Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν

Κυρ Οκτ 21, 2012 4:46 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ιεροσολυμίτισσαν Ieroso10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦς προσκυνοῦντας σῆν ἀγίαν εἰκόνα τῆν άχειρότευκτον, Ἀγνῇ Θεοτόκε, ἐν τῷ πανσέπτῳ τάφῳ σου ἐν Γεθσημανή σκέπε καί διάσῳζε, τῶν Ἱεροσολύμων σέμνωμα, κακώσεων, ἀκηδίας, ῥᾳστώνης καί χαμαιζήλων ἅπαντας παθῶν, ἴνα σε πόθῳ ψυχῆς μεγαλύνωμεν.

Δόξα. Καί νῦν.
Οὐ σιωπήσωμεν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
«Ίεροσολυμίτισσα Θεοτόκε, βοήθει μοὶ. X.»

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Ἱκανῶσον πάντας τούς εὐσεβεῖς τοϋ ὄφεως τάχος, Θεοτόκε, τήν κεφαλήν συντρῖψαι πτερνίζοντος τό γένος τῶν χοϊκῶν, Ίεροσολυμίτισσα.

Ἐπίβλεψον, Μῆτερ, ἐξ οὐρανοῦ καί ἴδε τούς πόθῳ προσκυνοῦντας τήν σήν μορφήν, τήν ἄνευ χειρός ἱστορηθεῖσαν βροτείου, ὦ Ίεροσολυμίτισσα.

"Ῥανίδας δακρύων μου σῶν εὐχῶν ἀπόσμηξον μάκτρῳ, εὐσυμπάθητε Μαριάμ, τού σπεύδοντος χάριτι σου θεῖα τῆ μητρική, Ίεροσολυμίτισσα.

Οὐράνωσον φρόνημα τῶν πιστῶν ποθεῖν  τά ἐν πόλῳ διαμένοντα ἀκλινῶς, καί νέκρωσον λογισμούς ἀτάκτους σῶν ἱκετῶν, Ίεροσολυμίτισσα.


ᾨδή γ´. Οὐρανίας ἁψῖδος.
Σήν εἰκόνα κατεῖδε, Τατιανή, Δέσποινα, ἔκπληκτος φωτί ηύγασμένην, ὦ ξένου θαύματος, ἔν τῷ κελλίῳ αὑτῆς ἄνευ χρωστῆρος χρωσθεῖσαν χοϊκοῦ, Μητρόθεε, κόσμου βοήθεια.

Ὄλβος πέλει ναοῦ σου τοϋ ἱεροῦ τάφου σου τό ἀχειροποίητον, Μῆτερ, θεῖον σου ἔκτυπον, ὅ προσκυνοῦντες πιστῶς άναβοώμεν• βοήθει σέ τοῖς μακαρίζουσιν ἔν βίου κλύδωσι.

Λῦσον τῆς ἐμπαθείας σῶν ἱκετῶν ζόφωσιν καί εἰρήνην τῆ Ἐκκλησία δώρησαι, Δέσποινα, ϊνα σέ πάντες ένί στόματι ἀνευφημῶμεν καί μορφήν σου ἄχραντον κατασπαζώμεθα.

Ύπερύμνητε Μῆτερ, Γεθσημανής σέμνωμα, σοϋ τήν άχειρότευκτον ὄντως κατασπαζόμενοι μορφήν βοῷμεν τρανώς• φανέ Ἱεροσολύμων, τήν ἡμῶν σκοτόμαιναν δίωξον θλίψεων.


Εἰρήνευσον ζωήν σῶν δουλῶν καί σύντριψον πολεμίους ταῖς πρεσβείαις σου πρός τόν σόν Υἱόν τόν ειρήναρχον, ἀκέστορ σεμνή Ἱεροσολύμων.

Ἐπίβλεψον ἔν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοϋ σώματος κακῶσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἠχός Β'. Πρεσβεῖα θερμῇ.
Λιταῖς σου θερμαῖς, Ίεροσολυμίτισσα, πιστῶν οἵ χοροί ἕ- κάστοτε προσφεύγοντες εὐλαβῶς κραυγάζομεν• πρός Θεοϋ αἶνον χεΐρας ἀνύψωσον ήμών σήν άχειρότευκτον μορφήν πιστῶς προσκυνούντων, Μῆτερ ἄχραντε.


ᾨδή δ´. Εἰσακήκοα Κύριε.
Μητροπάρθενε Δέσποινα, τάφῳ ἔν πανσέπτῳ σου ἀσπαζόμενοι, Ἱεροσολύμων κλεῖσμα, σήν εἰκόνα χάριτος πληρούμεθα.

Ίεροσολυμίτισσα, Παναγίου Τάφου τήν ἀδελφότητα, Θερμοπύλας τήν φυλάττουσαν πίστεως ἐνίσχυε καί κράτυνε.

Τήν εἰκόνα σου, ἄχραντε, τήν ἀχειροποίητον καί πανθαύμαστον προσκυνοῦντες ἀπολαύομεν πλούτου δωρεῶν τῆς συμπαθείας σου.

’Ἰαμάτων ἤ χάρις σου ποταμός ἀστείρευτος ὤφθη ἅπασιν, ὦ Ίεροσολυμίτισσα, ἀλγεινῶς νοσοῦσι, χαριτόβρυτε.


Ὠδή ε´. Φώτισον ἡμᾶς.
Στήριξον ήμάς ἔν τῆ πίστει βακτηρία σου προσευχῶν πρός τόν Υἱόν σου καί Θεόν τούς ὑμνοῦντας σε, Ίεροσολυμίτισσα.

Στέψον τούς πιστῶς προσκυνοῦντας σου τό ἔκτυπον τό σεπτόν ἀφθάρτῳ στέφει, οὐρανῶν Βασιλίς κλεινῇ, Ίεροσολυμίτισσα.

Ἄνωθεν ἡμῖν φῶς, Ίεροσολυμίτισσα, ἐγρηγόρσεως κατάπεμψον ταχύ τοῖς ἔν ζόφῳ ἀκηδίας, φεῦ, καθεύδουσι.

Θραῦσον τούς δεσμούς ἁμαρτίας μου καί ἕλκυσον τόν σόν πρόσφυγα πρός δόμους οὐρανῶν, θεοτίμητε Ίεροσολυμίτισσα.


ᾨδή ς´. Τήν δέησιν ἐκχεῶ.
Ἐπάκουσον τῆς φωνῆς δεήσεως τῶν πιστῶς ἀσπαζομένων εἰκόνα σήν άχειρότευκτον, Θεογεννήτορ, Τατιανήν ἤ σή θέα εὐφρανοῦσα τῆ λελουσμένη ἀστραπαῖς θεϊκαῖς, Ίεροσολυμίτισσα.

Οὕς ἅπασι τάχιστα εὐήκοον κλῖνον τοῖς ἐπιζητοῦσι σήν χάριν καί σήν ἀντίληψιν καί προστασίαν, Μῆτερ Θεοῦ, Παϊσίου ἀγλάϊσμα τοῦ ’Ἀθωνίτου νεαυγοῦς ἀσκητοῦ, Ίεροσολυμίτισσα.

Τῷ ἄρτῳ με σῶν εὐχῶν διάθρεψον τόν πενόμενον οἰκέτην σου, Μῆτερ, ἤ τῶν πιστῶν οἰκονόμος ὀξείᾳ καί τῶν προσφύγων σου διαχειρίστρια, σοϋ τάφου ἔν Γεθσημανή θησαυρέ, Ίεροσολυμίτισσα.

Όδήγησον πάντων διαβήματα πρός λειμῶνας ἀφθαρσίας παντέρπνους τούς προσκυνοῦντας μορφήν σου, Παρθένε, τήν ἱλαράν, Ίεροσολυμίτισσα, ὀμβροβλυτοῦσαν τοῖς πιστοῖς τοϋ Υἱοῦ σου τό ἄμετρον ἔλεος.


Εἰρήνευσον ζωήν σῶν δούλων καί σύντριψον πολεμίους ταῖς πρεσβείαις σου πρός τόν σόν Υἱόν τόν ειρήναρχον, ἀκέστορ σεμνή Ἱεροσολύμων.

Ἄχραντε, ἤ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὦς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
’Ἦχος Β'. Τοῖς τῶν αίμάτων σου.

Τήν άχειρότευκτον θείαν εἰκόνα σου, περικλεές Ίεροσολυμίτισσα, διακοσμοῦσαν τόν πάνσεπτον τάφον σου πανευλαβῶς οἱ πιστοί ἀσπαζόμενοι χάριν τήν σήν δαψιλῶς ἐκδεχόμεθα.


Προκείμενον.
Μνησθήσομαι τοϋ ὀνόματος Σου ἔν πάσῃ γενεά καί γενεά.
Στίχος. Τό πρόσωπον σου λιτανεύσουσιν οἵ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκάν.(Κεφ. a 39-49, 56)

Ἔν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ελισάβετ. Καί ἐγένετο ὦς ἤκουσεν ἤ Ελισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἔν τῆ κοιλία αυτής• καί ἐπλήσθη Πνεύματος ἀγίου ἤ Ελισάβετ καί ἀνεφώνησε φωνή μεγάλη καί ειπεν• εύλογημένη σύ ἔν γυναιξί καί εὐλογημένος ὅ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο ϊνα ἔλθῃ ἤ μήτηρ τού Κυρίου μου πρός με; ’Ἰδού γάρ ὦς ἐγένετο ἤ φωνή τού ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἔν ἀγαλλιάσει ἔν τῆ κοιλία μου. Καί μακαρία ἤ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αύτή παρά Κυρίου. Καί εἶπε Μαριάμ• μεγαλύνει ἤ ψυχή μου τόν Κύριον καί ήγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αύτού. ’Ἰδού γάρ ἀπό τοϋ νϋν μακαριοῦσι με πάσαι αἵ γενεαί• ὅτι ἐποίησε μοι μεγαλεία ὅ δυνατός καί ἅγιον τό ὄνομα αύτού. Ἔμεινε δέ Μαριάμ σύν αύτή ώσεί μήνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αύτής.

Δόξα.
Ταῖς τῆς Θεοτόκου, τῆς Γεθσημανητίσσης, πρεσβείαις, Ἐλεῆμον, ῥῦσαι βλάβης με πλάνου.

Καί νϋν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, έξάλειψον τά πλήθῃ τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Σήν ἀχειροποίητον καί παναγίαν εἰκόνα, τήν κοσμοῦσαν τάφον σου τόν σεπτόν, Παντάνασσα, ἀσπαζόμενοι εὐλαβῶς κράζομεν• Κεχαριτωμένη, ὦ Ίεροσολυμίτισσα, ὦς πάλαι ηὔφρανας τήν Τατιανήν κατιδοῦσαν σε μονάστριαν πυρσεύμασι περιηυγασμένην καί χάριτι χαραχθεῖσαν θεία άφράστως ἔν κελλίῳ τῷ αὐτῆς οϋτω κάμε περιαύγασον φέγγει προστασίας σου.

Σῶσον, ὅ Θεός, τόν λαόν Σου...

Ώδή ζ'. Οἵ ἐκ τῆς Ἰουδαίας.

Κατ’ ἐχθρῶν ἀοράτων νίκας δίδου, Παρθένε, τοῖς σοί προσφεύγουσι καί πόθῳ σήν εἰκόνα τήν Ἱεροσολύμων θείαν κλῆσιν κατέχουσαν ἀσπαζομένοις πιστῶς, Κυρία Θεοτόκε.

Εὐσυμπάθητε Μῆτερ, σωφροσύνης πυξία ἡμᾶς άνέδειξον τούς σέ ὑμνολογοῦντας ἑκάστοτε καί πόθῳ ἐκζητοῦντας τήν χάριν σου, ἶνα τοϋ βίου σοφῶς ἀνύσωμεν τήν τρίβον.

Βάθρον τῆς παρθενίας, Παναγία Παρθένε, τούς καταφεύγοντας τῆ πανσθενεΐ σου σκέπη ἁγνείας μυροθήκας ἡδυπνεύστους άνάδειξον διώκουσα τῶν παθῶν ἡμῶν τήν δυσωδίαν.

"Ὅρμον χειμαζομένων ἔν θαλάσσῃ τοϋ βίου ἀεί σε ἔγνωμεν, τῶν Ἱεροσολύμων ἐπώνυμε Παρθένε• ὅθεν πόθῳ βοῷμεν σόν κατάπαυσον τῶν παθῶν τάς τρικυμίας, Μῆτερ.


Ώδή ἡ'. Τόν Βασιλέα.
Ή ἔν ταῖς λύπαις πιστῶν χορεία, Παρθένε, τῆ σῇ χάριτι σπεύδουσα κράζει• δεῖξον μοι ἀφάτου χαράς σκηνάς, Παρθένε.

Θεογεννητορ, παῦσον ῥοάς τῶν δακρύων οἰκετῶν σου πιστῶς προσκυνούντων σήν μορφήν ἔν τάφῳ Γεθσημανή σεπτῷ σου.

Ἔν ταῖς ἀνάγκαις σέ οἰκονόμον γιγνώσκω καί ἰάτειραν ἔν ἀσθενείαις χαλεπαῖς ὅ πρόσφυξ τῆς χάριτος σου, Μῆτερ.

Ἱλάσθητι μοι τῷ προσκυνοῦντι μορφήν σου, ἤν βροτῶν ούκ ἐχάραξε, Μῆτερ, χείρ, εύλογημένη, Γεθσημανής κοσμῆτορ.


Ώδή θ'. Κυρίως Θεοτόκον.
Μετόχους άθανάτων άγαθών σούς δούλους, Μῆτερ Θεοῦ, Ίεροσολυμίτισσα, τούς προσκυνοῦντας εἰκόνα τήν σήν ἀνάδειξον.

Οὐδόλως ἀνανεύων σχέσεως τοῦ πλάνου σήν μητρικήν, Ίεροσολυμίτισσα, αἰτοῦμαι χάριν καί κράζω• λῦσον μου πώρωσιν.

Ίάτρευσον πληγάς μου τοϋ τραυματισθέντος νόος ἐχθροῦ, Ίεροσολυμίτισσα, ἀπάτῃ κράζω ὅ τάλας δοῦλος σής χάριτος.

Χαράς ἀστασιάστου πρόξενε, Παρθένε, τῶν εὐσεβῶν, Ίεροσολυμίτισσα, τῶν λυπηρῶν σῶν προσφύγων ἀχλύν ἐκδίωξον.


Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Δεῦτε, ἀσπασώμεθα τήν μορφήν τῆς ἀειπαρθένου, ποιηθεῖσαν ἄνευ χειρός ἀληθῶς βροτείου ἔν Ἱεροσολύμοις, καί ἔχουσαν τήν κλῆσιν αὐτῶν τήν πάνσεπτον.

Χαίροις τῆς νεότητος ποδηγός πρός τήν σωτηρίαν καί πρόστάτις καί ἀρωγός σοί τῶν προσφευγόντων ἔν πάσαις βίου ζάλαις, Γεθσημανής κοσμῆτορ, πάνσεπτε Δέσποινα.

Τήν σεπτήν μορφήν σου, ἤν τῷ φωτί περιηυγασμένην ἔν κελλίῳ Τατιανή τῷ αὐτῆς κατεῖδεν ἔν πίστει προσκυνοῦμεν, Κυρία Θεοτόκε, ὦς άχειρότευκτον.

Σήν προσωνυμοΰσαν, Μῆτερ Θεοῦ, Ἱεροσολύμοις προσκυνοῦντες πανευλαβώς θαυμαστήν εἰκόνα λαμβάνομεν ἀφθόνως τήν ἕξ αύτής τοῖς πᾶσι χάριν ἐκβλύζουσαν.

Δεῦτε, ἀσπασώμεθα εὐλαβῶς σήν σεπτήν εἰκόνα ἔν τῷ τάφῳ Γεθσημανή, Ἱεροσολύμων λαμπράν προσωνυμίαν τήν φέρουσαν, Παρθένε, Θεογεννήτρια.

Παρειμένον ἤγειρας θαυμαστῶς ἔν τῆ Βουλγαρία καί ήνέωξας ὀφθαλμούς ἔν αύτή ἀρτίως τυφλῆς κατασπασθείσης σόν ἔκτυπον, Παρθένε, τό άχειρότευκτον.

Δεῖξον τοῖς προστρέχουσιν εὐλαβῶς σῶ πανσέπτῳ τάφῳ προσκυνήσαι τήν σήν μορφήν τρῖβον τήν εὐθεῖαν ἀπάγουσαν πρός πόλον, τῶν Ἱεροσολύμων κλέος, Παντάνασσα.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, ’Ἀποστόλων ἤ δωδεκάς, οἵ "Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

καί τό Ἀπολυτικόν. Ἦχος πλ. ἀ'. Τόν συνάναρχον Λόγον.
Βοηθῆσαι σοῖς πρόσφυξι σπεῦσον, Δέσποινα, τοῖς εὐλαβῶς προσκυνοῦσι ἔν τάφῳ Γεθσημανη τῷ πανσέπτῳ σήν μορφήν ἀχειροποίητον, ὀμβροβλυτοῦσαν δαψιλῶς ἰαμάτων ὀχετούς καί νάματα συμπαθείας τοῖς σέ ὑμνοῦσι, Παρθένε, λαμπρῶς, Ίεροσολυμίτισσα.

’Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τό έξης•

Ἦχος β'. "Ὁτέ ἐκ τοῦ Ξύλου.

Σήν ἀχειροποίητον μορφήν, Μῆτερ τοϋ Θεοΰ τοϋ Ὑψίστου, κατασπαζόμενοι θησαυρόν ὑπάρχουσαν ὄντως πολύολβον τοϋ ναοῦ τοϋ ἀγίου σου ἔν τάφῳ σεπτῷ σου δύναμιν λαμβάνομεν τήν ἀπορρέουσαν ἕξ αὐτῆς καί πόθῳ βοώμεν• Χαῖρε, Παναγία Παρθένε, ἀγλαή Ίεροσολυμίτισσα.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχον.

Εἰρηναῖον, Ίεροσολυμίτισσα, Πατριάρχην
σκέπε, βόα Χαραλάμπης.




Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης