Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γερόντισσας Κάτω Παναγιάς Άρτας Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γερόντισσας Κάτω Παναγιάς Άρτας

Δευ Αυγ 12, 2019 11:07 pm
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γερόντισσας Κάτω Παναγιάς Άρτας

Ποίημα Αντωνίου Μάρκου, Καθηγητού Αγιολογίας
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Γερόντισσας Κάτω Παναγιάς Άρτας Aaaa12


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα  τά  παρόντα  Τροπάρια.

Ἦχος  δ΄. Ὁ  ὑψωθείς  ἐν  τῷ  σταυρῷ.

Τῆς Γεροντίσσης τῇ εἰκόνι προσπίπτοντες, τῇ τιμωμένῃ ἐν  τῇ  Μονῇ Παναγίας τῆς  Κάτω  καλουμένης  ἐν Ἄρτῃ, πιστοί πάντες  ἀρυόμεθα ἐξ αὐτῆς εὐλογίαν, βίου τε διόρθωσιν καί ψυχῶν σωτηρίαν· διό σκιρτῶντες μέλπομεν Αὐτῇ, χαῖροις Παρθένε, ἡμῶν τό διάσωσμα.

Δόξα. Τό αὐτό. Καί  νῦν.  Οὐ  σιωπήσωμεν ποτέ.
Τῇ  Θεοτόκῳ  ὡς  μητρί  ἐκβοῶμεν, οἱ  τυραννούμενοι  ἐχθροῦ  δυναστείᾳ, τῇ θεϊκῇ  Σου  σκέπασον  ἀγάπῃ  ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι  τῶν  τοῦ  Βελίαρ  παγίδων,  ὦ σεπτή  Γερόντισσα,  καί  τῆς δαιμόνων  μανίας· Σοῦ  γάρ  ὑπάρχει πάντιμος μονή, ἐν πόλει Ἄρτης ἡμῶν καταφύγιον.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ  ἡ  ἀκροστιχίς:
ΓΕΡΟΝΤΙΣΣΗΣ ΕΙΚΟΝΙ ΥΜΝΟΣ ΑΔΕΤΑΙ. ΑΝΤΩ(νίου).

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Γρᾶψαι νῦν ἀρξάμενον σὸν ταπεινὸν δοῦλον, Δέσποινα, φωτός Σου μοί δώρησαι ἀκτίνα μίαν, Σεμνή, ὅπως ὑμνήσω  Σου τά θεία μεγαλεία καί χάριν τήν ἄφθονον, σεπτή Γερόντισσα.

Εὐλόγησον, Ἄχραντε, τήν ἀπαρχήν τοῦ πονήματος, ὁμοῦ καί ποιήματος πρός δόξαν Σήν καί τιμήν, ἵνα μέλψω Σου ἀξίως τῶν χαρίτων* τήν ὄντως ἀέναον πηγήν, Γερόντισσα.
Ῥανῆσι Σῆς χάριτος τούς προσιόντας σεμνείῳ  Σου ἐν Ἄρτῃ, Μητρόθεε, χαράν ἐπόμβρισον, τοῖς ταῖς θλίψεσι τοῦ βίου θλιβομένοις·* πρός Σέ γάρ προστρέχουσι, Μῆτερ Γερόντισσα.

Ὅν ἤγειρεν τέμενος, ὡς μετανοίας ἀπόδειξιν, Δεσπότην ἐλέησον Ἠπείρου τόν Μιχαήλ, τόν διώξαντα Σήν δούλην Θεοδώραν, κολάσεως λύτρωσαι τῇ μεσιτείᾳ Σου.


ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ναόν Σοί ἀνήγειρεν, μισήσας τήν ἄσεμνον πρότερον ζωήν, Δεσπότης ἐλεγχόμενος, μοιχείαν ἀποθέμενος· Σύ δέ ὡς Μήτηρ εὔσπλαχνος, τούτου ἐδέχθης μετάνοιαν.

Τόν πρώην μοιχείᾳ τῆς συνεύνου βασάνῳ κολάσαντα ζωήν, εἰς μετανοίας ἴθυνας ὁδόν, σεπτή Γερόντισσα· καί φωτισμῷ ἐφώτισας θείῳ αὐτοῦ τήν διάνοιαν.

Ἴδε, Γερόντισσα, Σῶν δούλων  τήν πρόθεσιν, Κόρη, τῆς ψυχῆς καί μετανοίας ἄνοιξον ἡμῖν θύραν πρεσβείαις Σου,  πρός  τόν  Υἱόν  καί  Δεσπότην Σου, Θεόν ἡμῶν δέ  καί Κύριον.

Σῶσον, Γερόντισσα Κυρία, ἡμᾶς  τούς  ποσιόντας τῇ Μονῇ τῇ εὐκλεῇ  καί  θείᾳ  Σου, ἧν Κάτω Παναγίας νῦν, Σέ εὐλογοῦντες τήν Πάνσεμνον Ἀρταῖοι ἐπονομάζουσι.


Διάσωσον, τούς  Σύ  προσπίπτοντας, Γερόντισσα  Κόρη,  Μονῇ Σου γάρ τῇ εὐκλεεῖ, ἐπισκιάζει  ἀφθόνως  ἡ  Σή  χάρις.

Ἐπίβλεψον ἐν  εὐμενείᾳ, Πανύμνητε  Θεοτόκε, ἐπί  τήν  ἐμήν  χαλεπήν  τοῦ  σώματος  κάκωσιν  καί  ἴασαι  τῆς  ψυχῆς  μου  τό  ἄλγος.


Κάθισμα. Ἦχος β΄. Τά  ἄνω  ζητῶν.
Παρθένου  τῇ  σεπτῇ Μονῇ  οἱ πιστοί  προσφεύγομεν, οἱ  ἐν  πόνοις  ψυχῆς  καί  θλίψεσι  ὑπάρχοντες·  καί  ἐν αὐτῇ  αἰτούμεθα τῆς  Θεοτόκου  τό  ἄμετρον  ἔλεος  καί  τήν  ταχεῖαν  Ταύτης  συνδρομήν  καί  τήν  βεβαίαν  Αὐτῆς  ἀντίληψιν.


ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Σπεῦσον, Πανυπέρτιμε, καί ἡμᾶς τούς Σοί κεκραγότας ἐξάρπασον  δεινῆς κολάσεως, πρεσβεύουσα πρός Σόν Υἱόν μή διαλείπῃς κράζουσα, λαόν Σου ἐλέησον Κύριε.

Ἡμῶν τήν μετάνοιαν, Ἀγαθή, ἐκ βαρυαλγούσης ψυχῆς κατεύθυνον πρός τόν Υἱόν Σου· Σύ γάρ ὑπάρχεις ἡ ὁδός ἡ πρός Θεόν μετάγουσα  κἀκεῖθεν χάριν ἡ φέρουσα.

Σωτῆρα τεκούσα ἐπί τῆς γῆς, Γερόντισσα, Αὐτόν ἰλέωσαι, ἵνα τόν κόσμον ῥύσηται τοῦ πονηροῦ,  ἐλεών  τούς τιμῶντας  Σου, τήν  ὑπέρ  ἔννοιαν  σύλληψιν.

Εὐλογίας ὑπάρχουσα ἀέναος πηγή, ἐπί ὁδόν τῆς πηγῆς Μονήν Σοί ὕψωσεν Μιχαήλ Δεσπότης, εἰς μετανοίας τῆς αὐτοῦ  τεκμήριον, Δέσποινα, ἐν ἧ Σοί χάρις ἐκέχυται.


ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἴδε ἡμῶν τήν  κάκωσιν, τήν τῆς ψυχῆς καί τοῦ  σώματος καί  κατακλυσμόν τῆς  ἁμαρτίας· σπεῦσον, Παρθένε, ἐπικάμψαι τὸν Θεόν, πρεσβείαις  πρός  Αὐτόν  καί Σαῖς λιταῖς, πάντας  ἡμᾶς ῥύσασθαι τῆς κολάσεως, Δέσποινα.

Κυρία Παμπόθητε, τῶν εὐλογούντών Σε μνήσθητι ἐν τῷ Παραδείσῳ  ἀνακληθῆναι, μετά Ἀγγέλων  καί τῶν Ἁγίων  τοῖς  χοροῖς, αἰνούντων Υἱόν Σου ἐν χαρᾷ καί μακαριζόντων Σε, Παναγία Γερόντισσα.

Ὄλβος ὡς οὐράνιος τῷ Σῷ σεμνείῳ  ἐναπόκειται ἡ σεπτή Εἰκών Σου, Θεοτόκε, πρός ἧν προστρέχουσι πλήθη τῶν πιστῶν, Σέ ἐπευλογοῦντα, Ἀγαθή, τήν πηγήν τήν ἔμπλεον θείου ἐλέους  καί χάριτος.
Ναόν Σοί ἐδείματο, ὁ Μιχαήλ εἰς μετάνοιαν, Σύ τῇ Γεροντίσσῃ  Παναγίᾳ, ἐν ὅ  προστρέχουσι  πλήθη  τῶν  πιστῶν ζητοῦντες ἀνευρεῖν Σε τήν  πηγήν, ὅντως τήν ἀέναον, τήν κενουμένην οὐδέποτε.


ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.  
Ἴασαι, Κόρη, τούς κάμνοντας καί πόθῳ  Σοί προστρέχουσι, Δέσποινα, σεπτή Γερόντισσα, κἄν τῷ σεμνείῳ τῷ θείῳ Σου Σέ προσκυνοῦσιν πάντες, ὡς μόνην Ἄνασσαν.

Ὑμνεῖν πιστοί οὐ παυόμεθα, μητέρά Σε τήν θείαν τοῦ Ἄνακτος κόσμου τοῦ σύμπαντος, πρός Ὅν ἐκχέεις τήν δέησιν, οὖσα πηγή ἐκβλύζουσα  ἀγαθότητα.

Μαρία, χαῖρε Πανάχραντε, πηγή τῆς οὐρανίου χριστότητος, πιστῶν ἐντρύφημα, Ἁγίων τό ἐγκαλλώπισμα, καὶ τῶν Δικαίων πάντων, μεθ’ὧν πρεσβεύεις πρός Κύριον.

Νικῆσαι θέλοντι, Δέσποινα, παθῶν τήν τυραννίδα ὁ δοῦλος Σου, τῇ βοηθείᾳ Σου, Σύ τῇ Μητρί τοῦ Παντάνακτος, τῇ πάντα δυναμένῃ, ἀεὶ προσέρχομαι.


Διάσωσον, τούς  Σοί  προσπίπτοντας, Γερόντισσα  Κόρη,  Μονῇ Σου γάρ τῇ εὐκλεεῖ, ἐπισκιάζει  ἀφθόνως  ἡ  Σή  χάρις.

Ἄχραντε, ἡ διά λόγου τον Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Τῇ Μονῇ Σου τῇ πανσέπτῳ νῦν προσφεύγοντες τῇ ἐν Ἄρτῃ, τάς ἰάσεις ἀρυόμεθα τῶν ψυχῶν καί τῶν σωμάτων, Ἀειπάρθενε· Σοῦ γάρ ὑπάρχει ἡ πηγή τῶν ὑπερθέων δωρεῶν, ἀκένωτος τοῖς προσφεύγουσι· δός οὖν, Θεοτόκε, τοῖς πιστοῖς Σου ἱκέταις τήν Σήν ἀντίληψιν, Ἁγνή Κόρη, Σεμνὴ Γερόντισσα.

Προκείμενον. Μνησθήσομαι  τοῦ  ὀνοματός  Σου,  ἐν  πάσῃ  γενεᾷ  καί  γενεᾷ.
Στ. Ἄκουσον,  Θύγατερ,  καί  ἴδε  καί  κλῖνον  τό  οὗς  Σου  καί  ἐπιλάθου  τοῦ  λαοῦ  Σου  καί  τοῦ  οἴκου  τοῦ  πατρός  Σου  καί  ἐπιθυμήσει  ὁ  Βασιλεύς  τοῦ  κάλλους  Σου.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν  ταῖς  ἡμέραις  ἐκείναις, ἀναστᾶσα  Μαριάμ, ἐπορεύθη  εἰς  τήν  Ὀρεινήν μετά σπουδῆς, εἰς  πόλιν  Ἰοῦδα. Καί  εἰσῆλθεν  εἰς  τόν  οἶκον  Ζαχαρίου  καί  ἠσπάσατο  τήν  Ἐλισάβετ. Καί  ἐγένετο, ὡς  ἤκουσεν  Ἐλισάβετ  τόν  ἀσπασμόν  τῆς  Μαρίας, ἐσκίρτησε  τό  βρέφος  ἐν  τῇ  κοιλίᾳ  αὐτῆς. Καί  ἐπλήσθη  Πνεύματος  Ἁγίου  ἡ  Ἐλισάβετ  καί  ἀνεφώνησε  φωνῇ  μεγάλῃ  καί  εἶπεν. Εὐλογημένη  σύ  ἐν  γυναιξί  καί  εὐλογημένος  ὁ  καρπός  τῆς  κοιλίας  σου. Καί  πόθεν  μοι  τοῦτο, ἵνα  ἔλθῃ  ἡ  μήτηρ  τοῦ  Κυρίου  μου  πρός  με; Ἰδού  γάρ, ὡς  ἐγένετο  ἡ  φωνή  τοῦ  ἀσπασμοῦ  σου  εἰς  τά  ὦτά  μου, ἐσκίρτησε  τό  βρέφος  ἐν  ἀγαλλιάσει  ἐν  τῆ  κοιλίᾳ  μου. Καί  μακαρία  ἡ  πιστεύσασα, ὅτι  ἔσται  τελείωσις  τοῖς  λελαλημένοις  αὐτῇ παρά  Κυρίου.  Καί  εἶπε  Μαριάμ. Μεγαλύνει  ἡ  ψυχή  μου  τόν  Κύριον  καί  ἠγαλλίασε  τό  πνεῦμα  μου  ἐπί  τῷ  Θεῷ  τῷ  σωτῆρί  μου. Ὅτι  ἐπέβλεψεν  ἐπί  τήν  ταπείνωσιν  τῆς  δούλης  Αὐτοῦ. Ἰδού  γάρ  ἀπό  τοῦ  νῦν  μακαριοῦσί  με  πᾶσαι  αἱ  γενεαί· ὅτι  ἐποίησέ  μοι  μεγαλεῖα  ὁ  Δυνατός  καί  ἅγιον  τό  ὄνομα  Αὐτοῦ. Ἔμεινε  δέ  Μαριάμ  σύν  αὐτῇ  ὡσεί  μῆνας  τρεῖς  καί  ὑπέστρεψεν  εἰς  τόν  οἶκον  αὐτῆς.

Δόξα. Ταῖς τῆς Γεροντίσσης πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί  νῦν. Ταῖς  τῆς  Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 
Προσόμοιον. Ἦχος  πλ. β΄. Ὅλην  ἀποθέμενοι. Στ. Ἐλέησόν  με  ὁ  Θεός,…  
Ὄλβον ὡς ὑπέρλαμπρον ναόν Σου θεῖον, Παρθένε, ἐν Ἄρτῃ καθορῶμεν νῦν, θείᾳ  εὐδοκίᾳ  Σου, Κόρη  Πάντιμε· τοῦτον γάρ Σοί ὕψωσεν Θεοδώρα πρῶτον, Νικηφόρος ταύτης ἔκγονος ἐκ δευτέρου ἔκτισεν, εἰς δόξαν Σήν καί μνήμην μητρός αὐτοῦ· καὶ θρόνον τούτῳ ἔθηκεν, τοῦ ἐνθρονισθῆναι Γερόντισσα·   ὅθεν  πάντας  σκέπε  ἡμᾶς  τούς  καταφεύγοντας  αὐτῷ καί  αἰτουμένους, Πανύμνητε, τήν  παρηγορίαν Σου.


ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.  
Ὅλον κείμενον ἐν τῷ  βορβόρῳ, Δέσποινα, τῆς ἁμαρτίας, Σύ ἐλέει Σου ἐξάρπασον καί πρός  Χριστόν ὁδήγησον, ἵνα βοῶμεν Αὐτῷ· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος  καί Θεός εὐλογητός εἶ.  

Σῶσαι, Δέσποινα, Σοί δέομαι τόν δοῦλον Σο τόν ποντιζόμενον, ῥεύμασι βίου ἐμοῦ· τά πάντα γάρ δύνασαι οἴαπερ Μήτηρ Θεοῦ, Ὅν Ὑπερύμνητον τῶν Πατέρων Κύριον  καί  Θεόν ὁμολογουμεν.

Ἀνυμνοῦμεν Σε, Κυρίαν τήν Γερόντισσαν, τήν Παναμώμητον καί Βασιλίδα ἡμῶν, Μονῆς ταύτης Ἔφορον, ὁμολογοῦντες Χριστόν Ὑπερύμνητον, τῶν Πατέρων Κύριον καί Θεόν, Ὅν  εὐλογοῦμεν.

Δεῦτε ἅπαντες, Ὀρθόδοξοι νῦν σπεύσομεν τῇ Παναγίας Μονῇ, ἡ Κάτω προσηγόρευται καί ἐν ταύτῃ βοήσωμεν τῇ Γεροντίσσῃ Μητρί· Ὑπερύμνητε, Σέ εὐλογοῦμεν, Δέσποινα, τοῦ Κυρίου ὡς  Μητέρα.


ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἔπαρον τάς χεῖρας, Θεοτόκε, Υἱῷ Σου μεσίτευσον τῷ Πανοικτήρμονι, ὑπέρ λαοῦ προσκλαίοντος καί τήν μεσιτείαν Σου ἐπιζητοῦντος· πρόφθασον τοῦ ἐλεῆσαι ἡμᾶς· τόν Κύριον, ἵνα ὑμνοῦμεν τά ἔργα καί ὑπερυψοῦμεν εἰς πάντας τούς αἰῶνας.

Τείχισον εὐχαῖς Σου τούς ὑμνοῦντας, τό Σόν ἀειπάρθενον κι ὑπερβαλλόντως ἁγνόν, τήν τε ἁγιότητα καί δόξαν τήν οὐράνιον  καί  σῶσον ταῖς πρεσβείαις Σου πρός Σόν  Υἱόν  καί Θεόν ἡμῶν τόν Κύριον· Ὅν ὑμνοῦμεν τά ἔργα  καί  ὑπερυψοῦμεν  εἰς  πάντας  τούς  αἰῶνας.

Αὔγασον φωτί Σου ἀνεσπέρῳ, ψυχάς τῶν ὑμνοῦντων Σου τήν  Γέννησιν τήν ἐξ Ἄννης, Δέσποινα, Ἰωακείμ  τε  σώφρονος, δι’ ἧς ἡμῖν ἀνέτειλεν ὁ  νέος  Ἥλιος, ὁ  Κύριος, Ὅν ὑμνοῦμεν  τά  ἔργα  καί  ὑπερυψοῦμεν εἰς πάντας  τούς  αἰῶνας.

Ἴδε τήν Σήν ποίμνην Σέ ὑμνοῦσαν, Παρθένε Γερόντισσα, ἐν Κάτῳ Μονῇ, ἧν εὐλαβῶς Σοί ὕψωσεν μετανοῶν ὁ μοιχευθείς, ἀναβοῶν τῷ Σῷ Υἱῷ ἐμπράκτως, Δέσποινα· τόν Κύριον ὑμνοῦμεν τά ἔργα  καί  ὑπερυψοῦμεν εἰς πάντας τους αἰῶνας.


ᾨδὴ θ΄.  Ἅπας γηγενής.
Ἄκουσον ἡμῶν τήν δέησιν, Δέσποινα, τῶν δεομένων Σοι καί  ἅπαντας ἀπάλλαξον τῆς  αἰωνίου δεινῆς  κολάσεως, εὐχαῖς Σου καί δεήσεσι,  ἵνα  βοῶμεν  Σοι, χαῖροις Μῆτερ ἡμῶν ἡ Γερόντισσα,  καὶ τῆς Ἄρτης ἁπάσης ἀγλάϊσμα.

Νεῦσον πρός ἡμᾶς τούς Σέ μόνην ἔχοντας παρηγορίαν, Σεμνή· τῷ Υἱῷ Σου πρόσπεσον, ἵνα ἐν Κρίσει ἰλέῳ ὄμματι ἐνατενίσῃ ἡμᾶς τούς πταίοντας· ἵνα  βοῶμεν  Σοι, χαῖροις Μῆτερ ἡμῶν ἡ Γερόντισσα, ἡ  καί  Κάτω  Παναγία.  

Τείχισον ἡμᾶς ταῖς θείαις πρεσβείαις Σου, Μήτερ Ἀπείρανδρε, τούς ὁμολογοῦντάς Σε Ἁγνήν Μητέρα Θεοῦ Παντάνακτος καί οὐρανῶν Βασίλισσαν, ἵνα  βοῶμεν  Σοι, χαῖροις Μῆτερ ἡμῶν ἡ Γερόντισσα, τῆς Ἠπείρου ἁπάσης τό σέμνωμα.

Ὦ τῶν θαυμαστῶν χαρίτων Σου, Δέσποινα, δι’ ὧν σωθείημεν ἐλπίζομεν πρεσβείαις Σου ταῖς μητρικαῖς πρός ἁπάντων Κύριον, ὑπέρ ἡμῶν τῶν δούλων Σου, ἵνα  βοῶμεν  Σοι, χαῖροις Μῆτερ ἡμῶν ἡ Γερόντισσα, τῆς Ἑλλάδος ἁπάσης το σέμνωμα.

Μεγαλυνάρια.
Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν  ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν. Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ, τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.
Ἐπεκλήθης Κάτω ἡ Παναγιά, ἡ ἄνω ὁδηγοῦσα πρός Υἱοῦ Σου τῶν Οὐρανῶν θείαν Βασιλείαν, Γερόντισσα Παρθένε, πρός ἧν τούς Σε τιμῶντας πάντας ὁδήγησον.

Μονήν παρά τῆς βρύσεως τήν ὁδόν, ἐκάλεσεν πρῶτον ὁ λαός Σου μάνδραν τήν Σήν, ἧ πηγή ἐδείχθη θαυμάτων ἐξαισίων τῶν παρά Σοῦ, Παρθένε, σεπτή Γερόντισσα.

Ξενίαν φιλῶν τήν Δεσποτικήν, ξενίαν παρέσχε ἀλλοφύλῳ τῷ Βασιλεῖ, Ἡγούμενος, Κόρη, τοῦδε τοῦ σεμνείου, παρ’οὗ καί ἐλεήθη  καί δῶρα ἔλαβεν.

Σκέπε τάς ἀμνάδας τοῦ Σοῦ Υἱοῦ, τάς ἐνασκουμένας τῇ σεπτῇ Σου ταύτῃ Μονῇ, ἧν ὕψωσεν Δεσπότης Μιχαήλ Ἠπείρου, μνημεῖον μετανοίας καί διορθώσεως.

Μετά τῆς Θεοδώρας  καί  τῶν  λοιπῶν ἐν Ἄρτῃ Ἁγίων, Παρθενίου  τοῦ  ἱεροῦ, θείου τε Μαξίμου, Θεοχάρους, Ἀποστόλου, πρεσβείαν ποῖει, Κόρη, πρός τόν Παντάνακτα.

Χαῖροις, ὁ τῆς Ἄννης θεῖος βλαστός τοῦ  Ἰωακείμ τε, Ἧς ἡ Γέννησις  τήν χαράν ἀνέτειλεν τῷ κόσμῳ  καί Παραδείσου πύλας ἠνέωξεν ἀνθρώποις, Παρθένε Δέσποινα.

Τό  Μεγαλυνάριον  τοῦ  Ἁγίου  τοῦ  Ναοῦ  ἤ  τοῦ  Ἁγίου  τῆς  ἡμέρας.  Καί  κλείομεν  μετά  τοῦ·
Πᾶσαι  τῶν  Ἀγγέλων  αἱ  στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων  ἡ  δωδεκάς, οἱ  Ἅγιοι  Πάντες  μετά  τῆς  Θεοτόκου, ποιήσατε  πρεσβείαν  εἰς  τό  σωθῆναι  ἡμᾶς.


Τό  Τρισάγιον  καί  τά  Τροπάρια  ταῦτα. Ἦχος  πλ. β΄.
Ἐλέησον  ἡμᾶς, Κύριε,  ἐλέησον  ἡμᾶς, πάσης  γάρ ἀποροῦντες, ταύτην  Σοι  τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.

Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα  χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.

Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων· Σύ  γάρ  ἡ  σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Ἀπόλυσις. Καί  τῶν  Χριστιανῶν  ἀσπαζομένων  τήν  Εἰκόνα  τῆς Ὑπεραγίας Θεοτόκου  καί  χριομένων  δι’ ἁγίου  ἐλαίου, ψάλλονται  τά  παρόντα  Τροπάρια.

Ἦχος β΄. Ὅτε  ἐκ  τοῦ  ξύλου.

Δέχου ἱκεσίας τῶν πιστῶς  καί  γονυκλινῶς  προσφευγόντων τῇ θείᾳ σκέπῃ  Σου, Κόρη Πανυπέρτιμε, σεπτή Γερόντισσα· τῶν  παθῶν  δέ  διάλυσον τόν  σάλον, Παρθένε, ἅπασι  παρέχουσα  χάριν σωτήριον· Σύ γάρ τῶν Ἀρταίων ὑπάρχεις καί  πιστῶν  ἁπάντων  προστάτις, οἷα  Μήτηρ  θεία τοῦ  Παντάνακτος.

Δέσποινα  πρόσδεξαι τάς  δεήσεις  τῶν  δούλων  Σου  καί  λύτρωσαι  ἡμᾶς  ἀπό  πάσης  ἀνάγκης  καί  θλίψεως.

Τήν  πᾶσαν  ἐλπίδα  μου  εἰς  Σέ  ἀνατίθημι, Μήτερ  τοῦ  Θεοῦ, φύλαξόν  με  ὑπό  τήν  σκέπην  Σου.


Στίχοι·
Κάτω Παναγία ἡ ἄνω ὁδηγοῦσα,
δέχου ἱκεσίαν τάλαινος Ἀντωνίου,
ὁδόν μετανοίας εὐθύνουσα Υἱῷ Σου
τήν φέρουσαν, Παρθένε, Κόρη Γερόντισσα.





Πηγή
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης