Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Όσιο Βησσαρίων Empty Παρακλητικός Κανών εις τον Όσιο Βησσαρίων

Σαβ Απρ 20, 2019 7:58 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Όσιο Βησσαρίων

Παρακλητικός Κανών εις τον Όσιο Βησσαρίων Visari10

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῆς Τριάδος ἱερώτατος μύστης, καὶ ἀρετῶν σκεῦος σεπτὸν καὶ δοχεῖον, καὶ ὡς θαυμάτων πέλαγος ἀκένωτον, Βησσαρίων ἔνδοξε, πάσης θλίψεως ῥῦσαι, νόσων καὶ κακώσεων, χαλεπῶν τοὺς ἐκ πόθου, σοὶ προσιόντας πάντοτε πιστῶς, καὶ αἰτουμένους πρεσβείαν σου ἄμαχον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σὲ πόθῳ ὑμνῶ, Πάτερ Βησσαρίων.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Σκοτίαν νοός μου τὴν χαλεπήν, ἀπέλασον Πάτερ, τῇ σῇ αἴγλῃ τῇ παμφαεῖ, ὡς ἂν μεγαλύνω τὴν σὴν μνήμην, καὶ ἀνυμνήσω τοὺς θείους ἀγῶνάς σου.

Ἐν νόσοις κατάκειμαι χαλεπαῖς, Πάτερ Βησσαρίων, σοὶ προστρέχω τῷ θαυμαστῷ, προστάτῃ καὶ ῥύστῃ μου κραυγάζων, ταῖς ἱκεσίαις σου δός μοι τὴν ἴασιν.

Πολλοὺς ὡς διέσωσας ἐκ δεινῶν, νόσων ἀνιάτων, συμφορῶν τε καὶ ἀναγκῶν, οὕτω καὶ ἡμᾶς τοὺς σὲ τιμῶντας, ὦ Βησσαρίων ἀεὶ περιφύλαττε.

Θεοτοκίον.
Φιλάνθρωπον Κύριον καὶ Θεόν, ἐκύησας Κόρη, ἀνορθώσαντα τὴν ἡμῶν, φύσιν ἐκ τοῦ ᾍδου· ὅθεν πάντες, χρεωστικῶς Σε ἁγνὴ μεγαλύνομεν.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁλικῶς ὑπετάγην ἐχθρῶ δολίῳ πανεύφημε, γεγονὼς ληστῶν ἀκαθάρτων, σπήλαιον βέβηλον· διὸ προστρέχω τῇ σῇ, συμπαθεστάτῃ πρεσβείᾳ, ἵνα λάβω ἄφεσιν, τῶν ἐγκλημάτων μου.

Θεὸν Πάτερ δυσώπει κατοικτειρῆσαι τοὺς δούλους σου, ἔχεις γὰρ πολλὴν παῤῥησίαν, πρὸς Ὃν ἐδόξασας, τῇ ἰσαγγέλῳ σου, καὶ θαυμαστῇ πολιτείᾳ, Βησσαρίων ἔνδοξε, Ὁσίων καύχημα.

Ὡς ἀνέβλυσας ὕδωρ τῇ προσευχῇ σου πανόλβιε, οὕτω κἀμοὶ δίδου ἀξούων, ῥεῖθρα πρεσβείαις σου, ὡς ἂν τὴν ἔνθεον, τρίβον καλῶς διοδεύσας, μετανοίας τοὺς ἡδεῖς, καρποὺς τρυγήσαιμι.

Θεοτοκίον.
Ἵλεων τὸν Υἱόν Σου καὶ Σωτῆρα ἀπέργασαι, τῇ Σῇ μητρικῇ παῤῥησίᾳ, ἄχραντε Δέσποινα, εἰς Σὲ γὰρ ἅπαντες, πίστει προστρέχομεν Κόρη, ὡς πηγὴν ἀκένωτον, ζωῆς καὶ χάριτος.


Διάσωσον, θαυματουργὲ Βησσαρίων θεόφρον, τοὺς προσιόντας σοι δούλους ‘κ θλίψεων, καὶ χαλεπῶν πειρασμῶν τοῦ βελίαρ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ τῷ φρικτῷ νῦν θρόνῳ παριστάμενος, σὺν θείοις χοροῖς Δικαίων Πάτερ Ὅσιε, ὑπὲρ ἡμῶν ἐκτενῶς καθικέτευε, ὡς ἂν εὕρωμεν ἔλεος ἅπαντες, ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ, τῆς ἐτάσεως ὦ παμμακάριστε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπὲρ πάντων ἱκέτευε, Βησσαρίων Ὅσιε παναοίδιμε, τῶν τελούντων σου τὴν κοίμησιν, τὴν φωτοφανῆ καὶ πανσεβάσμιον.

Μύστης ἔνθεος γέγονας, τοῦ Θεοῦ ἀσκήσας ὡς ἄσαρκος, καὶ νεκρώσας τὰ κινήματα, τῆς σαρκὸς ἀγρύπνοις σου δεήσεσιν.

Νικηφόρος ἀνέδραμες, ἔνθα φῶς τὸ ἄδυτον πέλει Ὅσιε, Βησσαρίων ἱερώτατε, ἱκετεύων ὑπὲρ τῶν τιμώντων σε.

Θεοτοκίον.
Λεπρωθεῖσαν πανάχραντε, τὴν ψυχὴν ποικίλοις ἐν ἀτοπήμασι, καὶ τοῖς πάθεσι θεράπευσον, δραστικῷ φαρμάκῳ Σου ὦ Δέσποινα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθης φαεινός, Πάτερ ἥλιος μακάριε, καταυγάζων τὰς καρδίας τῶν πιστῶν, Βησσαρίων τῶν Ἀγγέλων ἰσοστάσιε.

Πάθεσιν δεινοῖς, καθυπέκυψας ὁ ἄθλιος, δουλωθεὶς τῇ δυναστείᾳ τοῦ ἐχθροῦ, Βησσαρίων θαυμαστὲ σύ με διάσωσον.

Ἄσκησιν στεῤῥάν, ὡς διήνυσας μακάριε, ἀνεδείχθης θαυμασίων αὐτουργός, καὶ χαρίτων θεϊκῶν Πάτερ κειμήλιον.

Θεοτοκίον.
Ἄλλην ἀσφαλῆ, οὐ κεκτήμεθα βοήθειαν, προστασίαν καὶ θερμὴν καταφυγήν, μετὰ Θεὸν εἰ μὴ Σὲ Κόρη πανάμωμε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὸν βίον, τῶν Ἀγγέλων ζηλώσας, ὥσπερ ἄσαρκος τὸ καῦμα καὶ ψύχος, καθυπέμεινας γνώμῃ γενναίᾳ, καὶ εἰς τὰ ἔμπροσθεν τὴν σὴν διάνοιαν, ἐκτέινας Πάτερ ἱερέ, εἰς οὐδὲν τὰ τῆς γῆς λογισάμενος.

Ἐν κόποις, ἀμετρήτοις καὶ πόνοις, προσευχαῖς καὶ ἐν νηστείαις θεόφρον, τὸν Χριστὸν ἐθεράπευσας ὅθεν, νῦν τὴν δόξαν κληροῦσαι τὴν ἄφθαρτον, παρέχων χάριν δαψιλῆ, τοῖς τελοῦσι τὴν πάνσεπτον μνήμην σου.

Ῥεῖθρα, τοῦ ποταμοῦ τῷ σημείῳ, τοῦ Τιμίου Σταυροῦ Βησσαρίων, διεπεράσας ἀβρόχως ὥσπερ, Μωϋσῆς ὁ θεόπτης καὶ τὴν πικράν, γεῦσιν μετήλλαξας σαφῶς, τῶν ὑδάτων Χριστοῦ θείᾳ χάριτι.

Θεοτοκίον.
Ῥῦσαί με, τῆς ἀσβέστου γεέννης, ἐν ἡμέρᾳ τῇ ἐσχάτῃ Παρθένε, ὅτι κατάκριτος ὅλος ὑπάρχω, ἐκ τῶν ἀμέτρων κακῶν μου πανάμωμε, καὶ σῶσόν με ὡς ἀγαθή, καὶ εἰς θεῖον νυμφῶνα εἰσάγαγε.

Διάσωσον, θαυματουργὲ Βησσαρίων θεόφρον, τοὺς προσιόντας σοι δούλους ‘κ θλίψεων, καὶ χαλεπῶν πειρασμῶν τοῦ βελίαρ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὴν σὴν πρεσβείαν στεῤῥὸν καταφύγιον, καὶ ὡς λιμένα κατέχοντες ἄκλυστον, ταύτῃ ἀεὶ ἐκ ψυχῆς καταφεύγομεν, Βησσαρίων Πατέρων ἀγλάϊσμα, καὶ ἐκλυτρούμεθα δεινῶν, πειρασμῶν πολυτρόπων τε καὶ θλίψεων.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.


Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅσιε θεόληπτε, θαυματουργὲ Βησσαρίων, ἀσκητῶν ἀγλάϊσμα, τῆς Αἰγύπτου βλάστημα ἱερώτατον, τῶν Ὁσίων σύσκηνε, Προφητῶν Μαρτύρων, Ἀποστόλων καὶ ἁπάντων τε, Δικαίων πρέσβευε, Χριστῷ τῷ Σωτῆρι ἑκάστοτε, ῥυσθῆναι πάσης θλίψεως, τοὺς εἰλικρινῶς σε γεραίροντας, ὀργῆς καὶ κινδύνου, παντοίας ἐνεστώσης ἀπειλῆς, ἵνα ἐν ὕμνοις δοξάζομεν, τὴν ἁγίαν μνήμην σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βαρυνθεὶς τῇ κακίᾳ εἰς ἀπείρους αἰῶνας μέλλω κολάζεσθαι, καὶ κόπτεσθαι καὶ κλαίειν, ἀλλά με σῶσον Πάτερ, τῇ ἀγρύπνῳ πρεσβείᾳ σου, ἱνα σε πόθῳ ὑμνῶ, εἰς πάντας τοὺς αἰῶνας.

Ἡ ἁγία σου μνήμη ἁγιάζει ἡμᾶς Πάτερ Ὅσιε, καὶ χάριν καὶ εἰρήνην, παρέχει Βησσαρίων, τοῖς πιστῶς ἀνακράζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σωτηρίας τὴν τρίβον εὔθυνόν μοι τρισμάκαρ καὶ καταξίωσον, τὸν ἐλαφρὸν βαστάζειν, ζυγὸν Χριστοῦ Κυρίου, Βησσαρίων πανεύφημε, ἵνα τῆς θείας χαρᾶς, ἀξιωθῶ καὶ δόξης.

Θεοτοκίον.
Ἐκ ποικίλων κινδύνων ἐκλυτρούμενος Κόρη τῇ προστασίᾳ Σου, δοξάζω μεγαλύνω, Σὲ πάναγνε Παρθένε, καὶ ἐκ πόθου κραυγάζω Σοι· Χαῖρε πιστῶν ἡ ἐλπίς, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Στῆσον τὰ πάθη, ὥσπερ τὸν ἥλιον Πάτερ, τῇ εὐχῇ σου ἐκράτησας τὸ πάλαι, καὶ φωτὶ Κυρίου, τὸν νοῦν κατάλαμψόν μου.

Ἀνενδοιάστῳ, πόθῳ ψυχῆς σοὶ προστρέχω, Βησσαρίων θεράπον τοῦ Κυρίου, ἐξαιτῶν τὴν λύσιν, παθῶν τῶν ἀκαθάρτων.

Ῥέουσι ῥεῖθρα, θαυμάτων καὶ ἰαμάτων, ἐκ τῆς σῆς εἰκόνος Βησσαρίων· ὅθεν τὸν Σωτῆρα, Χριστὸν ὑπερυψοῦμεν.

Θεοτοκίον.
Τῶν ἀμετρήτων, πειρασμῶν τὰς ἐφόδους, καταπράϋνον ἀνύμφευτε Παρθένε, διδοῦσα Σὴν γαλήνην, εἰς πάντας τοὺς αἰῶνας.
 
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱλάσθητι θεόφρον, τοὺς ἐξαιτουμένους, τὴν σὴν ταχεῖαν βοήθειαν Ὅσιε, καὶ τὸ συμφέρον ἑκάστῳ δίδου πρεσβείαις σου.

Ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν πάντων Κτίστην, ἆρον τὰς χεῖράς σου Πάτερ καὶ αἴτησαι, τῶν πειρασμῶν Βησσαρίων τὴν ἀπολύτρωσιν.

Νίκης ἐδέξω στέφος, παρὰ τοῦ Δεσπότου, καὶ ἀϊδίων γερῶν τὴν ἀντίδοσιν, ὦ Βησσαρίων Ὁσίων κλεινὸν ἀγλάϊσμα.

Θεοτοκίον.
Ἠνέωκται ἡ πύλη, θείου Παραδείσου, διὰ τοῦ Σοῦ ξένου τόκου πανύμνητε, Θεὸς γὰρ Λόγος σαρκοῦται, Ὃν μεγαλύνομεν.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.


Χαίροις τῶν Ὁσίων κλέος λαμπρόν, καὶ τῆς Ἐκκλησίας ὁ ἀκοίμητος ὀφθαλμός, χαίροις ὁ προστάτης, τῶν σὲ πιστῶς τιμώντων, θεόφρον Βησσαρίων, ἀξιοθαύμαστε.

Τῆς Αἰγύπτου γόνον τὸν ἱερόν, ἀσκητῶν τὴν δόξαν, μοναζόντων ὑπογραμμόν, τὸ τοῦ Παρακλήτου, κειμήλιον καὶ σκεῦος, τὸν θεῖον Βησσαρίωνα, εὐφημήσωμεν.

Θαύμασι διέλαμψας ἀληθῶς, ὡς Θεοῦ θεράπων, Βησσαρίων θαυματουργέ, πάντας καταυγάσας, τῷ βίῳ σου θεόφρον· διὸ νῦν τὴν σὴν μνήμην, ὕμνοις γεραίρομεν.

Ὥσπερ φοῖνιξ Πάτερ ἐν ταῖς αὐλαῖς, τοῦ Θεοῦ ηὐξήθης, ἐγκρατείας τοῖς ποταμοῖς, ποτισθεὶς ἐνθέως· διὸ καὶ ἐδοξάσθης, παρὰ Χριστοῦ πλουσίως, ὦ παμμακάριστε.

Τοὺς πιστῶς αἰτοῦντας τὴν σὴν θερμήν, ἀῤῥωγὴν θεόφρον, Βησσαρίων Πάτερ σοφέ, λύτρωσαι κινδύνων, καὶ πάσης ἐπηρείας, ἐχθροῦ τοῦ πανωλέθρου, ταῖς ἱκεσίαις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Κλῖμαξ, ἀρετῶν περιφανής, Πάτερ ἀνεδείχθης ἀσκήσας, καθάπερ ἄσαρκος, πάντας θείοις τρόποις σου, ἀνάγων Ὅσιε, πρὸς τὴν ἄνω λαμπρότητα, καὶ ἄληκτον δόξαν, ἧς νῦν ἐμφορούμενος, ἀπαύστως πρέσβευε, ταύτης καὶ ἡμᾶς ἀπολαῦσαι, μετὰ τῶν Δικαίων ἁπάντων, Βησσαρίων τῶν Ἀγγέλων σύσκηνε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης