Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο του Ακάθιστου Ύμνου Empty Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο του Ακάθιστου Ύμνου

Δευ Οκτ 22, 2012 12:31 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο του Ακάθιστου Ύμνου

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο του Ακάθιστου Ύμνου Akathi10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τά Τροπάρια.

Ἦχος δ΄.  Ο ὑψωθείς ἐν τῷ Σταυρῶ

Τοῦς προσδραμόντας τῆ θερμῆ Σου πρεσβεῖα καί προσκυνοῦντας ἱεράν Σου εἰκόνα, Μῆτερ τῶν χαιρετισμῶν, νῦν πάσης ἐλευθέρωσον ἀπειλῆς καί κινδύνου καί παθών καί θλίψεων καί δεινῶν νοσημάτων καί ἐν εἰρήνη φύλαττε ἡμᾶς ὡς διεφύλαξας τήν Πόλιν, Ἄχραντε.

Δόξα. Καὶ νῦν.
Οὗ σιωπήσομέν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἵ ἀνάξιοι είμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν ἕως νϋν ἐλευθέρους; Ούκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοϋ σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Και ὸ Κανὼν,

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Τῆ Σῇ προστασία, Μῆτερ Θεοῦ, τούς δούλους πιστούς Σου πάσης βλάβης εκλύτρωνε καί ῥυσέ ποικίλων κινδύνων, ὡς τοῦ Κυρίου Μητέρα Πανάχραντε.

Τῆς Σής βοηθείας τῆς μυστικῆς καί τῆς χάριτος Σοῦ τήν εἰκόνα Σοῦ τοῖς πιστοῖς δοτῆρα ἐχαρίσω Θεοτόκε τοῦ Ἀκαθίστου Μητέρα Πανάχραντε.

Ὡς πάλαι ἐρύσω παντός κακοῦ, ἅπαντες ἐν Πόλει προστασίᾳ Σοῦ ἰσχυρά, οὕτω καί νῦν παντοίων κινδύνων ῥυσέ τούς σπεύδοντας Μῆτερ τῆ εἰκόνι Σου.

Πᾶσι τοῖς αἰτοῦσι Σου τήν σεπτήν βοήθειαν Κόρη ἡμῖν δίδου τάς δωρεᾶς καί σῷζε κινδύνων ποικίλων, Μῆτερ ἡμῶν τοῦ Ἀκαθίστου Πανάχραντε.


Ὠδή γ΄. Οὐρανίας ἁψῖδος
Ἐξ ἐχθρῶν καί δολίων τῶν ἀπειλούντων τε Πόλιν τό πάλαι Παρθένε ἐρύσω δούλους Σου, ὅτι ἐπήκουσας τήν δέησιν τοῦ Σεργίου καί πάντων χριστιανῶν τῶν αἰτουμένων Σε.

Τοῖς αἰτοῦσιν τήν χάριν, Μῆτερ Θεοῦ βράβευε. Δέσποινα τοῦ Ἀκαθίστου, ὡς πολυεύσπλαχνος πρός Σε γάρ σπεύδουσιν καί οὑκ ἐλλείπουσι πάντες τό Σεπτόν Σου ὄνομα ἐπικαλούμενοι.

Ποταμοί χάριτος Σου ὡς ἀληθῶς βλύζουσιν ἐκ τῆς Σής Ἀγίας Εἰκόνος, ὦ Μῆτερ Δέσποινα, πάντας δροσίζοντες καί ἀναψύχοντες πάντας τούς καταιόμενους πυρί τῶν θλίψεων.

Τοῦ ἐχθροῦ τάς παγίδας τάς καθ’ ἡμῶν σύντριψον Μῆτερ μᾷς τοῦ Ἀκαθίστου, ττ] ἐπισκέψει Σου καί ττι Σή χάριτι, ἐν εἰρήνη τοῦ Υἱοῦ Σου τήν ζωήν κυβέρνησον ἡμῶν δεόμεθα


Διάσωσον, Μῆτερ τοῦ Ἀκαθίστου Θεογεννήτωρ ἐκ παντοίων κινδύνων καί περιστάσεων τούς ἐπικαλουμένους Σήν προστασίαν.

Ἐπίβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ίασε τῆς ψυχῆς μου τό ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος Β'. Πρεσβεία θερμῆ.

Πρεσβείαν τήν Σήν ὡς φρούριον ἀπόρθητον κατέχοντε; νῦν ἀεί ἐλευθερούμεθα τοῦ δολίου ἐχθροῦ καί πολεμήτορος  καί εὐφροσύνη καί χάριτος Σής πληρούμεθα μόνη Παντευλόγητε.


ᾨδή δ΄.  Εἰσακήκοα Κύριε
Τῶν Ἀβάρων τήν ἔφοδον ὡς τό πάλαι ἀπέκρουσας Δέσποινα  νῦν ἐκ τῶν πιστῶν Σου ἀποδίωξον πάσας τάς ἐφόδους τοῦ ἀλάστορος.

Νῦν τῶν πόνων θεράπευσον τῶν κατά ψυχήν καί σῶμα Πανάχραντε, Μητρική Σου ἀγαθότητι τούς τά μεγαλεία Σου δοξάζοντας.

Ὡς τῆς νόσου τήν κάμινον έσβυσας τοῦ δούλου Σου τοῦ Βουλγάρεως, μητρική Σου ἀγαθότητι σβέσον τάς ὁρμάς παθών τῶν δούλων Σου.

Πάσης βλάβης διάσῳζε πάσης τοῦ ἐχθροῦ παγίδος καί επιθέσεό)ς Θεοτόκε ἀειπάρθενε, τούς τά μεγαλεία Σου δοξάζοντας.


Ὠδή ε΄. Φώτισον ἡμᾶς
Ἅπαντες πιστοί προσιοῦσιν τῆ εἰκόνι Σου καί λαμβάνουν τάς αἰτήσεις συμπαθώς, Σύ γάρ πάντας ἐλεεῖς ὡς πολυεύσπλαχνος

Θεῖον θησαυρόν, ἡ Μονή Διονυσίου νῦν τήν Εἰκόνα Σου κατέχει τήν σεπτήν καί ἀρύεται τάς δωρεάς Σής χάριτος.


Ὠδή Στ΄.'Την δέησιν ἐκχεῶ
Ἀπείρανδρε Μαριάμ Πανάχραντε, ὡς διέφυγας τό πάλαι τάς παγίδας τοῦ πειρατοῦ τοῦ δολίου, ὦ Κόρη, καί εἰς ναόν τῆς Μονῆς Σου ἐπέτρεψας, οὕτω καί νῦν πάντας ἡμᾶς καθοδήγησον καί ῥυσέ τῶν θλίψεων.

Τῆ Σή εἰκόνι πιστῶς προσδραμόντες οἱ πιστοί μοναχοί Σου Θεοτόκε. ἀπό βάθους καρδίας βοῶσιν ἀσθενειῶν καί ποικίλων κακώσεων ἐλεύθερον καί αεινή τῶν πιστῶν Σου τόν βίον διατήρησον.

Ἀσθενειῶν Σε ἰατρόν ἐγνωκότες καί χαράς τήν πηγήν, ὦ Μητέρα, τῶν θλιβομένων τήν παρηγορίαν κινδυνευόντων τε πάντων διάσωσιν Πανάχραντε Μῆτερ Θεοῦ, πᾶς πιστός Σοι καταφεύγει καί σῴζεται.


Διάσωσον ἀπό κινδύνων τούς δούλους σου, θεοτόκε, ὅτι πάντες μετά θεόν εἰς σέ καταφεύγομεν, ὦς ἄρρηκτον τεῖχος καί προστασίαν.

Ἄχραντε, ἤ διά λόγου τόν Λόγον άνερμηνεύτως ἐπ' έσχατων τῶν ήμερων τεκοῦσα, δυσώπησον, ὦς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου

Ἐπιστασία Σου Κόρη προστρέχοντες ἐλευθερούμεθα πάσης κακώσεως  Διό Σου τήν χάριν κηρύττομεν Μῆτερ ἡμῶν Ἀκαθίστου Θαυματουργέ Σύ γάρ ἡμῶν ἡ βοήθεια.

Καί εὐθύς τό Προκείμενον
Μνησθήσομαι τοΰ ὀνόματος σου ἔν πάσιι γενεά καί γενεά.
στίχ. Ἄκουσον, θύγατερ, καί ϊδε καί κλῖνον τό οὕς σου, καί ἐπιλαθοῦ τοΰ λαοῦ σου καί τοΰ οἴκου τοΰ πατρός σου καί ἐπιθυμήσει ὅ Βασιλεύς τόν κάλλους σου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.(Κεφ. α´ 39-49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπονδῆς, εἵς πόλιν Ἰούδα καί εἰσῆλθεν εἵς τόν οἶκον Ζαχαρίου, καί ἠσπάσατο τήν Ελισάβετ. Καί έγένετοῴς ἤκουσεν ἤ Ελισάβετ τόν ἀσπασμόν τῆς Μαρίας,έσκίρτηαε τό βρέφος ἔν τῆ κοιλία αὑτῆς καί ἐπλήσθη Πνεύματος Ἀγίου ἤ Ελισάβετ, καί ἀνεφώνησε φωνή μεγάλη, καί εἶπεν Εὐλογημένη σύ ἔν γυναιξί καί εὐλογημένος ὅ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ϊνα ἔλθῃ ἤ μήτηρ τοΰ Κυρίου μου πρός με; Ἰδού γάρ, ὦς ἐγένετο ἤ φωνή τοΰ ἀσπασμοῦ σου εἰς τό ὦτα μου, ἐσκίρτησε τό βρέφος ἔν ἀγαλλιάσει ἔν τῆ κοιλία μου. Καί μακαρία ἤ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ Μεγαλύνει ἤ ψυχή μου τόν Κύριον, καί ήγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ Σωτῆρι μου. "Ὅτι ἐπέβλεψεν ἐπί τήν ταηείνωσιν τῆς δούλης αύτοΰ' ἰδού γάρ ἀπό τοΰ νΰν μακαριοῦσι με πάσαι αἵ γενεαί. Ὅτι ἐποίησε μοι μεγαλεία ὅ Δυνατός καί Ἀγίου τό ὄνομα αύτοΰ. Ἔμεινε δέ Μαριάμ σύν αύτή ώσεί μήνας τρεῖς, καί ὑπέστρεψεν εἵς τόν οἶκον αύτής.

Δοξά.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον. έξάλειψον τά πλήθη τῶν έμών ἐγκλημάτων.

Καί νῦν...
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον. έξάλειψον τά πλήθη τῶν έμών ἐγκλημάτων.



Στιχ. Ἐλεήμον, Ἐλέησόν με ὁ Θεὸς...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Σκέπην καί βοήθειαν, ἰσχυράν προστασίαν Δέσποινα Πανάχραντε, ἐν τῷ βίῳ Σε Κόρη ἔχοντες ἐκ παντοίων θλίψεων καί ἀσθενημάτων καί παγίδων τοῦ παγκακίστου καί πάσης. Δέσποινα, ἄλλης συμφοράς τε καί μάστιγος Σή χάριτι λυτρούμεθα, τῆ Σή ἀρωγή καί χρηστότητι ὅθεν μή ελείπεις παρέχειν Σήν βοήθειαν πιστοῖς τοῖς πρός τήν Σήν ἀγαθότητα, Μῆτερ, ἀτενίζουσιν.

Σῶσον ὁ Θεός τὸν λαό σου....

ᾨδή ζ΄.Οι ἐκ τῆς Ἰουδαίας

Τήν ὑγείαν χορήγει καί ἐν πάσει βοήθειαν, Μῆτερ Ἄχραντε, τοῖς πίστει ἀδιστάκτῳ τῆ θεία Σου εἰκόνι προσκυνοῦσιν καί ψάλλουσιν: Ο τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἰ.

Ω Πανάχραντε Μῆτερ, τῆς ψυχῆς τήν ὑγείαν ὡς καί τοῦ σώματος χορήγει χάριτι Σου τοῖς πίστει ἀδιστάκτῳ τῆ θεία Σου εἰκόνι προσιοῦσι καί ψάλλουσι ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἰ.

Τῶν κακούργων ἀνθρώπων ὡς ματαίωσας πάλαι βουλάς δολίους τῶν, νῦν πᾶσαν ἀπειλήν τε ἐχθρῶν καί κακουργίαν ματαίωσον Ἄχραντε, Δέσποινα Μῆτερ Θεοῦ, ἡ Σκέπη τῶν πιστῶν Σου.

Πειρατῶν ἀλλοφύλων ὡς διέφυγας πάλαι ὦ Μῆτερ Ἄχραντε, οὕτω καί νῦν πιστούς διάσωσον κακίας τοῦ Παναλάστορος ἶνα ὑμνοῦν Σε ἀεί Μῆτερ τοῦ Ἀκαθίστου.


ᾨδή η΄. Τόν Βασιλέα
Ὡς ἐρυσθῇς τῶν χειρῶν τῶν κακούργων καί ἐκπληρώσας τοῦ μύρου Σου τό σκάφος  ῥυσόν με καί σώδε καί χάριτος Σου γέμει.

Τῆ χάριτι Σου, ὦ Μῆτερ τοῦ Ἀκαθίστου παραμύθησον ψυχῆς μου ἀλγηδόνας ἶνα Σε δοξάζω τήν Κεχαριτωμένη.

Σε σωτηρίαν, ἐν πολέμοις, ὦ Μῆτερ, αποκτήσαντες ἐν τῷ παρόντι βίῳ τάς τῆς ἀρωγῆς Σου κηρύττομεν ἐκφάνσεις


Ὠδή θ΄.  Κυρίως Θεοτόκον
Μεγάλων δωρημάτων παρά Σου τρυφῶντες Μῆτερ ἡμῶν τοῦ Ἀκαθίστου Πανάχραντε, τήν πρός ἡμᾶς Σου βοήθειαν μεγαλύνομεν.

Πάντες οἱ πιστοί Σου τῷ μύρω Σου χρισθέντες απολαμβάνουν ὑγείαν ψυχῆς καί σώματος, Μῆτερ ἡμῶν τοῦ Ἀκαθίστου καί Σε δοξάζουσιν.

Ὑμνοῦμεν τῆς πολλῆς Σου πρός ἡμᾶς εὐνοίας Μῆτερ ἡμῶν τοῦ Ἀκαθίστου Πανάχραντε, ὅτι ἡμᾶς περισκέπεις καί σῴζεις πάντοτε.


Καί εὐθύς, τό•
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Τήν Παντοβασίλισσα Μαριάμ ἥτις προστατεύει πάντας δούλους αὑτῆς πιστούς καί τούς διασῴζει πάσης ἐχθροῦ μανίας, τήν μόνην Θεοτόκο ὕμνοις τιμήσωμεν.

Χάριτι Σου θεία Μῆτερ Σεπτή ὄντως χαριτωθῇ ἡ Εἰκών Σου ἡ θαυμαστή, μύρον ἀναβλύζει καί βλύζει τάς ἰάσεις τοῖς πίστει προσκυνοῦσιν αὑτήν, Πανάχραντε.

Χαῖρε Προστασία ἡ Φοβερά, ἡ Ἀγγέλων τάξεις διατάζουσα ἐν παντί, χαῖρε τῶν πιστῶν Σου ἀσπίδα τούς καί Σκέπη, Μῆτερ τοῦ Ἀκαθίστου Κόρη Θεόνυμφε.

Πάσαι τῶν Ἀγγέλων Πάσαι τῶν ’Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, ’Ἀποστόλων ἤ δωδεκάς, οἱ ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἵς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον
Εἰκόνα Σου Ἀγίαν τοῦ Ἀκαθίστου Μητέρα μᾷς, νῦν πανευλαβώς προσκυνοῦντες, δοξάζομεν Σε Κόρη. Ἐπέστη γάρ σκέπη πρός ἡμᾶς καί βρύει τάς ἰάσεις συμπαθώς  ἐκ παντοίων κινδύνων καί θλίψεων ἡμᾶς ἀπαλλάττουσα εὐχαρίστως βοῶμεν: Δόξα τῷ Σε δοξάσαντι Θεῶ, δόξα τῷ Σε μεγαλύναντι, δόξα τῷ διασώσαντι ἡμᾶς διά τοῦ τόκου Σου.

’Ἐκτενής καί Ἀπόλυσις, μεθ' ἥν ψάλλομεν τά ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς τήν θείαν καί σεπτήν κατασπαζομένους εἰκόνα, ἤνπερ ὀνομάζομεν τοῦ Ἀκαθίστου νῦν, πειρασμῶν ἐλευθέρωσον καί νόσων ποικίλων καί πλήρωσον αἰτήματα τά δίκαια αὑτῶν, τῆ Σή πρός Θεόν παρρησία Παρθένε ἶνα εὐχαρίστως Σε γεραίρουσιν.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.




Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης