Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός κανών Αγίου Νεκταρίου Πενταπόλεως του εν Αίγίνη του Θαυματουργού Νο2 Empty Παρακλητικός κανών Αγίου Νεκταρίου Πενταπόλεως του εν Αίγίνη του Θαυματουργού Νο2

Σαβ Ιουλ 27, 2019 8:18 am
Παρακλητικός κανών Αγίου Νεκταρίου Πενταπόλεως του εν Αίγίνη του Θαυματουργού.
Ψαλλόμενος ἐν Καμαρίζῃ Λαυρίου


Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός κανών Αγίου Νεκταρίου Πενταπόλεως του εν Αίγίνη του Θαυματουργού Νο2 Agiosn10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος πλ. δ´. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.

Τὸν ἐπομβρίζοντα ἰάματα πᾶσι, δεινῶς νοσοῦσι καὶ σκεδάζοντα πάντων, τῶν ἀλγηδόνων ζόφωσιν πιστοί, ἐκτενῶς μέλψωμεν Νεκτάριον τὴν πηγὴν τῶν θαυμάτων, καὶ αὐτῷ προσπέσωμεν πίστει ἐν Καμαρίζῃ, ἀναβοῶντες· πέμψον σαῖς λιταῖς, ἡμῖν ὑψόθεν Θεοῦ Πάτερ ἔλεος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

και  ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Νεκτάριε, κούφισον ἡμῶν ἀλγηδόνας. Χ. Μ. Μ.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Νεκτάριε Πάτερ θαυματουργέ, κρουνὲ θαυμασίων, πολυχεῦμον ταῖς σαῖς λιταῖς, προσφύγων σου πράϋνον τὰ ἄλγη, ὡς ἰατρὸν τῶν τιμώντων σε ἄριστον.

Ἐξ ὕψους Νεκτάριε θαυμαστέ, τὴν σὴν εὐλογίαν, προστασίαν καὶ ἀρωγήν, κατάπεμψον τάχος ἐπὶ πάντας, ἐν Καμαρίζῃ σὲ πόθῳ γεραίροντας.

Κατάπαυσον πάθη τὰ ζοφερά, Νεκτάριε μάκαρ, τῶν σπευδόντων σῇ ἀρωγῇ, καὶ θείῳ ναῷ σου προσιόντων, ἐν Καμαρίζῃ Λαυρίου πανεύφημε.

Θεοτοκίον.
Ταχὺ νοσημάτων φθοροποιῶν, δεινῶν ἀλγηδόνων, καὶ στενώσεως ψυχικῆς, ἐκλύτρωσαι Κεχαριτωμένη, τοὺς εὐσεβεῖς Νεκταρίου ἐντεύξεσιν.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἀναβλύζεις ἀπαύστως, τὸν γλυκασμὸν ἅπασι, γευομένοις βίου πικρίας, μάκαρ Νεκτάριε, καὶ προσιοῦσι πιστῶς, ἐν Καμαρίζῃ Λαυρίου, προσκυνήσαι χάριτος, σοῦ τὸ ἐκτύπωμα.

Ῥαντισμῷ εὐσπλαγχνίας, τοὺς σοὶ πιστῶς σπεύδοντας, πάντοτε ἁγίασον Πάτερ, χάριτος σκήνωμα, ὁ διασώσας πιστούς, ἐκ δυστυχήματος πάντας, Χαλκιδεῖς προστρέχοντας, σῷ προσκυνήματι.

Ἰαμάτων ὑπάρχεις, παντοδαπῶν χείμαῤῥος, ἰατρὲ ψυχῶν καὶ σωμάτων, πάνυ Νεκτάριε, ὁ θεραπεύσας ταχύ, ἐξ ἀνιάτου καρκίνου, Ἱερέα φέροντα, κλῆσιν τὴν θείαν σου.

Θεοτοκίον.
Ἐλεήμονος Λόγου, τοῦ Παντουργοῦ Κτίσαντος, Μῆτερ γλυκυτάτη Παρθένε, πᾶσι κατάπεμψον, ἐλέη τοῦ Σοῦ Υἱοῦ, τοῖς μεγαλύνουσι πόθῳ, Σὲ καὶ μακαρίζουσι θεῖον Νεκτάριον.


Ἰάτρευσον, τοὺς ἀσθενοῦντας βαρέως καὶ ἀνιάτως, τῇ δοθείσῃ σοι δαψιλῶς Νεκτάριε χάριτι, καὶ πράϋνον πάντων τὰς ἀλγηδόνας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις και το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Τοὺς σοὶ εὐλαβῶς, προσφεύγοντας Νεκτάριε, καὶ χάριν τὴν σὴν, ζητοῦντας ἀπολύτρωσαι, κατωδύνων θλίψεων, ἐνεδρῶν τοῦ πλάνου ἀλάστορος, ἀσθενειῶν παντοίων καὶ δεινῶν, κινδύνων ὡς ἄγαν εὐσυμπάθητος.


ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Καμαρίζης ὡράϊσμα, ἰαματικήν σου δεικνύεις ἅπασιν, εὐσεβέσι χάριν Ἅγιε, ἰατρὲ θεόσδοτε Νεκτάριε.

Ὁ ἀνοίγων τὰ ὄμματα, ἀόμματων δέξαι ἡμῶν τὴν δέησιν, καὶ ψυχῶν ἡμῶν τὰ ὄμματα, ἄνοιξον ὁρᾶν αὐτῶν συμφέροντα.

Ὑπερόπτας ἱκέτας σου, σχέσεων προσύλων σοφὲ Νεκτάριε, δεῖξον πάντας τοὺς προστρέχοντας, τῷ ἐν Καμαρίζῃ θείῳ οἴκῳ σου.

Θεοτοκίον.
Φωτοδότου Παντάνακτος, Μῆτερ σκοτομήνην ἡμῶν διάλυσον, τῶν παθῶν καὶ φῶς ἀνάτειλον, πᾶσι σωφροσύνης καὶ συνέσεως.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἴδε τοὺς πιστῶς, καταφεύγοντας σῇ χάριτι, καὶ παράσχου τὴν ὑγίειαν ψυχῶν, καὶ σωμάτων πᾶσιν Ὅσιε Νεκτάριε.

Σὲ τὸν ἰατρόν, τοῦ καρκίνου ἱκετεύομεν· ῥῦσαι πόνων τοῦ καρκίνου ἀλγεινῶν, αἰτουμένους σὴν ἀντίληψιν, Νεκτάριε.

Ὁ θεραπευτής, τῶν προσφύγων σου Νεκτάριε, καὶ ταχὺς τῶν ἰατήρων χειρουργῶν, βοηθός πιστοῖς παράσχου τὴν ὑγίειαν.

Θεοτοκίον.
Νίκας κατ᾿ ἐχθρῶν, ἀοράτων ἐπιβράβευσον, τοῖς Σοῖς δούλοις Θεοτόκε ἀγαθή, Νεκταρίου τοῦ Ὁσίου παρακλήσεσι


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ἡ χάρις σου, διατρέχει ἅπασαν, τὴν ὑφήλιον Νεκτάριε μάκαρ, καὶ διασῴζει ἐκ βλάβης παντοίας, τοῦ πονηροῦ ζοφερῶν περιστάσεων, καὶ ἀλγηδόνων χαλεπῶν, τοὺς πιστῶς σε καλοῦντας ἑκάστοτε.

Μελίῤῥύτον, ὕμνον σοι προσάγομεν, τῷ σεπτῷ ἐν Καμαρίζῃ ναῷ σου, οἱ εὐλαβῶς προσιόντες καὶ πίστει, τὴν σὴν μορφὴν προσκυνοῦντες Νεκτάριε, ἐξ ἧς ἐκχέονται ἀεί, ποταμοὶ θαυμασίων πολύῤῥυτοι.

Ὡς πρόμαχον, ἀρωγὸν καὶ φύλακα, σὲ κατέχοντες Νεκτάριε μάκαρ, τῇ σῇ ἑκάστοτε σπεύδομεν σκέπῃ καὶ ἀρωγήν σου θερμὴν ἐκδεχόμεθα, βοῶντες· ῥῦσαι συμφορῶν, καὶ κακώσεων πάντας ἱκέτας σου.

Θεοτοκίον.
Νεκτάριον, νῦν τὸν θαυματόβρυτον, μακαρίζοντες τὸν φίλον Υἱοῦ Σου, μονογενοῦς καὶ Σωτῆρος τοῦ κόσμου, Σὲ μεγαλύνομεν Θεογεννήτρια, Χριστιανῶν καταφυγή, καὶ βοήθειαν Σὴν ἐκδεχόμεθα.


Ἰάτρευσον, τοὺς ἀσθενοῦντας βαρέως καὶ ἀνιάτως, τῇ δοθείσῃ σοι δαψιλῶς Νεκτάριε χάριτι, καὶ πράϋνον πάντων τὰς ἀλγηδόνας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.


Αἴτησις και ευθύς το Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.

Τῶν ἰαμάτων ἀπύθμενον πέλαγος, καὶ νεαυγῶν ἰατήρων ἀκρότητα, ἐγκωμιάσωμεν πόθῳ Νεκτάριον, ὡς δωρεῶν οὐρανίων μυράλειπτρον, καὶ νέκταρ χαρίτων ἡδύγευστον.

Προκείμενον.
Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄ 9-16).

Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωήν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλός, τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὧν ποιμήν, οὗ οὐκ εἰσι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμᾶ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν· καθὼς γινώσκει μὲ ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατά ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κακεῖνά με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη, εἶς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Έλεήμων, έξάλειψον τά πλήθη των έμών έγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Έλεήμων, έξάλειψον τά πλήθη των έμών έγκλημάτων.

Στ. Ἐλέησόν με, ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Χάριτι τῇ θείᾳ σου, ἐπισκιάζεις ἀπαύστως, τοὺς πιστῶς γεραίροντας, πλῆθος θαυμασίων σου, καὶ κραυγάζοντας, ἰατρὲ τάχιστε, πάντων χριστωνύμων, ἱερώτατε Νεκτάριε, νοσοῦντας ἴασαι, τοὺς δεινῶς ἀλγοῦντας ἐπίσκεψαι, καὶ πόνους καταπράϋνον, τοὺς αὐτῶν φαρμάκῳ δεήσεων, σῶν πρὸς τὸν Δεσπότην, τῶν πάντων Ἐλεήμονα σεπτέ, θεραπευτὰ ἑτοιμότατε, ἐπικαλουμένων σε.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀλγηδόνων τὸν ζόφον, ἀστραπαῖς πρεσβειῶν σου θερμῶν διάλυσον, Νεκτάριε τρισμάκαρ, ἡμῶν τῶν σὲ ὑμνούντων, ὡς ταχὺν ἀντιλήπτορα, προστάτην τε καὶ ἰατρόν, νοσούντων καὶ καμνόντων.

Λυπηρῶν τὴν ὁμίχλην, καὶ ἀχλὺν χαμαιζήλων παθῶν ἐκδίωξον, Νεκτάριε τῶν πόθῳ, σπευδόντων τῷ ναῷ σου, ἐκζητῆσαι τὴν χάριν σου, ἐν Καμαρίζῃ σοφέ, Κυρίου Ἱεράρχα.

Γαληνὸν πρὸς λιμένα, καὶ ἀχείμαστον ὅρμον ἡμᾶς κατεύθυνε, τοὺς ποντουμένους ζάλῃ, βιοτικῶν κυμάτων, θεοφόρε Νεκτάριε, οἰακοστρόφε ψυχῶν, τῶν σὲ ὑμνολογούντων.

Θεοτοκίον.
Ἡ τοῦ κόσμου προστάτις, Θεοτόκε Παρθένε τοὺς παραπτώμασι, καρδίαν ῥυπωθέντας, ὑσσώπῳ πρεσβειῶν Σου, ὁλοθερμῶν ἀπόπλυνον, καὶ σκέπε πάντας πιστούς, Σῇ παναγίᾳ σκέπῃ.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Διάσωσόν με, ἐξ ἐπηρείας τοῦ πλάνου, τὸν προστρέχοντα ἐν Καμαρίζῃ, οἶκον προσκυνήσαι, Νεκτάριε σὸν θεῖον.

Ὀρθοδοξίᾳ, ἡμᾶς Νεκτάριε τήρει, ἀκλινεῖς σὲ ὡς κλέος τιμῶντας, Ὀρθοδόξων νέων, Ἱεραρχῶν παμμάκαρ.

Νέκρωσον πάθη, τοῦ σοῦ ἱκέτου καὶ πνεῦμα, ζώωσόν μου, Νεκτάριε, κράζω, ἵνα σὲ γεραίρω, ἐν κατανύξει ἄκρα.

Θεοτοκίον.
Ἀρετηφόρον, ὑπόδειξόν μοι πορείαν, τὴν ἀπάγουσαν πρὸς οὐρανίους, δόμους Θεοτόκε, Ὑπερευλογημένη.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Στεφάνων οὐρανίων, καὶ ἀλήκτου δόξης, τοὺς σοὺς ἱκέτας ἀξίωσον Ἅγιε, σημειοφόρων Πατέρων, πυξὶς Νεκτάριε.

Χαρίτων μυροθήκη, καὶ θαυμάτων ξένων, στηλογραφία ἡμᾶς πάντας ἥδυνον, νέκταρι θείων εὐχῶν σου, σεπτὲ Νεκτάριε.

Μὴ παύσῃ περισκεπῶν, πάντας οὐρανόθεν, τοῦς προσκυνοῦντας εἰκόνα τὴν θείαν σου, ἐν Καμαρίζῃ Λαυρίου, κλυτὲ Νεκτάριε.

Θεοτοκίον.
Μητράνανδρε Παρθένε, ῥεῖθρον εὐσπλαγχνίας, οἴκτιρον πάντας ἐκθύμως ὑμνοῦντάς Σε, ὡς εὐϊλάτου Κυρίου Μητέρα πάνσεπτον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χαίροις θαυμασίων ὠκεανός· χαίροις ἰαμάτων, ὁ πολύκροτος ποταμός· χαίροις τῶν νοσούντων, ὁ ἰατρὸς καὶ πάντων, θεραπευτὴς ἀλγούντων, μάκαρ Νεκτάριε.

Ἐν τῇ Καμαρίζῃ περικαλῆ, ἤγειρε ναόν σου, ὁ συνώνυμος τῆς σεπτῆς, ὁσιότητός σου, Νεκτάριε λευΐτης, ὅν ἔδειξας θαυμάτων, κρήνην ἀενάον.

Ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, ὥσπερ Ἱεράρχης, θεοφόρος καὶ ἀσκητής, θεαυγὴς κινδύνων ἐκλύτρωσαι τοὺς πίστει, σὲ ἀνυμνολογούντας, Πάτερ Νεκτάριε.

Χαίροις ὁ ἐκ πτώσεως εἰς κρημνόν, χάριτί σου σώσας, εὐσεβόφρονας Χαλκιδεῖς, τοὺς προσερχομένους, εἰς τὸν ἐν Καμαρίζῃ, περίβλεπτον ναόν σου, σῶφρον Νεκτάριε.

Χαίροις ὁ τὰ ὄμματα τῶν τυφλῶν, τάχος διανοίγων, θεραπεύων ἐκ ζοφεροῦ, πάθους τοῦ καρκίνου, καὶ σῴζων ἐκ κινδύνου, τροχαίου σοὺς ἱκέτας, Πάτερ Νεκτάριε.

Σκέπε τοὺς προστρέχοντας εὐλαβῶς, σῷ ἐν Καμαρίζῃ, τοῦ Λαυρίου Πάτερ ναῷ, καὶ ἐκδεχομένους, Νεκτάριε σὴν χάριν, ἥν ἅπασι παρέχεις ὡς εὐσυμπάθητος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


ως συνήθως και τά παρόντα Τροπάρια.Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῶν χαρίτων ὀφθέντα ταμεῖον ἄσυλον, ἀρτίως καὶ ἰαμάτων παντοδαπῶν ποταμόν, συμπαθείας τὸν ἀρδεύοντα τῷ νέκταρι, χειμαζόμενων τὰς ψυχὰς εὐφημήσωμεν πιστοί, Νεκτάριον Ἱεράρχην, βοῶντες· παῦσον ὀδύνας, ἡμῶν λιταῖς σου, Πάτερ Ὅσιε.

Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.

Τῶν ἰαμάτων ἀπύθμενον πέλαγος, καὶ νεαυγῶν ἰατήρων ἀκρότητα, ἐγκωμιάσωμεν πόθῳ Νεκτάριον, ὡς δωρεῶν οὐρανίων μυράλειπτρον, καὶ νέκταρ χαρίτων ἡδύγευστον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το ἑξῆς  Τροπάριον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας προσιόντας εὐλαβῶς, τῷ σεπτῷ σου ἐν Καμαρίζῃ, καὶ περιλάμπρῳ ναῷ, φύλαττε Νεκτάριε, ῥύου στενώσεως, ἀλγηδόνων ἀπαλλάττε, ἀεὶ περιφρούρει, σκέπε καὶ διάσῳζε, ἐκ τῆς τοῦ ὄφεως, βλάβης καὶ δεινῶν νοσημάτων, ἵνα τὴν σὴν ἄφθονον χάριν, καὶ τὴν ἀρωγήν σου μεγαλύνωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Δι᾿ οἶκόν σου Καμαρίζης κοπιῶντας,
σκέπε, Νεκτάριε, βοᾷ Χαραλάμπης.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης