Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις τον Άγιο Δημήτριο Μυροβλύτη Νο 2 Empty Παρακλητικός Κανών εις τον Άγιο Δημήτριο Μυροβλύτη Νο 2

Τρι Νοε 05, 2013 2:30 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός Κανών εις τον Άγιο Δημήτριο Μυροβλύτη Νο 2

Παρακλητικός Κανών εις τον Άγιο Δημήτριο Μυροβλύτη Νο 2 Dimitr10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοῦ Δημητρίου τῷ ναῷ νῦν προσδράμωμεν, οἱ ἐν κινδύνοις καὶ Εἰκόνι προσπέσωμεν, αὐτοῦ ἐκ κατανύξεως κραυγάζοντες ψυχῆς· Μάρτυς νῦν σπλαγχνίσθητι, ἐφ’ ἡμῖν σοῖς οἰκέταις, πρόφθασον καὶ λύτρωσαι, τῆς παρούσης ἀνάγκης, μὴ παραβλέψῃς δέησιν οἰκτράν, τῶν προσφυγόντων, τῇ σκέπῃ σου Ἅγιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἀρματηλάτην Φαραώ.

Ἀρχὴν σοφίας τὸν Θεοῦ ποιούμενος, φόβον Δημήτριε, ἀρετῶν παντοίων, ὤφθης καταγώγιον, καὶ πάθη ἀπενέκρωσας, δι’ ὁ πάθη νεκρῶσαι, καὶ ἀρετὰς κατεργάζεσθαι, κᾀμὲ σαῖς πρεσβείαις ἀξίωσον.

Τῆς παρθενίας ἐραστὴς γεγένησαι, Μάρτυς Δημήτριε, καὶ παρθένος ὤφθης, ψυχῇ τε καὶ σώματι, ὅθεν κᾀμὲ ἐνίσχυσον, θεοδέκτοις εὐχαῖς σου, παρθένον εἶναι καὶ φαίνεσθαι, ἔργοις τε καὶ λόγοις ἔννοίαις τε.

Σὺ τὸν Χριστὸν ἀπὸ ψυχῆς ἠγάπησας, θεῖε Δημήτριε, καὶ ἐντολὰς πάσας, τὰς αὐτοῦ ἐτήρησας, δι’ ὃ θερμῶς σου δέομαι, ἀγαπήσεως τούτου, βέλει τρωθῆναί με πρέσβευε, καὶ τηρεῖν αὐτοῦ τὰ προστάγματα.


Θεοτοκίον.
Ὡς ὀφθαλμοὶ οἱ τῆς πεδίσκοις βλέπουσιν, ᾀεὶ κυρίας αὐτῆς, εἰς τὰς χεῖρας οὕτως, οἱ ὀφθαλμοὶ βλέπουσιν, ἡμῶν ἁγνὴ τῶν δούλων Σου, εἰς τὰς χεῖρας ἀπαύστως, Σοῦ τῆς Κυρίας τῆς κτίσεως, ἕως ἂν ἡμᾶς οἰκτειρήσειας.


ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ὥσπερ Νέστορα πρώην ταῖς σαῖς εὐχαῖς ὥπλισας, κατὰ τοῦ Λυαίου καὶ τούτου νικητὴν ἔδειξας, οὕτω με ὥπλισον, νῦν ἱκεσίαις σου Μάρτυς, καὶ νικητὴν δεῖξόν με, τοῦ πολεμήτορος.

Τὸν σκορπίον εὐχῇ σου Μάρτυς Χριστοῦ ἔκτεινας, ἐμὲ δὲ κραιταίωσον βαίνειν ἐπάνω ὄφεων, τῶν θανασίμων κακῶν, καὶ τῶν σκορπίων παμμάκαρ, τῶν συγγνωστῶν πράξεων, πατεῖν με πάντοτε.

Σὺ τὰς λόγχας ἐδέξω καὶ τὸ θανεῖν Ἅγιε, ὑπὲρ τοῦ Χριστοῦ ἡμᾶς πάντας δὲ καταξίωσον, ὑπὲρ τῆς πίστεως, καὶ παραδόσεων θείων, ἐν ἑτοίμῳ γένεσθαι δέξασθαι θάνατον.


Θεοτοκίον.
Ὡς ὁ σκύλα εὐρίσκων καὶ θησαυρὸν τέρπεται, οὕτως εὑρηκὼς ἐγὼ Κόρη Σὸν θεῖον ὄνομα, καὶ τὴν Εἰκόνα Σου, καταφυγὴν ἐν ἀνάγκαις, χαίρω ὀνομάζων Σε καὶ ἀσπαζόμενος.

Διάσωσον, ἀπὸ κινδύνων Δημήτριε Μάρτυς, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σὲ καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.



Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσνείαν τὴν σὴν ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦντες ᾀεί, οἱ πίστει σοι προσφεύγοντες, ἐκτενῶς βοῶμέν σοι· Ἀθλοφόρε Κυρίου πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τὸν πάντων Δεσπότην ἱλεούμενος.


ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Μύρου ῥοαῖς, ἐκ τοῦ θείου λειψάνου σου, χεομένου ἄρδευσόν με πταίσμασι, τὸν ξηρανθέντα καὶ ταῖς ὀδμαῖς, ταῖς εὐπνόοις τούτου, τὴν δυσωδίαν ἀπέλασον τῶν παθῶν μου Μυροβλῦτα, καὶ εὐδώδη με ὅλον, νοῦν ψυχὴν καὶ τὸ σῶμα ἀπέργασαι.

Τῆς Ἀφρικῆς ἐῤῥύσω πάλαι Ἐπίσκοπον, ἐκ δουλείας, ἀλλοφύλων Ἅγιε, ἀλλὰ κᾀμὲ τῶν τριῶν παθῶν τῆς φιληδονίας, φιλοδοξίας ἐκλύτρωσαι, καὶ τῆς φιλαργυρίας, καὶ μητρὸς τούτων πάντων, φιλαυτίας Δημήτριε ἔνδοξε.

Δόρει τῷ σῷ, ὥσπερ Ῥαδόμηρον ἔκτεινας, οὕτω κτεῖνον δόρει τῆς πρεσβείαις σου, τὴν ἐν ἐμοὶ οἰκέτῃ τῷ σῷ, ὑλικὴν δυάδα, θυμόν τε ἐπιθυμίαν τε, καὶ τυραννίδος τούτων, ἐλευθέρωσον πάσης, ἵνα πόθῳ δοξάζω σε Ἅγιε.


Θεοτοκίον.
Νέος Ἀδάμ, ἀντὶ τοῦ πάλαι γεγένησαι, ὁ Ὑίος Σου, Σὺ δὲ Μῆτερ Ἄχραντε, ἀντὶ τῆς Εὔας ὁ δὲ σταυρός, ἀντὶ γνωστοῦ ξύλου, ὁ Γαβριὴλ ἀντὶ ὄφεως, ἀντὶ Ἐδὲμ ὁ πόλος, ἀντὶ λύπης τὸ χαῖρε, οὗ μετάδος κᾀμοὶ τῷ οἰκέτῃ Σου.


ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω..
Τὴν σὴν πόλιν πολλάκις, ἀπὸ τοῦ λιμοῦ ἐλυτρώσω Δημήτριε, ἐμὲ δὲ σὸν δοῦλον, τοῦ λιμοῦ θείας χάριτος λύτρωσαι, καὶ ζωτικῷ ἄρτῳ, τῶν γενικῶν ἀρετῶν θρέψαν, τὴν πεινῶσαν ψυχὴν καὶ καρδίαν μου.

Ὡς ἐφώτισας Μάρτυς, τῶν τυφλῶν τὰ ὄμματα, οὕτω σοῦ δέομαι, ὀφθαλμοὺς ψυχῆς μου, ἀγνωσίᾳ τυφλώττοντας φώτισον, φωτὶ ὀρθοῦ λόγου, καὶ θείας γνώσεως ἐλλάμψει, ἐν ὀρθῶς βηματίζω τὰς τρίβους μου.

Πρὶν ἰάσω νοσοῦντα, Μάρτυς τὸν Λεόντιον, νῦν δὲ μοῦ ἴασαι, τὴν ψυχὴν νοσοῦσαν, ταῖς αἰσχραῖς καὶ ἀλόγοις προλήψεσι, καὶ τὸ σῶμα ὅλον, πάσχον ποικίλαις καχεξίαις, ἵνα πόθῳ γεραίρω τὴν χάριν σου.


Θεοτοκίον.
Νίκην ἧρας Σὺ μόνη, κατὰ τῶν παθῶν τῆς σαρκὸς ᾀειπάρθενε, προσβολῆς ἁπάσης λογισμοῦ ἀνωτέρα ὑπάρξασα, ὅθεν ὡς παρθένος, καὶ ἡγεμὼν παρθενευόντων, παρθενεύειν ἡμᾶς ἐνδυνάμωσον.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Πατρίδα σου, ὡς πολάκις ἔσωσας, τῶν βαρβάρων τῆς ἐφόδου ὦ Μάρτυς, οὕτω ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης, καὶ ἐπηρείας καὶ θλίψεως λύτρωσαι, ἁπάντων τε τῶν ὁρατῶν, ἀοράτων ἐχθρῶν ταῖς πρεσβείαις σου.

Πρᾳότητι, διορθώσω Ἅγιε, τὸν συλῶντα τοὺς κηῤῥὺς σου οἰκέτην, ἀλλὰ κᾀμὲ καταξίωσον Μάρτυς, τοὺς ἀδικεῖν ἢ λυπεῖν με ἐθέλοντας, ἀγάπῃ ἐν ἀδελφικῇ, διορθοῦν ἀλλὰ οὐχὶ κατ’ ἐκδίκησιν.

Ἀπόντιστος, ποταμὸν Λεόντιος, ὡς διῆλθε βοηθείᾳ σου πάλαι, οὕτω καὶ νῦν, ἀβλαβεῖς ἡμᾶς πάντας, τὴν ᾀεὶ ῥέουσαν βίου διάβασιν, ἀξίωσον διαπερᾷν, δραστικαῖς πρὸς Θεὸν μεσιτείαις σου.


Θεοτοκίον.
Ἀγκάλας Σου, καὶ μαστοὺς ὦ Δέσποινα, τῷ Υἱῷ Σου μεσιτεύουσα δεῖξον, μίξον τοῖς Σοῖς, τὰς ἐκείνου Παρθένε, σταυρὸν καὶ λόγχην καὶ σπόγγον καὶ κάλαμον, καὶ οὕτως ἱλέωσαι Αὐτόν, ἐφ’ ἡμῖν τοῖς πολλᾶ ἁμαρτήματα.

Διάσωσον, ἀπὸ κινδύνων Δημήτριε Μάρτυς, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σὲ καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ὡς ταχὺν ἐν δεινοῖς ἀντιλήπτορα, καὶ θερμὸν βοηθὸν ἐν ταῖς θλίψεσι, σὲ ἱεκτεύομεν πιστῶς Δημήτριε σοφέ, συμπαθείᾳ σου τὴν πρίν, Μάρτυς χρησάμενος καὶ νῦν, κινδύνων ἀπολύτρωσαι, ἡμῖν ἐπηρτημένων, καὶ βλάβης ἐκ πανοτίας, ἵνα γεραίρωμεν ᾀεί, τὴν σὴν χάριν καὶ βοήθειαν.


Προκείμενον
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἐξανθήσεται.


Εὐαγγέλιον μαρτυρικόν.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.


Τῶν Μαρτύρων ἥλιον, μῆλόν τε νέκταρ καὶ σίτον, ῥόδον καὶ θυμίαμα, χρυσὸν καὶ ἀδάμαντα καὶ κυπάρισσον, ἀετὸν λέοντα, καὶ ἅπαν ἐξαίρετον, ὀνομάζω σε Δημήτριε, ὅθεν μοι δώρησαι, τούτων μυστικῶς τὰς ποιότητος, εὐχαῖς σου ἐνισχύων με, καὶ ὑψοποιῶν καὶ πλουτίζων με, ἀβρίζων καὶ τρέφων, εὐφραίνων καὶ λαμπρύνων με ᾀεί, ἐν ὡς φρουρόν μου γεραίρω σε, ἐν παντὶ τῷ βίῳ μου.


ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Λέπρας τὸν ἄρχοντα Αὐλῶνος, ἀπεκάθηρας Δημήτριε τρισμάκαρ, ἐμὲ δὲ Ἀλητά, σώματος ἐμπαθείας, καὶ προσπαθείας κάθαρον, καὶ ψυχῆς ἡδυπαθείας.

Ηὖχου ὑπὲρ τῶν φονευτῶν σου, θανατούμενος Μάρτυς Χριστομιμήτως, ἀλλὰ ταῖς σαῖς λιταῖς, κᾀμὲ ὑπὲρ ἐχθρῶν μου, εὔχεσθαι καταξίωσον, ἵνα πόθῳ ἀνυμνῶ σε.

Ἔστησας πρὶν τὴν τοῦ Δεσπότου, ἀγανάκτησιν κατὰ τῆς σῆς πατρίδος, φερομένην σοφέ, ἀλλὰ καὶ ἤδη στῆσον, ταύτην καθ’ ἡμῶν ῥέπουσαν, νικηθεὶς φιλαδελφίᾳ.


Θεοτοκίον.
Πάντων μὲ Σὺ ὑψηλοτέρα, ἁγιότητι ἐγὼ δ’ ἔσχατως πάντων, ἁμαρτίας Ἁγνή, Σὺ οὖν ἀνόρθωσόν με, τὸ πλήρωμα τῆς χάριτος, πλήρωμα τὸ τῆς κακίας.


ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Πρὶν ἐνίκα τὸ θεῖον ὄνομά σου, πολεμίους ἐν λίθοις γεγραμμένον, τοῦτο καὶ νῦν, συχνῶς ἐπικαλούμενον, παρ’ ἡμῶν νικάτῳ, πάντας τοὺς ματαίως, καθ’ ἡμῶν πολεμοῦντας.

Πρεσβειῶν σου καὶ ῥαπισμῷ ἐνέδρας, νῦν ματαίας ἐχθρῶν τῶν ὁρομένων, καὶ ἀοράτων ποίησον ὡς ἔδειξας, ἄπρακτον τὸ πάλαι, τὴν κατὰ σῆς ποίμνης, ἔνεδραν τῶν βαρβάρων.

Ὥσπερ ξίφος τὴν περικεφαλαίαν, τὴν σὴν χάριν καὶ τὴν ἰσχὺν ὦ Μαρτυς, κατὰ παθῶν ἡμᾶς περίζωσον, ἣν οἱ σοὶ πολῖται, φραττόμενοι πάλαι, ἐνίκων πολεμίους.


Θεοτοκίον.
Χριστοῦ Μήτηρ καὶ Μήτηρ χριστωνύμων, Σὺ ὑπάρχεις δι’ ὅ Σε δυσωποῦμεν, τὰ κατὰ χάριν τέκνα Σου, ἐλέησον ἡμᾶς Σαῖς πρεσβείαις, ταῖς πρὸς τὸν Υἱόν Σου, τὸν κατὰ φύσιν Κόρη.


ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ξιφήρης ὡς ἐφάνης Μάρτυς τὸ πρίν, καὶ ἐχθροὺς τῆς σῆς πόλεως ἔκτεινας, οὕτω κᾀμοῦ, κτεῖνον ταῖς εὐχαῖς σου τοὺς τρεῖς ἐχθρούς, κόσμον καὶ κοσμοκράτορα, καὶ σαρκὸς τὸ φρόνιμα Ἀθλητά, τοὺς τρεῖς παθῶν τριστάτας, ὡς ἂν σωθεὶς ἐκ τούτων, ἀκαταπαύστως μεγαλύνω σε.

Προσήγαγες Κυρίῳ Μάρτυς Χριστοῦ, σεσωσμένους πολλοὺς εἰσηγήσεσι, καὶ ἱεραῖς, σοῦ διδασκαλίαις εἰσέτι ζῶν, σῶσον καὶ νῦν πρεσβείαις σου, ταῖς θεοπειθέσι καὶ δραστικαῖς, ἐμὲ τὸν σὸν οἰκέτην, καὶ βασιλείας δεῖξον, τῆς οὐρανίου κληρονόμον με.

Ναοῦ σου καὶ λειψάνου καὶ μύρων σῶν, εἰ καὶ νῦν οἱ σοὶ δοῦλοι στερούμεθα, διὰ πληθύν, κακῶν ἡμετέρων ἀλλὰ τῆς σῆς, πρεσβείαις τε καὶ χάριτος, μὴ καὶ στερηθείημεν Ἀθλητά, σὲ γὰρ πρὸς τὸν Δεσπότην, προβαλλόμεθα πρέσβυν, ἐν τοῖς κινδύνοις ἡμῶν πάντοτε.


Θεοτοκίον.
Παρθένε ἐξιλέωσαι Σὸν Υἱόν, ἡμῖν πᾶσι πρεσβεύοντα ἔχουσα, ὑπὲρ ἡμῶν, Δημήτριον Μάρτυρα τὸν κλεινόν, καὶ πάντας καταξίωσον, συνεῖναι τῷ Κτίστῃ Σου καὶ Υἱῷ, καὶ Σοὶ τῇ Θεοτόκῳ, δοξάζοντας ἀπαύστως, Πατέρα Λόγον Πνεῦμα Ἅγιον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Αἴτησαι εἰρήνην παρὰ Θεοῦ, ὁμόνοιαν σκέπην μέχρι τέλους ὑπομονήν, ψυχῶν σωτηρίαν, ἡμῖν τοῖς σοῖς οἰκέταις, εἰς δόξαν τοῦ Κυρίου Μάρτυς Δημήτριε.

Ἔχοντες ναόν σου τὸν ἱερόν, Δημήτριε Μάρτυς, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν τούτῳ, ἐν καιρῷ τῶν κινδύνων, καὶ πάσης ἐπηρείας ἀπολυτρούμεθα.

Φύλαττε τοὺς δούλους σου Ἀθλητά, Μάρτυς Μυροβλύτα, τοὺς τιμῶντάς σε εὐσεβῶς, καὶ ῥῦσαι κινδύνων, καὶ πάσης ἄλλης βλάβης, Δημήτριε τρισμάκαρ, τῇ μεσιτείᾳ σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς τὴν θείαν καὶ σεπτήν, σοῦ ἀσπαζομένους Εἰκόνα, Μάρτυς Δημήτριε, πάσης περιστάσεως, ῥῦσαι πρεσβείαις σου, ἀλλοφύλων ἐφόδου τε, λιμοῦ τε λοιμοῦ τε, νόσων τε μαχαίρας τε, καὶ ἐμπρησμοῦ καὶ σεισμοῦ, ὅπως εὐχαρίστοις ἐν ὕμνοις, ὡς κοινὸν ἡμῶν εὐεργέτην, σὲ ἀκαταπαύστως μεγαλύνωμεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.







π. Νεκτάριος Μαμαλοῦγκος, nektarios.gr
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης