Πήγαινε κάτω
Νηφωνας
Νηφωνας
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 40

Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Μηνά Empty Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Μηνά

Κυρ Μάης 19, 2013 9:30 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Μηνά

Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Μηνά Agios_13

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ Ἀθλοφόρῳ οἱ πιστοὶ ὁμοφρόνως, δεῦτε προσπέσωμεν ὁμοῦ ἐκβοῶντες, οἱ ἁμαρτήμασι βαρούμενοι σὺν δάκρυσι· σπεῦσον παναοίδιμε, Ἀθλητὰ τοῦ Κυρίου, σαῖς πρὸς τὸν Οἰκτίρμονα, ἱκεσίαις θεόφρον, παντὸς κινδύνου νόσων χαλεπῶν, Μηνᾶ παμμάκαρ, ἀπάλλαξον ἅπαντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Τὸ δὴ πόθῳ σοὶ νῦν Ἰωάννης, ἄγει.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Ταῖς πρὸς Χριστόν σου ἱκεσίαις Ἅγιε Μηνᾶ πανεύφημε, ῥῦσαι ἡμᾶς τάχος, τῶν δεινῶν καὶ θλίψεων, καὶ πάσης περιστάσεως, καὶ νοσήματος μάκαρ· σὲ γὰρ προστάτην κεκτήμεθα, πρὸς Θεὸν πανεύφημε ἅπαντες.

Ὄλβιος πέλεις παῤῥησίαν κτώμενος πρὸς τὸν Χριστὸν Ἀθλητά, δώρησαι σοῖς δούλοις, τὰς αἰτήσεις τάχιστα· πίστει γάρ σοι κραυγάζουσιν, Ἀθλοφόρων τὸ κλέος, Μηνᾶ Μαρτύρων ἀγλάϊσμα, ῥῦσαι τοὺς πιστῶς εὐφημοῦντάς σε.

Δόξης ἐνθέου ἱεραῖς λαμπρότητος εἰς τὰ οὐράνια, ἀξιωθεὶς μάκαρ, λάμψει τῶν ἀγώνων σου, παράσχου τοῖς ἱκέταις σου, τὰ αἰτήματα Μάρτυς, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου, ἔνδοξε Μηνᾶ ἀξιάγαστε.

Θεοτοκίον.
Ἡ ὑπὲρ λόγον τὸν Θεὸν κύσασα εὐλογημένη Ἁγνή, ἄνθος δωρημάτων, παρθενίας τέμενος, τοῦ οὐρανοῦ ὑπέρτερε, Παραδείσου τὸ κάλλος, τῶν Ἀσωμάτων εὐπρέπεια ῥῦσαι τοὺς πιστῶς προσκυνοῦντάς Σε.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Παροξύνας ἀμέτρως τὸν Λυτρωτὴν ἔνδοξε, πράξεσιν μυρίοις καὶ κακουργήμασι, νῦν περιπέπτωκα, δεινοῖς παντοίοις ὁ τάλας, ἐξ ὧν με ἀπάλλαξον, ταῖς ἱκεσίαις σου.

Ὁ Θεός σε παμμάκαρ τῶν Ἀθλητῶν καύχημα, ἔδειξεν ἐν κόσμῳ προστάτην, τῶν εὐφημούντων σε· διὸ οἰκτείρησον, ταῖς πρὸς Χριστόν σου πρεσβείαις, τοὺς πιστῶς τιμῶντάς σε, Μηνᾶ θαυμάσιε.

Θαυμασίων σε μάκαρ ὑπερφυῶν ἔνδοξε, γνόντες αὐτουργὸν σὲ θεόφρον, πάντες οἰόμεθα, πλουτεῖν σε Ἅγιε, πρὸς τὸν Χριστὸν παῤῥησίαν, Ὃν ἡμῖν ἱλέωσαι, Μηνᾶ ἀοίδιμε.

Θεοτοκίον.
Ὡς πανάμωμος Μήτηρ τοῦ Ποιητοῦ Ἄχραντε, ὡς ἁγιωτέρα ἁπάντων, τῶν ἄνω Δέσποινα, ὡς πάντων Ἄνασσα, εὐλογημένη Μαρία, ῥῦσαι τοὺς ὑμνοῦντάς Σε, Ἀειμακάριστε.


Διάσωζε, Μάρτυς Κυρίου τοὺς ἀνυμνοῦντάς σε πόθῳ, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἅγιε, κινδύνων ἀδοκήτων καὶ νόσων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις. Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείᾳ τῇ σῇ Μηνᾶ θεομακάριστε, παντοίας ἡμᾶς, κολάσεως ἀπάλλαξον, ταῖς λιταῖς σου Ἅγιε, πρὸς Χριστὸν τὸν μόνον φιλάνθρωπον· σὲ γὰρ προστάτην κεκτήμεθα, Ἀθλητῶν ἐγκαλλώπισμα ἀοίδιμε.


ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Σύ με ἀεί, Ἅγιε τῶν περιστάσεων, σὺ κινδύνων, σὺ καὶ τῆς κολάσεως, παντὸς κακοῦ, καὶ τῶν δυσχερῶν, ταῖς πρὸς τὸν Δεσπότην, ἀπάλλαττε ἱκεσίαις σου, Μαρτύρων ἡ λαμπρότης, Ὀρθοδόξων τὸ κλέος, παρασχὼν τὰ αἰτήματα τάχιστα.

Ὁλοσχερῶς, ἐπὶ τὴν σὴν παναοίδιμε, θείαν σκέπην, σπεύδω ὁ πανάσωτος, κράζων θερμῶς· Μάρτυς τοῦ Χριστοῦ, ῥῦσαί με ἀνίας καὶ τῆς δεινῆς περιστάσεως, Μηνᾶ πιστῶν προστάτα, ταῖς λιταῖς πρὸς Χριστόν σου· σὲ γὰρ ἔχω θερμὸν ἀντιλήπτορα.

Ἵνα πιστῶς, σὲ ἀνυμνῶ παμμακάριστε, μετὰ πόθου, Ἀθλοφόρων καύχημα, καὶ πᾶς πιστῶς, σὲ ἀνευφημῇ, παράσχου ἀξίως, ἡμῖν τὸν ἔλεον ἄνωθεν, πλουτεῖς γὰρ παῤῥησίαν, πρὸς Θεὸν οἷα Μάρτυς, Ὀρθοδόξων τὸ κλέος θεόληπτε.

Θεοτοκίον.
Νόες Ἁγνή, τῶν Ἀσωμάτων στρατεύματα, τῶν ἀΰλων Τάγματα καὶ ἅπασαι τῶν οὐρανῶν τάξεις Ἀγαθή, Σὲ ὑμνολογοῦσιν, ὡς Βασιλίδα οὐράνιον, μεθ’ ὧν πᾶσα ἡ κτίσις, προσκυνεῖ Σε Κυρία, τῷ ἐλέει Σου πάντας οἰκτείρησον.


ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὑπὲρ ἥλιον μάκαρ ἔλαμψας ἐν κόσμῳ ἀκτῖσι τῶν ἔργων σου, καὶ θαυμάτων ὄντως, ταῖς ἐλλάμψεσι πλείστους ἐλάμπρυνας· διὸ πάντες πόθῳ, σὲ εὐφημοῦμεν θεοκῆρυξ, ταῖς λιταῖς σου Μηνᾶ ἡμᾶς φώτισον.

Νῦν σε πίστει καὶ πόθῳ, πάντες εὐφημοῦμεν Μηνᾶ ἀξιάγαστε, ταῖς πρὸς τὸν Δεσπότην, ἱεραῖς μεσιτείαις σου ἔνδοξε, ῥῦσαι τῶν κινδύνων, καὶ τῶν ἐχθίστων τῆς μανίας, ὡς προστάτης ἡμῶν ἀεισέβαστος.

Ἱλασμὸν τῶν πταισμάτων, καὶ τῶν ἐνεστώτων κινδύνων πανεύφημε, Ἀθλοφόρων κλέος, τοὺς πιστῶς σε τιμῶντας ἀπάλλαξον, ὡς θερμὸς προστάτης, καὶ βοηθὸς τοῖς ἐν ἀνάγκαις, Ἀθλητῶν ὡραιότης πανεύφημε.

Θεοτοκίον.
Ὦ Μητρόθεε Κόρη, πάναγνε Θεόνυμφε θεοχαρίτωτε, τάξεις Ἀσωμάτων, καὶ Ἁγίων ἁπάντων συστήματα, Σὲ ὑμνολογοῦσιν, ὡς Βασιλίδα τῶν αἰώνων, τῷ ἐλέει Σου οἴκτειρον ἅπαντας.


ᾨδὴ στ΄. Τὰ νέφη τῶν λυπηρῶν.
Ἀνύψωσον εὐσεβῶν κραταίωμα, τῇ ἐντεύξει σου Μηνᾶ πρὸς τὸν Κτίστην· σὺ γὰρ ἡμῶν, ὁ προστάτης παμμάκαρ, καὶ σὲ ὑμνοῦμεν ἐν πίστει θαυμάσιε, ἀπάλλαξον πᾶσαν ἡμῶν, ἀθυμίαν ἐν τάχει ἀείμνηστε.

Νοοῦντες τὴν πρὸς Θεὸν πανθαύμαστε, παῤῥησίαν σου Μαρτύρων τὸ κλέος, πάντες πιστοί, σὲ ὑμνοῦμεν ἐκ πόθου, ῥῦσαι ἡμᾶς συμφορῶν καὶ κακώσεων, λιταῖς σου πρὸς τὸν Λυτρωτήν, παρασχὼν τὰς αἰτήσεις τῶν δούλων σου.

Ναμάτων ζωοποιῶν τοῦ Πνεύματος, ἐμπλησθείημεν ἐντεύξει σου μάκαρ, ἵνα καρποὺς ἀρετῶν ἐκβλαστῆσαι, Μηνᾶ θεόφρον ἰσχύσωμεν ἅπαντες, τιμῶντές σου τὴν ἱεράν, καὶ σεβάσμιον Μάρτυς ἀντίληψιν.

Θεοτοκίον.
Ἡ πάνσεμνος, τοῦ Θεοῦ λοχεύτρια, ἡ Παρθένος Θεοτόκος Μαρία, τῇ πρὸς Θεόν, ἑαυτῆς παῤῥησία, τῶν δυσχερῶν ἀπαλλάττει τοὺς κράζοντας· ὑμνοῦμέν Σε μόνη ἁγνή, Παναγία Θεόνυμφε Δέσποινα.

Διάσωζε, Μάρτυς Κυρίου τοὺς ἀνυμνοῦντάς σε πόθῳ, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἅγιε, κινδύνων ἀδοκήτων καὶ νόσων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις. Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστασία τῶν ὑμνούντων Σε Θεόνυμφε, ἱκεσίαις τοῦ Ἀθλοφόρου Πανάχραντε, μὴ παρίδῃς τοὺς προσκυνοῦντάς Σε Ἁγνή, ἀλλὰ σπεῦσον μόνη Ἀγαθή, εἰς τὴν ἀντίληψιν ἡμῶν, τῶν πιστῶς ἐκβοώντων Σοι· τάχυνον Ὑπεραγία, πρόφθασον ἡ προστασία, ἡ ἀπαλλάττουσα ἀεί, τῶν κινδύνων τοὺς τιμῶντάς Σε.

Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

Ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17 – στ΄ 2, 17 – στ΄ 2).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.  Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.  Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.  Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν.   Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.  Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.  Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ.  Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον.  

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων


Στ. Ἐλέησόν με, ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ ἐγκαταλίπῃς με, παραπτωμάτων εἰς βάθη, τυγχάνειν τὸν ἄσωτον, ἀλλ’ ὀξέως ἔγειρον τὸν οἰκέτην σου, τοῦ βυθοῦ Ἅγιε, τῶν πολλῶν κακῶν μου, τῆς ψυχῆς τε καὶ τοῦ σώματος, χεῖρα ὀρέγων μοι, ταῖς πρὸς τὸν Θεὸν ἱκεσίαις σου, Μαρτύρων ἐγκαλλώπισμα, ἵνα σε ὑμνῶ παναοίδιμε, ὡς μέαν προστάτην, ῥυόμενον ἁπάντων τῶν δεινῶν, καὶ τῆς ἐνθέου λαμπρότητος, ἀξιοῦντα ἅπαντας.


ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σῶσον τὸ κλέος Ἀθλοφόρων, τοὺς τιμῶντάς σε Μηνᾶ Χριστοῦ θεράπον· παῤῥησίαν γὰρ σύ, πλουτεῖς πρὸς τὸν Δεσπότην, περιφρουρῶν τοὺς μέλποντας, τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἄνω χοροῖς τῶν Ἀσωμάτων, τὴν Ὑπέρθεον ὑμνολογῶν Τριάδα, ὑπὲρ πάντων ἡμῶν, τῶν πίστει σε τιμώντων, δυσώπει παμμακάριστε, λυτρωθῆναι τῶν κινδύνων.

Γένος τὸ βρότειον τιμᾷ σου, τὴν ὑπέρφωτον καὶ ἔνδοξον ἡμέραν, ἐν ὑψίστοις λαμπρῶς, μετὰ τῶν Ἀσωμάτων, Τριάδα τὴν Ὑπέρθεον, προσκυνῶν ἀεὶ λατρεύεις.

Θεοτοκίον.
Ἔχεις ὡς Μήτηρ παῤῥησίαν, πρὸς τὸν Ὕψιστον τὸν Σὸν Υἱὸν Παρθένε, ὑπὲρ πάντων ἡμῶν, δυσώπει Παναγία, Αὐτοῦ τὴν ἀγαθότητα, οἰκτειρῆσαι πάντας Κόρη.


ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἱκετεύει Μηνᾶς ὁ Ἀθλοφόρος, Σὲ τὸν πάντων Θεὸν καὶ Βασιλέα, ὑπὲρ ἡμῶν τῶν πίστει κραυγαζόντων Σοι· Κύριε τῆς δόξης, Σὲ ὑμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἀσωμάτων αἱ τάξεις καὶ Ἁγίων, δυσωποῦσι Χριστὸν τὸν Βασιλέα, μετὰ Μηνᾶ τοῦ θείου καὶ θεόφρονος· Κύριε τῆς δόξης, οἴκτειρον τὸν κόσμον, ἀπείρῳ Σου ἐλέει.

Σὲ ὑμνοῦσιν οὐράνιαι χορεῖαι, τὸν Παντάνακτα ὡς Κύριον τῆς δόξης, μετὰ Μηνᾶ Μαρτύρων τὸ ἀγλάϊσμα, ὦ Τριὰς Ἁγία, φρούρει ἡμᾶς πάντας, τῷ θείῳ Σου ἐλέει.

Θεοτοκίον.
Ἅπαν χεῖλος πνοὴ καὶ πᾶσα κτίσις, ἀνυμνεῖ Σε τὴν ὄντως Θεοτόκον, ὑπερφυῶς κυήσασαν τὸν Κύριον, τὸν Θεὸν τῶν ὅλων, ᾧ λατρεύει κτίσις, εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸν πάντων Βασιλέα καὶ κραταιόν, ἱκετεύων μὴ παύσῃ ἀοίδιμε, ἐκδυσωπῶν, ὑπὲρ τῶν τιμώντων σε ἐκτενῶς, Μάρτυς Μηνᾶ θεόπνευστε, καὶ ἐκδεχομένων ἀεὶ πιστῶς, ἀντίληψιν τὴν θείαν, τὴν σὴν Χριστοῦ θεράπων, καὶ εὐφημούντων σε ἀείμνηστε.

Ἐπίβλεψον ἐξ ὕψους Παμβασιλεῦ, τῷ ἀπείρῳ ἐλέει Σου Κύριε, ὡς ἀγαθός, οἴκτειρον τὸν κόσμον Σου κραταιέ, λιταῖς τοῦ Ἀθλοφόρου Σου, λύων τὴν κατήφειαν τὴν ἡμῶν, ὡς μόνος εὐεργέτης, παρέχων εὐφροσύνην, καὶ αἰωνίαν ἀπολύτρωσιν.

Θεότης ἑνιαία ἡ φοβερά, Τρισυπόστατε Κύριε ἄναρχε, μόνε Θεέ, Ὕψιστε παντάρχα Παμβασιλεῦ, Σὲ λιτανεύει κράτιστε, ἅπασα ἡ κτίσις ὡς πλαστουργόν, Μηνᾶς τε ὁ γενναῖος, σὺν πᾶσι τοῖς Ἁγίοις, καὶ Ἀσωμάτων τοῖς στρατεύμασιν.

Θεοτοκίον.
Ὦ πάναγνε Μαρία Μῆτερ Θεοῦ, Σεραφὶμ ἀνωτέρα Θεόνυμφε, καὶ Χερουβίμ, πάσης οὐρανίου τε στρατιᾶς, Σὲ δυσωπεῖ Πανάχραντε, μετὰ τῶν Μαρτύρων ὁ παμφαής, Μηνᾶς ὁ Ἀθλοφόρος, οἰκτείρησον τὸν πίστει, συνθέντα τάδε τὰ ἐφύμνια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Θαυμασίων πάντων σε ὁ Χριστός, ἀνέδειξε Μάρτυς, καὶ τεράτων ὑπερφυῶν αὐτουργόν· διὸ τοὺς σὲ τιμῶντας, παντὸς κινδύνου σῶζε, Μηνᾶ πανένδοξε.

Μὴ παύσῃ δεόμενος Ἀθλητά, τοῦ Θεοῦ τῶν ὅλων, ὑπὲρ πάντων τῶν εὐσεβῶν, σὲ μακαριζόντων, ὡς Μάρτυρα Κυρίου, ὡς ἔχων παῤῥησίαν, Μηνᾶ πανθαύμαστε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....
Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς  Τροπάριαν.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, προσδραμόντων Ἀθλητά, πίστει τῇ θερμῇ ἀντιλήψει, τῆς προστασίας σου, Ἀθλοφόρε ἔνδοξε, Μηνᾶ θαυμάσιε, προστατεύεις δωρούμενος, αἰτήματα τάχος, ταῖς πρὸς τὸν Οἰκτίρμονα, λιταῖς σου ἔνδοξε· ὅθεν, δυσωποῦμέν σε μάκαρ, οἴκτειρον ἡμᾶς ἱκετεύων, Θεὸν τὸν Παντάνακτα ἀοίδιμε.

Πάντες, προσκυνοῦμέν Σε πιστῶς, Μῆτερ τοῦ Θεοῦ τῶν ἁπάντων, εὐλογημένη Ἁγνή, ἄχραντε πανύμνητε, θεοχαρίτωτε, ῥῦσαι πάντας τῶν θλίψεων, τῇ Σῇ μεσιτείᾳ, δυσωπεῖ Σε Δέσποινα, Μηνᾶς ὁ ἔνδοξος, μετὰ τῶν Ἁγίων ἁπάντων, οἴκτειρον ἡμᾶς Σῷ ἐλέει, Παναγία Δέσποινα Παντάνασσα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης