, Τρισυπόστατε, ἄναρχε Κύριε, μόνε Θεὲ, ὕψιστε Παντάρχα, Παμβασιλεῦ, Σὲ λιτανεύει ἅπασα, καὶ ὑμνεῖ ἡ κτίσις ὡς Πλαστουργὸν, Ἀνάργυρος ὁ θεῖος, σὺν πᾶσι τοῖς Ἁγίοις, καὶ Ἀσωμάτων τοῖς στρατεύμασιν.

Θεοτοκίον.
Πανάχραντε Μαρία, Μῆτερ Θεοῦ, ἀνωτέρα ἁπάσης τῆς κτίσεως, Σὲ δυσωπεῖ, ὁ Μεγαλομάρτυς καὶ εὐκλεὴ,ς Παντελεήμων ῥύεσθαι, καὶ διαφυλάττειν τοὺς τῷ Ναῷ, αὐτοῦ προσλιπαροῦντας, καὶ ψάλλοντας ἐν πίστει, καὶ κατανύξει τὴν παράκλησιν.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τοὺς μετ’ εὐλαβείας τῷ ἱερῷ, καὶ θείῳ ναῷ σου, προσιόντας ταῖς πρὸς Θεὸν, θερμαῖς σου πρεσβείαις, ῥυόμενος μὴ παύσῃ, κινδύνων ἀδοκήτων, θεῖε Ἀνάργυρε.

Φρούρει τοὺς τιμῶντάς σε Ἀθλητὰ, καὶ εὐσεβοφρόνως, προσφοιτῶντας τῷ σῷ ναῷ, καὶ ῥῦσαι κινδύνων, καὶ πάσης ἄλλης βλάβης, σοφὲ Παντελεῆμον, ταῖς ἱκεσίαις σου.

Δέξαι, ὦ Ἀνάργυρε ἀθλητὰ, λιταῖς τῶν σῶν δούλων, ὡς ἐκ στόματος ῥυπαροῦ, καὶ γλώττης βεβήλου, προσάγομεν αἰτοῦντες ἁμαρτημάτων λύσιν, ταῖς ἱκεσίαις σου.

Ἔχει μὲν τὸ πνεῦμά σου οὐρανὸς, ἡμεῖς δὲ πλουτοῦμεν, τὸν πανάγιόν σου Ναὸν, ὅν περικυκλοῦντες, μετ’ ἀνεικάστου πόθου, τιμῶμεν καὶ δοξάζομεν, ὦ Ἀνάργυρε.

Τῷ Θεῷ τῶν ὅλων νῦν παρεστὼς, αἴτησαι πταισμάτων, τοῖς τιμῶσί σε παρ’ Αὐτοῦ, ἄφεσιν δοθῆναι, σοφὲ Παντελεῆμον, καὶ τῶν ἐπερχομένων, δεινῶν τὴν λύτρωσιν.

Δέσποτα φιλάνθρωπε Βασιλεῦ, μὴ ἀκούσω τότε, ἐν ἡμέρᾳ τῇ φοβερᾷ, φωνῆς τῆς ὀργῆς Σου, εἰς πῦρ ἀποπεμπούσης, ἀλλ’ οἴκτειρον πρεσβείαις, τῆς κυησάσης Σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Χάριν, εἰληφὼς παρὰ Θεοῦ, πᾶσι χορηγεῖς τὰς ἰάσεις, Παντελεῆμον σοφὲ, Ἅγιε Ἀνάργυρε, τοῖς σοὶ προστρέχουσι· φυγαδεύεις δαιμόνων γὰρ, ἀνίατα πάθη, πάντας θεραπεύεις δὲ, τῇ προστασίᾳ σου· ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνοῦντάς σε.

Πάντας ἐλεεῖς Μάρτυς Χριστοῦ, τοὺς σοὶ προσδραμόντας ἐν πίστει, ἐν τῷ σεπτῷ σου Ναῷ, Ἅγιε Ἀνάργυρε, ἀξιοθαύμαστε· διὸ οἴκτειρον ἅπαντας, καὶ νῦν τοὺς σοὺς δούλους, τάχιστα ἐκλύτρωσαι τῶν ἀδοκήτων δεινῶν, θλίψεως καὶ νόσου βαρείας, πάντων δυσχερῶν καὶ κινδύνων, καὶ τῆς ἐν γεέννῃ κατακρίσεως.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.







Πηγή
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης