Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Υψενήν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Υψενήν

Τρι Οκτ 30, 2012 2:01 pm
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Υψενήν

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Υψενήν Ai_a10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Τῷ θεοφόρῳ ἀσκητῇ Μελετίῳ, ὡς τῆς βουλῆς σου ὑπουργῷ θαυμασίῳ, τὴν θείαν φανερώσασα, Εἰκόνα σου Ἁγνή, ἐξ αὐτῆς τὴν χάριν σου, εἰς ψυχῶν σωτηρίαν, τῶν ὑμνολογούντων σε, δαψιλῶς ἀναβλύζεις· ἧς καὶ ἡμᾶς Παρθένε Ὑψενή, τοὺς προσιόντας σοι πόθῳ ἀξίωσον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης Ὠδῆς· «Κυρίλλου».

Ὠδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Πολλοῖς ἀπειλούμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, Θεονύμφευτε Ὑψενή· ἄκουσον ἐν τάχει τῆς κραυγῆς μου, καὶ ἐξελοῦ με αὐτῶν τῆς κακώσεως.

Τῷ πλήθει στενάζων τῶν συμφορῶν, προστρέχω ἐν πίστει, τῇ Εἰκόνι σου Ὑψενή· σῶσόν με τὸν ἄθλιον Παρθένε· πλήν σου γὰρ ἄλλην οὐκ ἔχω βοήθειαν.

Ψυχῆς μου προσώζεσαν χαλεπῶς, οἱ μώλωπες Κόρη, διὰ πλῆθος ἁμαρτιῶν· σὺ δὲ Ὑψενὴ τὴν ἰατρείαν, αὐτῇ παράσχου ἐν τάχει καὶ σῶσόν με.

Κακοῖς χειμαζόμενον λογισμοῖς, δεῦρο ἐξ αὐτῶν με, ἀπαλλάτουσα Ὑψενή, καὶ δὸς μοι φρονεῖν τῇ χάριτί σου, τὰ τῷ Σωτῆρι Παρθένε εὐάρεστα.


Ὠδὴ γ´. Οὐρανίας ἁψῖδος.
Τῇ ψυχῇ μου ἐπῆλθε, πικρὸς χειμὼν Ἄχραντε, καὶ ἡ καταιγὶς ἀπειλεῖ με, παθῶν τὸν ἄθλιον· ἀλλὰ προφθάσασα, τῆς ἀπωλείας με ῥῦσαι, Ὑψενὴ καὶ σῶσόν με, τῇ προστασίᾳ σου.

Επὶ σοὶ ἐκ καρδίας, ὦ Ὑψενὴ ἤλπισα· ἐκ τῶν διωκόντων με σῶσον, Μῆτερ Πανύμνητε, καὶ μὴ ἐάσης αὐτῶν, ἐπίχαρμά με γενέσθαι· καὶ γὰρ τῇ Εἰκόνι σου, προσπίπτω Δέσποινα.

Βοηθὸς Ὑψενή μοι, ἀναψυχὴ γένοιτο, ἡ ἐκ τῆς Εἰκόνος σου χάρις, καὶ παραμύθιον· εἰς σὲ γὰρ Δέσποινα, ἀπὸ καρδίας ἐλπίζω, καὶ ὑμνῶ τὸν τόκον σου, τὸν ὑπερύμνητον.

Υψενὴ Παναγία, Μῆτερ Θεοῦ Ἄχραντε, λύκων νοητῶν ἐξ ἀγέλης, ταύτην τὴν ποίμνην σου, φύλαττε Δέσποινα, καὶ πρὸς νομὰς σωτηρίου, ποίμαινε ὡς εὔσπλαγχνος, καὶ σῷζε πάντοτε.


Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, ὦ Ὑψενὴ τὴν θεόλεκτον ποίμνην σου, καὶ σκέπε πάντας τοὺς πίστει σοι προσιόντας.

Επίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.


Εἰκόνι τῇ σῇ, Παρθένε προσπελάζοντες, τῶν σῶν ἀγαθῶν, τὴν χάριν κομιζώμεθα, καὶ χαρᾶς πληρούμεθα, τὰς ψυχὰς ἐκ πόθου βοῶντές σοι· Χαῖρε Ἁγνὴ Κυρία Ὑψενή, τῆς Ῥόδου τὸ κλέος καὶ διάσωσμα.


Ὠδὴ δ´. Εἰσακήκοα Κύριε.
Τῶν πενήτων εἰσάκουσον, τὴν ἐπιθυμίαν, ἡμῶν Θεόνυμφε, Ὑψενὴ διδοῦσα ἅπασι, τῆς χρηστότητός σου τὰ δωρήματα.

Σὺ φυλάξαις ὡς εὔσπλαγχνος, καὶ διατηρήσαις ἡμᾶς Πανάχραντε, Ὑψενὴ ἐν τῷ θελήματι, τοῦ ἐκ σοῦ τεχθέντος ὑπὲρ ἔννοιαν.

Ιδοὺ πάντες προσπίπτομεν, Μῆτερ τῇ Εἰκόνι σου ἀνακράζοντες· Ὑψενὴ ἡμῖν πρυτάνευσον, ἀγαθότητός σου τὰ χαρίσματα.

Ρῦσαι πάσης κακώσεως, ταύτην σου τὴν ποίμνην ἀνακειμένην σοι, καὶ τὴν πάντιμον Εἰκόνα σου, Ὑψενὴ ὡς πλοῦτον θησαυρίζουσαν.


Ὠδὴ ε´. Φώτισον ἡμᾶς.

Κέρας Ὑψενή, σωτηρίας ἡ πρεσβεία σου, γένοιτό μοι ἵνα πάντοτε ὑμνῶ, τῆς ἁγίας σου Εἰκόνος τὰ θαυμάσια.

Σὺ μου τοῦ νοός, τὴν σκοτίαν διασκέδασον, ἐξ Εἰκόνος σου τῆς θείας Ὑψενὴ, χάριτός σου τὴν αὐγὴν ἐξανατέλλουσα.

Νῶτον Ὑψενή, δὸς ἐχθρῶν μοι τὴν παράταξιν, τῶν ζητούντων μου συλῆσαι τὴν ψυχήν, καὶ ποιῆσαί με εἰς χεῖρας αὐτῶν παίγνιον.

'΄Ιδε Ὑψενή, συμπαθῶς ταύτην τὴν ποίμνην σου, τῇ δυνάμει τῆς πρεσβείας σου αὐτήν, λυτρουμένη ἐξ ὀργῆς καὶ πάσης θλίψεως.


Ὠδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Τὴν δέησιν ἐκχεῶ Πανύμνητε, ἐπὶ σὲ τὴν κραταιάν μου ἐλπίδα· μὴ Ὑψενή με ἀπώσῃ εἰς τέλος, μηδὲ παρίδῃς τὸν ἄθλιον δοῦλόν σου, τὰ μεγαλεῖα τὰ πολλά, τῆς σεπτῆς σου Εἰκόνος κηρύττοντα.

Ως εὔσπλαγχος εὐλογίαν πάρεχε, τοῖς τιμῶσί σου πιστῶς τὴν Εἰκόνα, καὶ εὐλογοῦσιν ἐξ ὅλης καρδίας, τὸν ὑπερύμνητον Δέσποινα τόκον σου, δι᾿ οὗ ἐῤῥύσθη Ὑψενή, τῆς κατάρας τὸ βρότειον φύραμα.

Βοήθειαν τὴν σεπτήν σου Δέσποινα, μὴ μακρύνῃς ἀφ᾿ ἡμῶν τῶν ἀνόμων, ἀλλ᾿ εἰς ἡμῶν τὴν ἀντίληψιν πρόσχες, πάσης ἡμᾶς λυτρουμένη κακώσεως, τοὺς ἀπονέμοντας τιμήν, Ὑψενὴ τῇ πανσέπτῳ Εἰκόνι σου.

Λαμπρόμορφος καθορᾶται πάντοτε, τοῖς πιστοῖς ἡ σεβασμία Εἰκών σου, οἷς καὶ ἐπίφανον Ἄχραντε Κόρη, τὸν φωτισμὸν τοῦ ἁγίου προσώπου σου, σκότος ἐλαύνων ἐξ αὐτῶν, Ὑψενὴ κατηφείας τῶν θλίψεων.


Διάσωσον ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, ὦ Ὑψενὴ τὴν θεόλεκτον ποίμνην σου, καὶ σκέπε πάντας τοὺς πίστει σοι προσιόντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμε-ρῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.

Τοὺς τῇ ἁγίᾳ Μονῇ σου προστρέχοντας, καὶ τὴν τιμίαν τιμῶντας Εἰκόνα σου, Ἁγνὴ Ὑψενὴ ὡς φιλάγαθος, τῇ φοβερᾷ προστασίᾳ σου λύτρωσαι, ἐκ πάσης ἀνάγκης καὶ μάστιγος.


Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.(Κεφ. α´ 39-49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Τὴν θείαν Εἰκόνα σου, τῷ ἱερῷ Μελετίῳ, πάλαι φανερώσασα, παραδόξως Δέσποινα, ὡς φιλάγαθος, ταύτην ἀνέδειξας, τῇ ἐπισκιάσει, τῆς σεπτῆς σου Μῆτερ χάριτος, σκεῦος οὐράνιον, τῶν θεουργικῶν χαρισμάτων σου, καὶ πέλαγος ἀχείμαστον, τῆς θεοειδοῦς εὐσπλαγχνίας σου· ἧς δεῖξον ἀξίους, ἡμᾶς Εὐλογημένη Ὑψενή, τοὺς εὐλαβῶς προσιόντας σοι, καὶ ὑμνολογοῦντάς σε.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Ὠδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Επληθύνθησαν Μῆτερ, αἱ ὀδύναι καὶ θλίψεις, τῆς ζοφερᾶς μου ψυχῆς· ἀλλ᾿ ὡς παντελεήμων, τῆς παρακλήσεως σου, γλυκασμὸν τὸν οὐράνιον, ἐκ τῆς Εἰκόνος τῆς σῆς, Ἁγνὴ ἐπίσταξόν μοι.

Τὴν ταπείνωσιν ἴδε, καὶ τὸν κόπον μου πάντα, Μῆτερ Ἁγνὴ Ὑψενή, καὶ πρέσβευε ἀπαύστως, πολλῇ ἐν παῤῥησίᾳ, τὸν ἐκ σπλάγχνων σου Κύριον, ἵνα μοι δώσῃ Ἁγνή, ἁμαρτιῶν τὴν λύσιν.

Εν τῷ αἴρειν με χεῖρας, πρὸς Μορφῆς σου τὸν τύπον, Μῆτερ Ἁγνὴ Ὑψενή, μὴ παρασιωπήσῃς, ἀπὸ δεήσεως μου, ἀλλὰ πρόσχες μοι Ἄχραντε, ἀναψυχὴν τῇ ἐμῇ, παρέχουσα καρδίᾳ.

Λυτρωτὴν ἡ τεκοῦσα, τῶν ἀνθρώπων τῷ γένει, ἄνευ φθορᾶς Ὑψενή, τὴν ποίμνην σου ἐκ πάντων, τῶν πονηρευομένων, κατ᾿ αὐτῆς Μῆτερ λύτρωσαι· σκέπην σε γὰρ καὶ φρουρόν, ἔχει Θεοκυῆτορ.


Ὠδὴ η´. Τὸν Βασιλέα.
Κραταίωμα μου, γενέσθω Μῆτερ ἡ χάρις, ἡ τῇ θείᾳ σου προνοίᾳ προϊοῦσα, ἐκ τῆς εὐαγοῦς σου, ὦ Ὑψενὴ Εἰκόνος.

Κλῖνον τὸ οὖς σου, τῇ ἐκ βαθέων κραυγῇ μου, Ὑψενὴ Θεοχαρίτωτε Παρθένε, καὶ ἐκ τῶν παγίδων, τοῦ πλάνου ἐξελοῦ με.

Γένοιτο Κόρη, τὸ μητρικὸν ἔλεός σου, ἐφ᾿ ἡμᾶς τοὺς συναχθέντας ἐν Ναῷ σου, καὶ ἀσπαζομένους, τὴν θείαν σου Εἰκόνα.

Ὄμβρισον Μῆτερ, τῶν οἰκτιρμῶν σου τὸ ὕδωρ, τοῖς προστρέχουσι τῇ θείᾳ σου Εἰκόνι, τῇ δεδοξασμένῃ, θαυμάτων ἐνεργείαις.


Ὠδὴ θ´. Κυρίως Θεοτόκον.
Ανάστηθι Παρθένε, εἰς βοήθειάν μου· ὦ Ὑψενὴ Παντευλόγητε σῶσόν με, ἀπὸ ἐχθρῶν ἀοράτων, τῇ ἀντιλήψει σου.

Μή με ἐγκαταλίπῃς, Ὑψενὴ Παρθένε· μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ τοῦ οἰκέτου σου, ὅτι εἰς σὲ τὴν ἰσχύν μου, ἔχω Πανύμνητε.

Εὐδόκησον Παρθένε, Ὑψενὴ Κυρία, τοῦ ῥύσασθαί με αἰσχύνης τῶν ἔργων μου, ταῖς μητρικαῖς σου πρεσβείαις, πρὸς τὸν Φιλάνθρωπον.

Υπέραγνε Μαρία, Ὑψενὴ Παρθένε, φύλαττε φρούρει καὶ σκέπε τὴν ποίμνην σου, ἐγκαυχωμένην τῷ κάλλει, τῶν θαυμασίων σου.


Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Δεῦτε καὶ προσδράμωμεν ἀδελφοί, ἐν οἴκῳ ἁγίῳ, Θεοτόκου τῆς Ὑψενῆς, αὐτῆς τὴν Εἰκόνα, τιμῶντες μετὰ δέους, ὡς πᾶσι χορηγοῦσαν, χάριν σωτήριον.

Φλέγει με ὁ πόθος τοῦ καθορᾷν, Μορφῆς σου τὸ κάλλος, τὸ θαυμάσιον Ὑψενή· ἀλλ᾿ ἐπίφανόν μοι, τὸ φῶς τοῦ σοῦ προσώπου, καὶ λῦσον τῶν παθῶν μου, σκότος τὸ ἄφεγγον.

Χαίροις Θεονύμφευτε Ὑψενή, ταύτης τῆς Μονῆς σου, προστασία ἡ φοβερά· χαίροις τῶν Ῥοδίων, ἀγλάϊσμα καὶ τεῖχος, καὶ θεία συμμαχία, τῶν προσιόντων σοι.

Χαίροις Θεονύμφευτε Ὑψενή, ἔφορος καὶ σκέπη, τῆς ἁγίας ταύτης Μονῆς· χαίροις ἡ ἰάσεις, ἀφθόνως χορηγοῦσα, καὶ πάντας ἐκ κινδύνων, δεινῶν ἐξαίρουσα.

Χαίροις Θεονύμφευτε Ὑψενή, τῶν ἀπεγνωσμένων, γλυκυτάτη καταφυγή· χαίροις τῆς Μονῆς σου, χαρὰ καὶ σωτηρία, καὶ τῶν ἐν ἀσθενείαις, θεία ἀντίληψις.

Σκέπε τὴν Μονήν σου ὡς ἀγαθή, ἐκ πάσης ἀνάγκης, παμμακάριστε Ὑψενή, καὶ φύλλατε πάντας, τοὺς ἐπικαλουμένους, τὸ θεῖον ὄνομά σου, ἐν περιστάσεσι.

Ποίμνη σου ὑπάρχομεν Ὑψενή, καίπερ ἀναξίως, διὰ πλῆθος ἁμαρτιῶν· μὴ ἀποστερήσῃς, ἡμᾶς Εὐλογημένη, τῆς μητρικῆς στοργῆς σου, καὶ ποιμασίας σου.

Ἔχοντες Εἰκόνα σου τὴν σεπτήν, πολύτιμον σκεῦος, τῆς σῆς χάριτος Ὑψενή, αὐτὴν ἐν ἀγάπῃ, πολλῇ καταφιλοῦμεν, καὶ ᾄδομέν σοι αἶνον, εὐχαριστήριον.

Δεῦρο ἐκ τῆς δόξης σου Ὑψενή, τῶν ἄνω ἁψίδων, ἐποπτεύουσα συμπαθῶς, τοὺς πόθῳ φοιτῶντας, Ναῷ σου ἐν ἁγίῳ, καὶ ἐπιβοωμένους, τὴν προστασίαν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε καὶ προσδράμωμεν πιστοί, ἐν ἀγαλλιάσει καρδίας, ἐν Ὑψενῆς τῇ Μονῇ, ἔνθα τεθησαύρισται, Εἰκὼν ἡ πάντιμος, τῆς Ἁγνῆς Θεομήτορος, καὶ καταφιλοῦντες, ταύτην ἀνακράξωμεν, ὅλης ἐκ πίστεως· Μῆτερ τοῦ Θεοῦ Παναγία, φύλαττε βοήθει καὶ σκέπε, τοὺς τῇ ἀντιλήψει σου προστρέχοντας.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Σῷζε Ὑψενῆ Κύριλλον τὸν τῆς Ῥόδου,
Ταύτην σοι πιστῶς πλέξαντα ἱκεσίαν.






Πηγή
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης