Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1758
https://www.proseyxi.com

Παρακλητικός κανών εις την Παναγία Αμπελακιώτισσα Ναυπακτίας Empty Παρακλητικός κανών εις την Παναγία Αμπελακιώτισσα Ναυπακτίας

Πεμ Ιαν 04, 2018 12:36 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός κανών εις την Παναγία Αμπελακιώτισσα Ναυπακτίας

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

Παρακλητικός κανών εις την Παναγία Αμπελακιώτισσα Ναυπακτίας Ampela10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν χαριτόβρυτον ἁγίαν μορφήν Σου, περιπτυσσόμενοι πιστῶς Θεοτόκε, βοῶμέν Σοι· ἐπόμβρισον ἡμῖν δαψιλῶς, Ἀμπελακιώτισσα, ὑετὸν οὐρανόθεν, χάριτος τοῦ τόκου Σου καὶ ἀπείρου ἐλέους, ἵνα πλησθῶμεν θείων δωρεῶν, οἱ μεσιτείαν τὴν σὴν ἐκδεχόμενοι.

Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν θείαν Εἰκόνα Σου ἐπὶ τῶν κλώνων δρυός, ποτὲ τὴν σκηνώσασαν, Θεογεννῆτορ ἁγνή, Ἀμπελακιώτισσα, δῆμοι εὐσεβοφρόνων, εὐλαβῶς προσκυνοῦντες, χάριν ἀεὶ τρυγῶμεν, καὶ κραυγάζομεν πόθῳ· μὴ παύσῃ οὐρανόθεν ἡμᾶς, σκέπειν ἀείποτε.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Ἀμπελακιώτισσα, ἐπισκιάζε Χαραλάμπη.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Ἀπείρανδρε Κόρη καὶ ἀγλαή, Παρθένε Μαρία, προσκυνοῦντες Σὴν ἱεράν, εἰκόνα αἰτούμεθα εὐχάς Σου, πρὸς τὸν Σὸν τόκον Ἀμπελακιώτισσα.

Μὴ παύσῃ πρεσβεύουσα ἐκτενῶς, ὑπὲρ τῶν Σῶν δούλων, προσκυνούντων πανευλαβῶς, μορφήν σου τὴν βρύουσαν ἰάσεις, Ἀμπελακίων περίδοξον καύχημα.

Πανάμωμε Μῆτερ τοῦ Λυτρωτοῦ, Σὴν θείαν εἰκόνα, εὑρεθεῖσαν ἐπὶ δρυός, θαλλούσης ἐν πίστει προσκυνοῦντες, βοῶμεν· σκέπε Σοὺς δούλους ἀείποτε.

Ἐπίβλεψον Δέσποινα ἐφ’ ἡμᾶς, τοὺς χειμαζομένους, καὶ προστρέχοντας Σῇ Μονῇ, μορφὴν κατασπάσασθαι Σὴν θείαν, τὴν ἐπὶ κλώνων δρυὸς ἐνοικῆσασαν.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λάμπρυνόν μου χιτῶνα τὸν τῆς ψυχῆς Δέσποινα, τὸν ἐσπιλωμένον ἀκτῖσι, Σῆς ἀγαθότητος, ἵνα ὑμνῶ Σε ἀεί, θεοχαρίτωτε Κόρη, Ἀμπελακιώτισσα, κόσμου βοήθεια.

Ἀγλαόμορφε Μῆτερ τοῦ Λυτρωτοῦ ἔκτυπον, Σὸν θαυματουργὸν προσκυνοῦντες, ἀναβοῶμέν Σοι· ῥῦσαι ἡμᾶς πειρασμῶν, καὶ πολυπλόκων σκανδάλων, Ἀμπελακιώτισσα, Σοὶ τοὺς προστρέχοντας.

Καταφύγιον μέγα Χριστιανῶν ἄχραντε, κεχαριτωμένη μαρία, βλάβης ἐκλύτρωσαι, τοῦ μισοκάλου ἐχθροῦ, τοὺς καταφεύγοντας πόθῳ, Ἀμπελακιώτισσα, τῇ προστασίᾳ Σου.

Ἴθυνόν με πρὸς τρίβους τῆς τοῦ Θεοῦ γνώσεως, τὸν ἐν ἀγνωσίας σκοτείᾳ, οἴμοι καθεύδοντα, Θεοκυῆτορ ἁγνή, ἵνα πληθὺν Σῶν θαυμάτων, Ἀμπελακιώτισσα, μέλπω ἑκάστοτε.


Διάσωσον, τοὺς εὐλαβῶς προσκυνοῦντας τὴν Σὴν Εἰκόνα, ἀπὸ πάσης ἐπιβουλῆς Ἀμπελακιώτισσα, Παρθένε ἀλάστορος τοῦ βεβήλου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Εἰκόνα τὴν Σὴν πιστῶς κατασπαζόμενοι, θαυμάτων πηγὴν τὴν πέλουσαν ἀκένωτον, ἐκτενῶς βοῶμέν Σοι· χαρμονῆς εἰρήνης καὶ ῥώσεως, τοὺς Σοὺς οἰκέτας πλῆσον ἀγαθή, πανύμνητε Ἀμπελακιώτισσα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς πηγὴν ἁγιάσματος, ἡ Μονή Σου ἔχουσα τὸ Σὸν ἔκτυπον, Κόρη Ἀμπελακιώτισσα, ἐκ αὐτῆς ἀρύεται τὰ πρόσφορα.

Τὴν ἁγίαν Εἰκόνα Σου, ἐξ Ἀμπελακίων θεοχαρίτωτε, ὁρμωμένην ἀσπαζόμενοι, ἄμφω δαψιλῶς ἰσχὺν λαμβάνομεν.

Ἱκεσίας προσφύγων Σου, δέχου καὶ ἐκπλήρου ἡμῶν αἰτήματα, τάχος Ἀμπελακιώτισσα, τῶν προσερχομένων τῷ σεμνείῳ Σου.

Σκοτομίνην τῶν θλίψεων, ἀφ’ ἡμῶν ἀπέλασον τῶν τιμώντων Σε, Μῆτερ Ἀμπελακιώτισσα, φέγγει τῷ ἀστέκτῳ τῆς Σῆς χάριτος.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σῶσον ἐκ φθορᾶς, πάντας Ἀμπελακιώτισσα, τοὺς προστρέχοντας ἀσπάσασθαι μορφήν, τὴν σεμνήν Σου ἐν τεμένει τῷ ἁγίῳ Σου.

Ἄνωθεν ἡμῖν, πέμψον Ἀμπελακιώτισσα, ὑγείας ὑετὸν καὶ τὰς ψυχάς, τὰς ξηρὰς ἡμῶν θερμαῖς λιταῖς Σου πίανον.

Ἔχει Σὴν μορφήν, Μῆτερ Ἀμπελακιώτισσα, Ναυπακτία Παρνασίς τε καὶ Δωρίς, καταφύγιον καὶ ὅρμον ἀκλυδώνιστον.

Πρέσβευε Χριστῷ, ὑπὲρ πάντων τῶν τιμώντων Σε, ἡ φωτὶ ἐπὶ τῶν κλώνων τῆς δρυός, αὐγασθεῖσα καὶ βοσκούς ποτε φωτίσασα.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱκέσιον, Ἀμπελακιώτισσα, δέξαι δέησιν τῶν Σοὶ προσφευγόντων, καὶ προσκυνούντων Σὴν θείαν Εἰκόνα, πανευλαβῶς καὶ αὐτὴν τῷ παντάνακτι, προσάγαγε ὡς ταχινή, τοῦ βροτείου τοῦ γένους μεσίτρια.

Συνέσεως, πλήρου τοὺς οἰκέτας Σου, σωφροσύνης καὶ ἀγάπης πρὸς πάντας, τοὺς προσκυνοῦντας Σὴν θείαν Εἰκόνα, τὴν ἐν δρυΐ ὑψικόμῳ σκηνώσασαν, ἵνα τιμῶμέν Σε ἀεί, Θεομῆτορ Ἀμπελακιώτισσα.

Καταύγασον, Ἀμπελακιώτισσα, τῆς Σῆς χάριτος φωτὶ τῷ ἀΰλῳ, τοὺς ἐν δεινοῖς καταφεύγοντας βίου, τῇ κραταιᾷ καὶ στεῤῥᾷ ἀντιλήψει Σου, ἡ καταυγάσασα ποτέ, τῆς Κοζίτσης ποιμένας τῷ φέγγει Σου.

Ἵλέῳ Σου, ἴδε Κόρη ὄμματι, τοὺς ἑστῶτας εὐλαβῶς Θεοτόκε, τῇ Σῇ ἁγίᾳ Εἰκόνι καὶ δέξαι, αὐτῶν φωνὰς ὡς θυμίαμα εὔοσμον, θυμιατήριον χρυσοῦν, καὶ ὡραῖον Ἀμπελακιώτισσα.


Διάσωσον, τοὺς εὐλαβῶς προσκυνοῦντας τὴν Σὴν Εἰκόνα, ἀπὸ πάσης ἐπιβουλῆς Ἀμπελακιώτισσα, Παρθένε ἀλάστορος τοῦ βεβήλου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς θησαυρὸν τιμαλφῆ καὶ ἀσύλητον, ἡ Ναυπακτία κατέχουσα ἔκτυπον, Σὸν θεῖον Ἀμπελακιώτισσα, αὐτῷ πιστῶς καταφεύγει ἐν θλίψεσι· χαρᾶς γὰρ ὑπάρχεις προπύργιον.

Προκείμενον:
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Έν ταϊς ήμέραις έκείναις, αναστάσα Μαριάμ, έπορεύθη είς τήν όρεινήν μετά σπουδης είς πόλιν ’Ιούδα, καϊ είσηλθεν είς τόν οίκον Ζαχαρίου καϊ ήσπάσατο τήν Έλισάβετ. Καϊ έγένετο ώς ηκουσεν ή Έλισάβετ τόν ασπασμόν της Μαρίας, έσκίρτησε τό βρέφος έν τη κοιλία αύτης' καϊ έπλήσθη Πνεύματος αγίου ή Έλισάβετ καϊ ανεφώνησε φωνη μεγάλη καϊ είπεν' Εύλογημένη σύ έν γυναιξϊ καϊ εύλογημένος ό καρπός της κοιλίας σου. Καϊ πόθεν μοι τοΰτο ϊνα ελθη ή Μήτηρ τοΰ Κυρίου μου πρός με; ’Ιδού γάρ ώς έγένετο ή φωνή τοΰ ασπασμοΰ σου είς τά ώτά μου, έσκίρτησε τό βρέφος έν αγαλλιάσει έν τη κοιλία μου. Καϊ μακαρία ή πιστεύσασα Οτι εσται τελείωσις τοϊς λελαλημένοις αύτη παρά Κυρίου. Καϊ είπε Μαριάμ. Μεγαλύνει ή ψυχή μου τόν Κύριον καϊ ήγαλλίασε τό πνεΰμά μου έπϊ τω θεω τω Σωτηρί μου, Οτι έπέβλεψεν έπϊ τήν ταπείνωσιν της δούλης αύτοΰ. ’Ιδού γάρ από τοΰ νΰν μακαριοΰσί με πάσαι αί γενεαί. Ότι έποίησέ μοι μεγαλεϊα ό δυνατός καϊ αγιον τό όνομα αύτοΰ. ’Έμεινε δέ Μαριάμ σύν αύτη ώσεϊ μηνας τρεϊς καϊ ύπέστρεψεν είς τόν οίκον αύτης.


Δόξα.
Πάτερ Λόγε Πνεῦμα τριάς η εν μονάδι έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Έλεήμον, έξάλειψον τά πλήθη, των έμών εγκλημάτων.


Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Δίδου μοι ἀείποτε, τῷ εὐλαβῶς προσκυνοῦντι, τὴν σεπτὴν Εἰκόνα Σου, Ἀμπελακιώτισσα, Μητροπάρθενε, σθένος οὐράνιον, βέλεμνα δράκοντος, κατ’ ἐμοῦ δεινῶς κινούμενα, συντρίψαι ἅπαντα, καὶ ἀκολουθῆσαι σωτήριον, τὴν τρίβον εὐσυμπάθητε, ποδηγὲ μερόπων πρὸς θέωσιν, ἵνα μεγαλύνω, ἀπαύστως τὰ θαυμάσια τὰ Σά, καὶ ἐποπτείαν ἐκδέχομαι, Σοῦ τὴν ἀδιάλειπτον.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀπὸ πάσης ἀνάγκης ἀνωτέρους συντήρει τοὺς Σοὶ προσφεύγοντας, Ἀμπελακίων Κόρη, σεμνὴ Μεγαλομάτα, ἡ πολλάκις λυτρώσασα, τοὺς Σοὺς οἰκέτας κακῶν, καὶ συμφορῶν τοῦ βίου.

Ζέον ἔχοντες πόθον προσκυνῆσαι Εἰκόνα Σὴν χαριτόβρυτον, πιστοὶ ὁδοιποροῦσι, πρὸς ἄλση Ναυπακτίας, ὦ Ἀμπελακιώτισσα, καὶ καταθέτουσι Σοί, ψυχῆς αὐτῶν τὰ βάρη.

Ἐν τοῖς κλώνοις Παρθένε τῆς δρυὸς ἀνευρέθη ἡ Σὴ περίπτυστος, Εἰκὼν παρ’ ἣν ἠγέρθη, τῇ Σῇ βουλῇ σεμνεῖον, ὦ Ἀμπελακιώτισσα, εἰς εὐφροσύνην ψυχῶν, δεινῶς χειμαζομένων.

Χαλεπὰς ἀῤῥωστίας καὶ νοσήματα πόῤῥῳ ἡμῶν ἐκδίωξον, Σῇ παναλκεῖ δυνάμει, ἁγνὴ Θεοκυῆτορ, ὦ Ἀμπελακιώτισσα, τῶν προσκυνούντων πιστῶς, τὴν Σὴν σεπτὴν εἰκόνα.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμπελακίων, θεοχαρίτωτε Κόρη, ἐναρέτως βιῶσαι Σοὺς δούλους, Σὲ τοὺς προσκυνοῦντας, ἀξίωσον ἐκ πόθου.
Ῥοῦν ἁμαρτίας, τὸν κατακλύζοντα οἴμοι, τὴν καρδίαν μου ξήρανον τάχος, ῥάβδῳ πρεσβειῶν Σου, Παρθένε Θεοτόκε.

Ἀσθενημάτων, θεράπευσόν μου τὰ ἄλγη, ὡς ἰάτειρα κόσμου ταχεῖα, καὶ ψυχῆς ὀδύνας, τὰς ζοφεράς μου Μῆτερ.

Λαμπαδηφόροι, τὴν Σὴν ἁγίαν Εἰκόνα, ἀσπαζόμενοι ἀναβοῶμεν· ῥῦσαι Θεοτόκε, ἡμᾶς παντοίας βλάβης.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἁγίασον τὰς φρένας, τῶν ἀσπαζομένων, Θεοκυῆτορ Ἀμπελακιώτισσα, τὴν Σὴν ἁγίαν Εἰκόνα καὶ χαριτόβρυτον.

Μονογενῆ Σου τόκον, καὶ Θεοῦ τὸν Λόγον, θερμῶς δυσώπει Ἀμπελακιώτισσα, ὑπὲρ ἡμῶν τῶν ἐν ὕμνοις μεγαλυνόντων Σε.

Πασῶν τιμιωτέρα, Χερουβεὶμ Παρθένε, τοὺς προσκυνοῦντας Ἀμπελακιώτισσα, τὴν Σὴν ἁγίαν Εἰκόνα παθῶν ἐκλύτρωσαι.

Ἡ πάντιμος Εἰκών Σου, ἰατρεῖον ὤφθη, καὶ δαιμονίων Ἀμπελακιώτισσα, φυγαδευτήριον πᾶσι τοῖς Σοὶ προσφεύγουσιν.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.
Ἀμπελακιώτισσα θαυμαστή, πάντες προσκυνοῦντες, τὴν Εἰκόνα Σου τὴν σεπτήν, εὐλαβῶς βοῶμεν· ἁγνὴ Παρθενομῆτορ, ὑπὲρ ἡμῶν δυσώπει, Τόκον τὸν θεῖόν Σου.

Ἐξ Ἀμπελακίων ἡ ἱερά, καὶ σεπτὴ Εἰκών Σου, ἡ ῥιφθεῖσα ἐν ποταμῷ, Πηνειῷ εὑρέθη, ἐν Ναυπακτίᾳ ξένως, φωτὶ ἠγλαϊσμένη, Θεογεννήτρια.

Ἐν δρυΐ θαλλούσῃ ὑπερφυῶς, ἡ σεπτὴ Εἰκών Σου, κατεσκήνωσε Μαριάμ, καὶ πιστοὺς ποιμένας, κατηύγασεν ἀκτῖσιν, Ἀμπελακίων Κόρη, θείας εὐνοίας Σου.

Ἀμπελακιώτισσα μυστικῶς, ἀναβλύζει ῥεῖθρα, ἰαμάτων ἡ Σὴ Εἰκών, καὶ πληροῖ αἰτήσεις, αὐτῇ τῶν προσιόντων, καὶ ἀνυμνολογούντων, τὰ μεγαλεῖά Σου.

Τοὺς ἀσπαζομένους πανευλαβῶς, τῆς Κοζίτσης κλέος, ἔκτυπόν Σου τὸ ἱερόν, καὶ ἐξαιτουμένους, τὴν Σὴν ἐπιστασίαν, διάσωζε κινδύνων, πόνων καὶ θλίψεων.

Ἀμπελακιώτισσα θαυμαστή, τοὺς ἐν τῇ Βαΐτσῃ, καὶ τῇ κώμῃ Πενταγιῶν, καταφεύγοντάς Σοι, ἐν κλύδωσι τοῦ βίου, διάσωζε καὶ σκέπε, θεομακάριστε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς προστρέχοντας πιστῶς, προσκυνῆσαι Σοῦ τὴν Εἰκόνα, Λουκᾶ ἐνθέῳ χειρί, τὴν γραφεῖσαν Δέσποινα, τὴν θαυματόβρυτον, ῥύου πάσης κακώσεως, δεινῶν καὶ ἀνάγκης, οἷα Μήτηρ εὔσπλαγχνος, τοῦ Παντοκράτορος, Ἀμπελακιώτισσα Κόρη, ἡ δρυὸς ποιήσασα κλώνους, θρόνον φωτεινὸν Σῆς ἀγαθότητος.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών,
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
Αμήν.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης