Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Ευχή εις τον Όσιο Ρωμανό τον Μελωδό Empty Ευχή εις τον Όσιο Ρωμανό τον Μελωδό

Σαβ Οκτ 05, 2019 12:52 pm
Ευχή εις τον Όσιο Ρωμανό τον Μελωδό

Ἰσιδώρας Μοναχῆς Ἀγιεροθεϊτίσσης

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῇ προστάξει σοῦ τὸ φῶς δημιουργήσας καὶ κοινωνοὺς τούτου τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐργασάμενος· ὁ τὴν σοφίαν πηγάζων καὶ διὰ ταύτης τοὺς Ἁγίους σου Μαθητάς, τῇ ἐπελεύσει τοῦ Παναγίου Πνεύματος, κήρυκας τῆς δόξης σου ἀναδείξας, ὁ ἐπὶ τῆς γῆς τὸ ὡσαννὰ τῶν παίδων προσδεξάμενος, ἐν οὐρανῷ δὲ ὑπ᾿ Ἀγγέλων ἀσιγήτως δοξολογούμενος· ὁ τοὺς ὁσίους Πατέρας ἡμῶν ὑμνῳδοὺς τῆς σῆς ἀγαθότητος καταξιώσας γενέσθαι, ὁ τὸν Ὅσιόν σου Ῥωμανόν, διὰ τῆς ἀπειράνδρου Μητρός, ἀειπαρθένου Μαρίας, ἐν τῷ Ναῷ ταύτης ἑστῶτα, Μελῳδὸν ἄξιον τῶν θαυμασίων σου ποιησάμενος καὶ διὰ Τούτου πάντας ἡμᾶς κινῶν πρὸς αἶνον καὶ δοξολογίαν τῆς σῆς ἀφάτου μεγαλωσύνης.
Αὐτὸς Πανάγαθε Βασιλεῦ, ἔπιδε ἐπὶ τὴν δέησιν ἡμῶν τῶν ἀναξίων ἱκετῶν σου καὶ ἐπάκουσον ἡμῶν, ὡς ἐπήκουσας τῆς προσευχῆς τῶν παίδων ἐν τῇ καμίνῳ, ἀσινεῖς τούτους ἐκ τῆς φλογὸς διαφυλάξας τῇ δροσοβόλῳ χάριτί Σου, εἰς τὸ δοξάζειν καὶ ὑμνεῖν καὶ μεγαλύνειν ἐν ᾠδαῖς τὸ Ὑπερύμνητον Ὄνομά Σου.
Πρόσχες ἐπὶ τῇ ἱκεσίᾳ ἡμῶν ταύτῃ, ταῖς τῆς Παναχράντου Σου Μητρὸς πρεσβείαις ἐπικαμπτόμενος, ὑπὸ δὲ τοῦ ὁσίου θεράποντός Σου Ῥωμανοῦ τοῦ Μελῳδοῦ εὐμενῶς ἐξιλεούμενος. Καὶ φώτισον ἡμᾶς τῷ φωτὶ τῆς γνώσεώς Σου, εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν τὴν σὴν μεγαλοπρέπειαν. Διάνοιξον ἡμῶν τοὺς τῆς διανοίας ὀφθαλμοὺς Κύριε, ὁ πάλαι τὸν τυφλὸν τῇ εὐσπλάγχνῳ σοῦ προσψαύσει ὀμματώσας, ἵνα τὴν δόξαν τοῦ προσώπου Σου ἐνοπτριζόμενοι, τὴν ἄφατόν σου χάριν δοξολογῶμεν.
Ἱκάνωσον ἡμᾶς τοῦ προσάγειν ὕμνους ἐν φωνὴ αἰνέσεώς σου Κύριε, ὁ ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσας αἶνον. Σόφισον ἡμᾶς ἐν τῷ μελετᾶν τὸν νόμον σου καὶ δὸς ἡμῖν τοῦ φυλάττειν αὐτὸν ἐξ ὅλης ἡμῶν καρδίας. Τὰς ὑψώσεις σου θὲς τῷ λάρυγγι ἡμῶν, τῇ δὲ καρδία ἡμῶν τὴν σὴν ἀέναον δοξολογίαν, ἵνα θεωρῶντες τὴν τερπνότητα τοῦ προσώπου Σου, ἀγαλλιασώμεθα πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, ἐν τῷ ἐπικαλεῖσθαι τὸ Ὄνομά Σου τὸ Ἅγιον ἐν παντί. Καὶ σὺν τῷ Μελογράφῳ Ῥωμανῷ καὶ πᾶσι τοῖς Ἁγίοις σου, ὑμνηταὶ γενώμεθα τῆς σῆς ἀφάτου μεγαλωσύνης· κληρονόμοι δὲ εὑρεθείημεν τῆς ἀνεικάστου δόξης σοῦ καὶ θεωροὶ τῆς λαμπρότητάς σου ἐν τῇ ἐπουρανίῳ Σου Βασιλείᾳ, προσκυνοῦντες Σὲ τὸν ἐν Τριάδι Θεὸν ἡμῶν, Πατέρα, Υἱόν τε καὶ Θεῖον Πνεῦμα. ᾯ πρέπει ἡ τιμὴ καὶ προσκύνησες πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης